← 普罗科皮乌斯

秘史

§9.14-9.24

狄奥多拉的极度放荡与恶名昭彰的表演

本节详述了狄奥多拉在剧场内外的极端放荡、对羞耻之心的全无顾忌,以及她在舞台上公开上演的臭名昭著的表演。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.14

οὐ γάρ τινος αἰδοῦς τῇ ἀνθρώπῳ μετῆν ἢ διατραπεῖσάν τις αὐτὴν πώποτε εἶδεν, ἀλλ̓ ἐς ἀναισχύντους ὑπουργίας οὐδεμιᾷ ὀκνήσει ἐχώρει, καὶ τοιαύτη τις ἦν οἵα ῥαπιζομένη μὲν καὶ κατὰ κόρρης πατασσομένη χαριεντίζειν τε καὶ μέγιστα ἀνακαγχάζειν, ἀποδυσαμένη τε τά τε πρόσω καὶ τὰ ὀπίσω τοῖς ἐντυγχάνουσι γυμνὰ ἐπιδεῖξαι,1 ἃ τοῖς ἀνδράσι θέμις ἄδηλά τε καὶ ἀφανῆ εἶναι.

因为这妇人毫无半点羞耻之心,也从未有人见她露出过窘态;相反,她毫不犹豫地投身于寡廉鲜耻的勾当。她是这样一种人:即便被人掌掴、痛击面颊,仍能戏谑说笑并放声大笑;她脱去衣衫,将赤裸的前后身段展露在相遇之人眼前,把按理对男子应当隐秘不见的部位显露无遗。

§9.15

Ἐς δὲ τοὺς ἐραστὰς ἐχλεύαζέ τε βλακεύουσα καὶ νεωτέραις ἀεὶ τῶν μίξεων ἐνδιαθρυπτομένη ἐπιτεχνήσεσι παραστήσασθαι τὰς τῶν ἀκολάστων ψυχὰς ἐς ἀεὶ ἴσχυεν, ἐπεὶ οὐδὲ πειρᾶσθαι πρός του τῶν ἐντυγχανόντων ἠξίου, ἀλλ’ ἀνάπαλιν αὐτὴ γελοιάζουσά τε καὶ βωμολόχως ἰσχιάζουσα τοὺς παραπεπτωκότας ἅπαντας, ἄλλως τε καὶ ἀγενείους ὄντας ἐπείρα.

对待情夫,她轻佻怠慢并极尽嘲弄,总以新奇的交媾技巧卖弄风骚,从而始终能够俘获放荡之徒的心灵;因为她不屑于被偶遇者追求,反而自己嬉笑打闹、下流地扭动腰臀,去勾引所有狭路相逢之人,尤其是那些尚无胡须的青年。

§9.16

ἥσσων γάρ τις οὕτως ἡδονῆς ἁπάσης οὐδαμῆ γέγονεν, ἐπεὶ καὶ ἐς ξυναγώγιμον δεῖπνον πολλάκις ἐλθοῦσα ξὺν νεανίαις δέκα, ἢ τούτων πλείοσιν, ἰσχύϊ τε σώματος ἀκμάζουσι λίαν καὶ τὸ λαγνεύειν πεποιημένοις ἔργον, ξυνεκοιτάζετο μὲν τοῖς συνδείπνοις ἅπασι τὴν νύκτα ὅλην, ἐπειδὰν δὲ πρὸς τὸ ἔργον τοῦτο πάντες ἀπείποιεν, ἥδε παρὰ τοὺς ἐκείνων οἰκέτας ἰοῦσα τριάκοντα ὄντας, ἂν οὕτω τύχοι, ξυνεδυάζετο μὲν αὐτῶν ἑκάστῳ, κόρον δὲ οὐδ̓ ὣς ταύτης δὴ τῆς μισητίας ἐλάμβανε.

世上绝无第二人如此彻底地屈从于一切享乐;她常去参加十名或更多身强力壮、沉溺肉欲的年轻人的集资宴席,整夜与所有同席者通宵达旦地交合;而当他们都在这番劳作中败下阵来,她便走向他们那为数约三十人的仆役,与他们逐一配对,即便如此也对这等淫靡行径毫无厌足。

§9.17

Καί ποτε ἐς τῶν τινος ἐπιφανῶν οἰκίαν ἐλθοῦσα μεταξὺ τοῦ πότου θεωμένων αὐτὴν, ὥς φασι, τῶν ξυμποτῶν ἁπάντων, ἐς τὸ προὖχον ἀναβᾶσα τῆς κλίνης ἀμφὶ τὰ πρὸς ποδῶν ἀνασύρασά τε τὰ ἱμάτια οὐδενὶ κόσμῳ ἐνταῦθα οὐκ ἀπηξίωσε τὴν ἀκολασίαν ἐνδείκνυσθαι.

