- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:10.1-10.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉虽出身低贱且往昔荒淫,却未遭元老院、教会、军队或民众的任何阻挠而登上后位,查士丁尼亦毫无耻感地与她成婚。作者将此怪异现象归结于命运那不讲理性的任性支配,并在末尾描写了狄奥多拉矮小、面色微黄但眼神锐利的相貌特征。
Οὕτω γοῦν ἡ Θεοδώρα, ὥσπερ ἐρρήθη, τεχθεῖσά τε καὶ τεθραμμένη καὶ παιδευθεῖσα ἐς βασιλείας ἀξίωμα τρόπῳ οὐδενὶ ἐμποδισθεῖσα ἦλθεν.
总之,狄奥多拉正是如前所述那样出生、成长并受教育的,然而她却未受任何阻碍就登上了皇权之尊。
οὐδὲ γὰρ τῷ γήμαντι ὕβρεώς τις οἴησις γέγονεν, εἴ οἱ παρὸν ἐκ πάσης ἀπολεξαμένῳ τῆς Ῥωμαίων ἀρχῆς γαμετὴν γυναῖκα ποιήσασθαι1 τὴν πασῶν γυναικῶν μάλιστα εὖ τε γεγονυῖαν καὶ τροφῆς κρυφαίου μεταλαχοῦσαν, τοῦ τε αἰδεῖσθαι οὐκ ἀμελέτητον γεγενημένην, καὶ σωφροσύνῃ ξυνῳκισμένην, πρὸς δὲ τῷ κάλλει ὑπερφυᾶ καὶ παρθένον τινὰ καὶ τὸ δὴ λεγόμενον ὀρθότιτθον οὖσαν.
因为娶她为妻的人心中毫无耻辱之感,尽管他本可以在整个罗马帝国中遴选,将所有妇女中最出身显贵、深居养育、熟谙谦逊、与谨肃相伴的女子纳为正妻,而且那女子本该美貌绝伦、冰清玉洁、正如俗话所说体态挺拔。
ὁ δὲ τὸ κοινὸν ἄγος ἁπάντων ἀνθρώπων αὑτοῦ ἴδιον πεποιῆσθαι οὐκ ἀπηξίου, ἐπ’ οὐδενὶ τῶν προδεδηλωμένων καταδυόμενος, καὶ γυναικὶ πλησιάζειν ἄλλα τε περιβεβλημένῃ μεγάλα μιάσματα καὶ παιδοκτονίας πολλὰς ἐθελουσίων ἀμβλώσεων. ἄλλο τέ μοι ἐνδεῖν ἤθους πέρι μνημονεῦσαι τοῦδε τοῦ ἀνθρώπου οὐδ’ ὁτιοῦν οἶμαι.2
但他却不以将全人类共同的污垢据为己有为耻,对前述之事无一感到羞愧,毫不介意与一个缠身于其他重大污秽、且因多次自愿堕胎而残害无辜婴儿的女人亲近。对于这个男人的品行,我认为我已无须再记录任何别的了。
ἅπαντα γὰρ αὐτοῦ τὰ τῆς ψυχῆς πάθη οὗτος ἂν ἀξιόχρεως ὁ γάμος σημῆναι διαρκῶς εἴη, ἑρμηνεύς τε καὶ μάρτυς τοῦ τρόπου καὶ λογογράφος γινόμενος.
因为这一桩婚姻便足以充分说明他灵魂中的一切恶疾,成为其品性的阐释者、见证人与记录官。
ἐπεὶ ὅστις ἀλογήσας τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην οὐκ ἀπαξιοῖ τοῖς ἐντυγχάνουσι βδελυρὸς φαίνεσθαι, τούτῳ δὴ οὐδεμία παρανομίας ἀτραπὸς ἄβατος, ἀλλὰ τὴν ἀναίδειαν ἀεὶ τοῦ μετώπου προβεβλημένος ῥᾷστά τε καὶ οὐδενὶ πόνῳ ἐς τῶν πράξεων τὰς μιαρωτάτας χωρεῖ.
因为任何人若蔑视自己所作所为带来的羞耻,不惜在遇到他的人面前显出令人憎恶的嘴脸,对他来说,就再没有任何不法之途是不可逾越的;他永远把厚颜无耻挂在额前,最轻松、毫不费力地走向最恶劣的罪行。
οὐ μὴν οὐδέ τις ἐκ τῆς συγκλήτου βουλῆς τὸ αἶσχος τοῦτο ἀναδουμένην τὴν πολιτείαν ὁρῶν δυσφορεῖσθαί τε καὶ τὴν πρᾶξιν ἀπειπεῖν ἔγνω, καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ προσκυνήσοντες.3
不仅如此,元老院中没有一人在看到国家蒙受这等奇耻大辱时表现出愤慨并决心加以阻止,尽管他们所有人都将如敬神一般向她俯伏跪拜。
ἀλλ’ οὐδέ τις ἱερεὺς δεινοπαθῶν ἔνδηλος γέγονε, καὶ ταῦτα δέσποιναν αὐτὴν προσερεῖν μέλλοντες.
甚至没有一位神职人员表现出痛心疾首,尽管他们还将称呼她为女主君。
καὶ ὁ πρότερον αὐτῆς θεατὴς δῆμος δοῦλος εὐθὺς οὐδενὶ κόσμῳ αὐτῆς εἶναί τε καὶ ὀνομάζεσθαι ὑπτίαις ἐδικαίου χερσίν.
