- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:9.25-9.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉遭赫凯博鲁斯逐出后在东方各地行淫,返回拜占庭后深受查士丁尼狂热宠爱并纵容蓝党胡作非为;查士丁尼病危期间城市长官狄奥托多斯依法惩办暴乱党徒,却在查士丁尼意外痊愈后遭其报复。
οἱ μὲν οὖν αὐτῇ πλησιάζοντες ἔνδηλοι εὐθὺς ἀπ’ αὐτοῦ ἦσαν, ὅτι δὴ οὐ κατὰ νόμον τῆς φύσεως τὰς μίξεις ποιοῦνται· ὅσοι δὲ αὐτῇ ἐν ἀγορᾷ τῶν ἐπιεικεστέρων ἐντύχοιεν, ἀποκλινόμενοι σπουδῇ ὑπεχώρουν, μή του τῶν ἱματίων τῆς ἀνθρώπου ἁψάμενοι μεταλαχεῖν τοῦ μιάσματος τούτου δόξειαν.
因此,那些与她亲近的人立刻从这件事上显露出来,表明他们行的是违反自然之理的交媾;每当较有德行的人在广场上遇见她,都会急忙避让退避,生怕触及这妇人的衣衫而被认为沾染了这种污秽。
ἦν γὰρ τοῖς ὁρῶσιν ἄλλως τε καὶ ἀρχομένης ἡμέρας βλάσφημος οἰωνός. ἐς μέντοι τὰς συνθεατρίας ἀγριώτατα εἰώθει ἐς ἀεὶ σκορπιαίνεσθαι· βασκανίᾳ γὰρ πολλῇ εἴχετο.
因为对目睹者而言,尤其是在一日之始,这乃是极其不祥的凶兆。然而对于剧场的女同僚,她却向来习惯于施以最野蛮的敌意与怨恨,因为她被强烈的嫉妒所缠绕。
Ἑκηβόλῳ δὲ ὕστερον Τυρίῳ ἀνδρὶ τὴν ἀρχὴν παραλαβόντι Πενταπόλεως ἐς τὰ αἴσχιστα ὑπηρετήσουσα εἵπετο, ἀλλά τι τῷ ἀνθρώπῳ προσκεκρουκυῖα ἐνθένδε ὅτι τάχιστα ἀπηλαύνετο· διὸ δὴ αὐτῇ ἀπορεῖσθαι τῶν ἀναγκαίων ξυνέπεσεν, ἅπερ τὸ λοιπὸν ἐπορίζετο τὴν ἐς τὸ σῶμα παρανομίαν, ᾗπερ εἴθιστο, ἐργαζομένη.
后来,提尔人赫凯博鲁斯接任庞达波里斯的总督,她便跟从他前去伺候其最可耻的行径;但因触怒了这名男子,她旋即被尽快驱逐出境。由此她陷入了缺乏生活必需品的境地,此后便如往常那样,以糟蹋自己身体的非法勾当来维持生计。
ἐς μὲν οὖν Ἀλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως ὁ θεὸς εἴη,1 ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι.
于是她起初来到了亚历山大里亚。随后走遍整个东方,返回了拜占庭;她在每座城市操持的营生,我想,若有人直呼其名,上帝也绝不会再宽宥他,仿佛凶神不愿容忍任何一处地方对狄奥多拉的放荡一无所知。
Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ γεγενῆσθαι2 καὶ ἐς πάντας ἀνθρώπους.
如此看来,这个女人的降生与成长,以及在众多娼妓之间和全人类面前声名狼藉,便正是这般光景。
ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆς Ἰουστινιανὸς ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν ἐς τὸ τῶν πατρικίων ἀξίωμα.
当她再次返回拜占庭时,查士丁尼以罕见的狂热之爱爱上了她;起初他只把她当作情妇亲近,尽管将她提升到了贵族阶层的尊荣地位。
δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα ἐπιεικῶς μεγάλα περιβαλέσθαι ἡ Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ ἀνθρώπῳ ἐφαίνετο, ὃ δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι.
