- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:9.40-9.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼欲害狄奥多托斯因法务官普罗克洛斯反对未果而将其流放至耶路撒冷;皇后尤菲米娅死后,查士丁尼强令修改法律迎娶狄奥多拉,并趁老皇帝查士丁昏聩夺取帝位,最终在查士丁病逝后确立了单独统治。
ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ’ αὐτῷ φθέγγεσθαι.
然而,因为查士丁尼找不到可以借以除掉此人的借口,便对狄奥多托斯的几名亲信施以极其严酷的酷刑,强迫他们吐露针对他极不真实的诬告之辞。
πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος ὁ Πρόκλος τὴν τοῦ καλουμένου κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι τὸν ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον.
但在众人都避之不及、默默哀叹针对狄奥多托斯的阴谋之际,唯有担任所谓库埃斯托(法务官)职位的普罗克洛斯公开声明此人无罪,绝不应处以死刑。
διὸ δὴ ὁ Θεόδοτος ἐς τὰ Ἱεροσόλυμα βασιλέως κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε.
因此,狄奥多托斯依据皇帝的旨意被解送至耶路撒冷。但他得知已有刺客抵达该地企图杀害他,便终日藏匿在圣殿之内,就这样度过残生直至死去。
Τὰ μὲν οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀνθρώπων ἁπάντων.1
有关狄奥多托斯的事情大致便是如此收场。而那些暴徒从那时起反倒成了全人类中最为“克制谨慎”之徒。
οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο, καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι.
因为他们再也无法忍受去犯下此类罪行,尽管他们原本可以更加无所畏惧地在日常生活中肆意违法。
τεκμήριον δέ· ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ἐνδειξαμένων τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν.
证据如下:在此后不久,有少数人展现了类似的胆大妄为,却没有一人受到惩罚。
οἱ γὰρ τοῦ κολάζειν τὴν ἐξουσίαν ἀεὶ ἔχοντες παρρησίαν τοῦ διαλανθάνειν τοῖσδε τὰ δεινὰ εἰργασμένοις παρείχοντο, ταύτῃ αὐτοὺς τῇ ξυγχωρήσει ἐς τὸ τοῖς νόμοις ἐπεμβαίνειν ἐνάγοντες.
因为那些相继掌握惩治大权的人,反倒为犯下这些可怕罪行的人提供了隐匿逃脱的自由,以这种宽宥驱使他们践踏法律。
Ἕως μὲν οὖν ἡ βασιλὶς περιῆν ἔτι, γυναῖκα ἐγγυητὴν Ἰουστινιανὸς τὴν Θεοδώραν ποιήσασθαι οὐδεμιᾷ μηχανῇ εἶχεν. ἐν τούτῳ γὰρ μόνον ἀπ’ ἐναντίας αὐτῷ ἐχώρει, καίπερ ἀντιστατοῦσα τῶν ἄλλων οὐδέν.
只要皇后尚在人世,查士丁尼便绝无可能与狄奥多拉明媒正娶。因为她唯独在这一件事上与他公然对立,尽管在其他任何事情上她都未曾反对过他。
πονηρίας μὲν γὰρ ἡ γυνὴ ἀπωτάτω οὖσα ἐτύγχανεν, ἄγροικος δὲ ἦν κομιδῆ καὶ βάρβαρος γένος, ὥσπερ μοι εἴρηται.
这妇人固然与邪恶相去甚远,但为人却极其粗鄙,且如我之前所说,出身蛮族。
ἀντιλαβέσθαι τε ἀρετῆς οὐδαμῆ ἴσχυσεν, ἀλλ̓ ἀπειροτάτη οὖσα διατετέλεκε τῶν κατὰ τὴν πολιτείαν πραγμάτων, ἥ γε οὐδὲ ξὺν τῷ ὀνόματι τῷ αὐτῆς ἰδίῳ ἅτε καταγελάστῳ ὄντι ἐς Παλάτιον ἦλθεν, ἀλλ’ Εὐφημία ἐπικληθεῖσα. χρόνῳ δὲ ὕστερον τῇ βασιλίδι μὲν ἀπογενέσθαι ξυνέπεσεν.
她根本无法习得任何美德,对国家的政务始终一无所知;她甚至连自己本来的名字都不能保留,因其荒诞可笑而未带进宫廷,而是改称尤菲米娅。但后来,皇后与世长辞了。
ὁ δὲ ἠλιθιάζων τε καὶ κομιδῆ ἐσχατογέρων γενόμενος, πρὸς τῶν ἀρχομένων γέλωτα ὦφλεν, ὀλιγωρίᾳ τε πολλῇ ἐς αὐτὸν ἐχόμενοι ἅπαντες ἅτε τῶν πρασσομένων οὐ ξυνιέντος, ὑπερεώρων, Ἰουστινιανὸν δὲ ξὺν δέει πολλῷ ἐθεράπευον. κυκῶν γὰρ ἀεὶ καὶ ξυνταράσσων ἀνεσόβει ἐφεξῆς ἅπαντα.