而从前作为她观众的民众,甚至毫无体统地举起双手,甘愿立即成为并被称为她的奴隶。
οὐδέ τις στρατιώτης ἠγρίωτο, εἰ τοὺς ἐν τοῖς στρατοπέδοις κινδύνους ὑπὲρ τῶν τῆς Θεοδώρας πραγμάτων ὑφίστασθαι μέλλοι οὐδέ τις αὐτῇ ἄλλος ἀπήντησε τῶν ἁπάντων ἀνθρώπων, ἀλλὰ πάντες, οἶμαι, τῷ ταῦτα οὕτω δεδόσθαι κεκλιμένοι ἐνεχώρησαν ξυμπεραίνεσθαι τὸ μίασμα τοῦτο, ὥσπερ τῆς τύχης ἐπίδειξιν τῆς δυνάμεως πεποιημένης, ᾗ δὴ ἅπαντα πρυτανευούσῃ τὰ ἀνθρώπεια ὡς ἥκιστα μέλει οὔτε ὅπως ἂν τὰ πραττόμενα εἰκότα εἴη οὔτε ὅπως ἂν ταῦτα κατὰ λόγον τοῖς ἀνθρώποις γεγενῆσθαι δοκῇ.
没有哪个士兵因将要在军营中为狄奥多拉的利益冒着生命危险而愤慨,全人类中也没有任何其他人站出来反抗她;相反,我以为,所有人都向这种业已注定的局面低头,任由这污秽之事完成,仿佛命运在炫耀自己的力量一般——正是这位统管人间一切事务的命运,最不在乎所行之事是否合情合理,也最不在乎这些事在人们看来是否顺理成章。
ἐπαίρει γοῦν τινα ἐξαπιναίως ἀλογίστῳ τινὶ ἐξουσίᾳ ἐς ὕψος μέγα, ᾧπερ ἐναντιώματα μὲν πολλὰ ξυμπεπλέχθαι δοκεῖ, ἀντιστατεῖ δὲ παρά τι ἔργον τῶν πάντων οὐδὲν,4 ἀλλὰ ἄγεται μηχανῇ πάσῃ ὅπη ποτὲ αὐτῇ διατέτακται, ἁπάντων ἑτοίμως ἐξισταμένων τε καὶ ὑποχωρούντων προϊούσῃ τῇ τύχῃ. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.
无论如何,命运凭借某种不可理喻的权柄,突然将某人擢升至极高之位;此人看似被重重阻碍所纠缠,但实际上全无一事能对其构成抗拒,反而凭借各种巧机被引向命运所安排的任何方向,众人在命运前行之际皆心甘情愿地退让回避。然而,这些事就听凭神的旨意,任其如此并作此论说吧。
Ἡ δὲ Θεοδώρα εὐπρόσωπος μὲν ἦν καὶ εὔχαρις ἄλλως, κολοβὸς δὲ καὶ ὡρακιῶσα οὐ παντάπασι μὲν, ἀλλ’ ὅσον ὑπόχλωρος εἶναι, γοργόν τε καὶ συνεστραμμένον ἀεὶ βλέπουσα.
狄奥多拉容貌秀丽,在其他方面也颇具魅力,但身材矮小,面色苍白——倒不是全然苍白,而是略显蜡黄——眼神总是冷峻而尖锐。
- 10.2εἴ οἱ παρὸν ἐκ πάσης ἀπολεξαμένῳ τῆς Ῥωμαίων ἀρχῆς γαμετὴν γυναῖκα ποιήσασθαι
παρόν 是无人称动词 πάρεστι 的宾格绝对结构,带有让步意味(“尽管对他而言本可以……”)。连词 εἰ 引导此让步/条件从句,修饰主句 οὐδὲ γὰρ τῷ γήμαντι ὕβρεώς τις οἴησις γέγονεν(“对于娶她的人而言毫无耻辱之感”)。
- 10.3ἄλλο τέ μοι ἐνδεῖν ἤθους πέρι μνημονεῦσαι τοῦδε τοῦ ἀνθρώπου οὐδ’ ὁτιοῦν οἶμαι
由主动词 οἶμαι 支配的带不定式结构,οὐδʼ ὁτιοῦν ἄλλο 作不定式 ἐνδεῖν 的主语,μνημονεῦσαι 作说明性不定式:“我认为对于我(μοι)而言,关于这个人的品行已不再缺少任何其他可记述的内容(μνημονεῦσαι)”。
- 10.6καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ προσκυνήσοντες
由 καίπερ 搭配将来分词(προσκυνήσοντες)构成的让步结构:“尽管他们所有人都将如敬神一般向她俯伏跪拜”。将来分词表示命中注定或即将发生的情态。
- 10.10ἐπαίρει γοῦν τινα ἐξαπιναίως ἀλογίστῳ τινὶ ἐξουσίᾳ ἐς ὕψος μέγα, ᾧπερ ἐναντιώματα μὲν πολλὰ ξυμπεπλέχθαι δοκεῖ, ἀντιστατεῖ δὲ παρά τι ἔργον τῶν πάντων οὐδὲν
主语承接前句的 ἡ τύχη(命运)。关系代词 ᾧπερ(与格)回指先行词 τινα,并在随后的对比结构(μέν...δέ)中共同充当与格补足语:“某人看似被重重阻碍所纠缠,然而实际上却无一事能对其构成抗拒”。