于是狄奥多拉立刻得以攫取了非凡的权力和极其庞大的财富;因为对这个男人而言,将一切恩宠与所有财富慷慨赠予心爱的女子,似乎是天底下最惬意之事——正如那些陷入狂爱之人常有的情形一样。
ἐγίνετό τε ἡ πολιτεία τοῦ ἔρωτος τοῦδε ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα μόνον, ἀλλ’ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.
国家政权随之沦为这股激情的薪柴。因此,他与她一同变本加厉地败坏民众,不仅在本地如此,而且在整个罗马帝国境内皆是如此。
ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς στασιώταις τὰ ἐς τὴν πολιτείαν πράγματα ἔθεντο.
因为他们二人自古以来都属于蓝党阵营,便将国家的事务在极大的特权下交由这些党徒处置。
χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει τρόπῳ τοιῷδε.
但在很久之后,这场祸患的大部分以如下方式得以稍事平息。
Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τινα Ὑπάτιον οὐκ ἀφανῆ ἄνδρα δι’ ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διεχρήσαντο.
查士丁尼接连许多天患病,在这场重病中他陷入极度的危险,以至于甚至传闻他已经死去;然而暴徒们依然犯下上述罪行,并于光天化日之下在圣索菲亚圣殿内杀害了一位名叫许帕提乌斯的知名显贵。
ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ’ αὐτὸν ἕκαστος, ἐπεὶ τῆς Ἰουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι τετύχηκε.
凶行既成,此事的动乱传入皇帝耳中;皇帝身边的随从每一个人都趁查士丁尼不在之机,极力夸大所犯罪行的恶劣程度,自始至终陈述了发生的一切勾当。
τότε δὴ ὁ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν.
彼时皇帝遂命令城市行政长官对所有已发生之事予以惩办。此人名叫狄奥多托斯,人们给他起了个浑名叫“葫芦”。
καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε, πολλοὶ δὲ καὶ διαλαθόντες ἐσώθησαν. μεταξὺ γὰρ ἐπιαπολέσθαι αὐτοὺς πράγμασι Ῥωμαίων ἔδει. ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν3 καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε φαρμακέα καὶ μάγον εὐθὺς ἐνεχείρει.
他明察秋毫,依照法律擒获并处决了许多恶徒,但也有许多人潜逃隐匿而保全了性命;因为他们命中注定要在此后伴随罗马国家的覆灭而灭亡。然而,侥幸突然病愈脱险的查士丁尼,却立刻着手以毒药师和巫师的罪名将狄奥多托斯置于死地。
- 9.28ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως ὁ θεὸς εἴη
与格分词 ὀνομάζοντι 在此充当条件从句(相当于 εἰ ἄνθρωπός τις ὀνομάζοι),与主句中的潜能祈愿式(οὐκ ἄν ... εἴη)相应,构成表潜在可能的条件句(“如果有人说出它的名字,神绝不会[对他]宽仁”)。同时,该与格也充当形容词 ἵλεως 的补足语。
- 9.29τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ γεγενῆσθαι
无人称动词 ξυνέβη 统辖三个完成时不定式(τετέχθαι、τετράφθαι、γεγενῆσθαι)。τῇδε τῇ γυναικί 是从属于 ξυνέβη 的与格补足语(关涉与格)。最后一个不定式的表语形容词 διαβοήτῳ 并未作宾格(διαβόητον),而是受逻辑主语与格 τῇδε τῇ γυναικί 的吸引而保持了与格一致。
- 9.39ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν
主语“ὁ δέ”并非指紧接在前的狄奥多托斯,而是指向上文陷入重病的查士丁尼。伴随被动分词 διασωθείς,παράδοξον σωτηρίαν 充当同源宾格/内含宾格(字面为“得获了意想不到的救全/生还”)。