而老皇帝则已变得愚钝昏庸、垂垂老矣,招致臣民的嘲笑;众人因他不懂得正在发生的事情而对他极其蔑视、置之不理,却怀着极大的恐惧去迎合巴结查士丁尼。因为查士丁尼总是翻云覆雨、制造混乱,接二连三地恐吓并扰乱一切。
τότε δὴ τὴν ἐγγύην πρὸς τὴν Θεοδώραν ἐνεχείρει ποιεῖν. ἀδύνατον δὲ ὂν ἄνδρα ἐς ἀξίωμα βουλῆς ἥκοντα ἑταίρᾳ γυναικὶ ξυνοικίζεσθαι, νόμοις ἄνωθεν τοῖς παλαιοτάτοις ἀπορρηθὲν,2 λῦσαί τε τοὺς νόμους τὸν βασιλέα νόμῳ ἑτέρῳ ἠνάγκασε καὶ τὸ ἐνθένδε ἅτε γαμετῇ τῇ Θεοδώρᾳ ξυνῴκησε, καὶ τοῖς ἄλλοις ἅπασι βάσιμον κατεστήσατο τὴν πρὸς τὰς ἑταίρας ἐγγύην, τυραννῶν τε αὐτίκα ἐπεβάτευε τῆς τοῦ αὐτοκράτορος τιμῆς προσχήματι συμπεπλασμένῳ τῆς πράξεως ἐπικαλύπτων τὸ βίαιον.
正是在此时,他着手与狄奥多拉订立婚约。然而,由于跻身元老院地位的男子不可能与娼妓同居,此事自古以来就已被最古老的法律所禁止,他便强迫皇帝通过另一项新法废除旧法,此后便把狄奥多拉作为明媒正娶的妻子共同生活,并且为所有其他人也开辟了与娼妓通婚的合法途径;他随即以专制君主的姿态篡夺了皇帝的尊荣,以虚构的幌子掩盖其行径的暴力本质。
ἀνεῖπον γὰρ αὐτὸν βασιλέα ξὺν τῷ θείῳ τῶν Ῥωμαίων, εἴ τι δόκιμον ἦν,3 δειμάτων περιουσίᾳ ἐπὶ ταύτην ἠγμένοι τὴν ψῆφον.
因为罗马人中的显贵显要之士,在极端恐惧的逼迫下投出此票,宣布他与叔父一同为罗马皇帝。
παρέλαβον τοίνυν τὴν βασιλείαν Ἰουστινιανός τε καὶ Θεοδώρα πρότερον τῆς Πασχαλίας ἑορτῆς ἡμέραις τρισὶν, ὅτε δὴ οὔτε ἀσπάσασθαι τῶν φίλων τινὰ οὔτε εἰρηναῖα προσειπεῖν ἔξεστιν.
于是,查士丁尼与狄奥多拉在复活节前三天接掌了帝国大权,而彼时按惯例既不可问候任何朋友,亦不可互致和平吉语。
ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον Ἰουστῖνος μὲν ἐτελεύτησε νόσῳ, τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη ἐννέα, μόνος δὲ Ἰουστινιανὸς ξὺν Θεοδώρᾳ τὴν βασιλείαν ἔσχεν.
过了没几天,查士丁因病去世,他在位享国九年;此后,唯有查士丁尼与狄奥多拉共同执掌了帝国江山。
- 9.43οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀνθρώπων ἁπάντων.
作者极具讽刺意味的反语(ironia)。表面上称暴徒们此后变得“最克制谨慎”,但紧接着的句子便揭示出其真意:暴徒们无论如何违法肆虐都能得到掌权者的纵容庇护与免责,这一反语有力揭露了法度荡然无存的现实。
- 9.51ἀδύνατον δὲ ὂν ... ἀπορρηθὲν
由非人称分词中性单数形式构成的宾格绝对结构(accusative absolute)。ἀδύνατον ὄν(“由于不可能”)与 ἀπορρηθέν(“已被禁止”)并列,共同作为原因副词从句,为后文主句中查士丁尼强迫皇帝颁布新法废除旧律提供了法律与社会背景。
- 9.52τῶν Ῥωμαίων, εἴ τι δόκιμον ἦν
以中性集合结构表达的限定从句。条件/关系从句 εἴ τι δόκιμον ἦν(“凡属有名望者/显贵之士”)与部分属格 τῶν Ῥωμαίων 结合,整体充当名词性主语,统指罗马统治精英与元老院贵族阶层。