有一次,她来到一位显贵家中,据说在酒过三巡、全体宾客注视之下,她登上了卧榻突出的床脚,毫无节制地撩起衣袍,竟不惮于当场炫耀其淫荡。

§9.18

ἡ δὲ κἀκ τριῶν τρυπημάτων ἐργαζομένη ἐνεκάλει τῇ φύσει, δυσφορουμένη ὅτι δὴ μὴ καὶ τοὺς τιτθοὺς αὐτῇ εὐρύτερον ἢ νῦν εἰσι τρυπῴη,2 ὅπως καὶ ἄλλην ἐνταῦθα μίξιν ἐπιτεχνᾶσθαι δυνατὴ εἴη.

她虽周旋于周身的三处窍穴操持生计,却仍抱怨造化之不公,恼恨造物未曾在她的乳房上钻出比现在更宽阔的孔洞,以便她能在此处再设计出另一种交合之道。

§9.19

καὶ συχνὰ μὲν ἐκύει, πάντα δὲ σχεδὸν τεχνάζουσα ἐξαμβλίσκειν εὐθὺς ἴσχυε.

她频频受孕,但施展诸般手段,几乎每次都能立刻成功堕胎。

§9.20

Πολλάκις δὲ κἀν τῷ θεάτρῳ ὑπὸ θεατῇ παντὶ τῷ δήμῳ ἀπεδύσατό τε καὶ γυμνὴ διὰ μέσου ἐγένετο, ἀμφὶ τὰ αἰδοῖα καὶ τοὺς βουβῶνας διάζωμα ἔχουσα μόνον, οὐχ ὅτι μέντοι ᾐσχύνετο καὶ ταῦτα τῷ δήμῳ δεικνύναι, ἀλλ’ ὅτι ἐνταῦθα γυμνῷ παντάπασι παριέναι οὐδενὶ ἔξεστιν ὅτι μὴ τῷ ἀμφὶ τοὺς βουβῶνας διάζωμα ἔχοντι. οὕτω μέντοι τοῦ σχήματος ἔχουσα, ἀναπεπτωκυῖά τε ἐν τῷ ἐδάφει ὑπτία ἔκειτο. θῆτες δέ τινες, οἷς δὴ τὸ ἔργον τόδε ἐνέκειτο, κριθὰς αὐτῇ ὕπερθεν τῶν αἰδοίων ἐρρίπτουν, ἃς δὴ οἱ χῆνες, οἳ ἐς τοῦτο παρεσκευασμένοι ἐτύγχανον, τοῖς στόμασιν ἐνθένδε κατὰ μίαν ἀνελόμενοι ἤσθιον.

在剧场中,她也常常在全体民众的注视下褪去衣物,赤身裸体立于场地中央,仅在私处和腹股沟围有一条腰布——倒并非她羞于向民众展示这些部位,而是因为此地绝不允许一丝不挂者入场,除非在腹股沟处系有腰布。然而,她正是以此种姿态,仰面平躺在地面之上。某些受命承担此事的苦役便将大麦粒洒在她的私处上方,而事先为此训练好的鹅群,便从那里用喙逐粒啄食。

§9.22

ἡ δὲ οὐχ ὅτι οὐκ ἐρυθριῶσα ἐξανίστατο, ἀλλὰ καὶ φιλοτιμουμένῃ ἐπὶ ταύτῃ δὴ τῇ πράξει ἐῴκει.3 ἦν γὰρ οὐκ ἀναίσχυντος μόνον, ἀλλὰ καὶ ἀναισχυντοποιὸς πάντων μάλιστα.

她起身时不仅毫不脸红,反而仿佛以此行径为荣;因为她不仅不知羞耻,更是一切人中最能催生无耻之人。

§9.23

πολλάκις δὲ καὶ ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει ἐπὶ τῆς σκηνῆς λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκεντῶσα τοῖς τε διάπειραν αὐτῆς ἔχουσι καὶ τοῖς οὔπω πεπλησιακόσι τὰ ἐκ παλαίστρας τῆς αὐτῇ εἰωθυίας βρενθυομένη.

她还常常脱光衣服,与小丑们一同立在舞台中央,弓起腰背,翘起臀部,向那些已然尝过其滋味者以及尚未亲近过她的人,骄横地炫耀她惯常竞技场中的本领。

§9.24

οὕτω δὲ ἀκολάστως ἐς τὸ σῶμα τὸ αὑτῆς ὕβριζεν, ὥστε τὴν αἰδῶ οὐκ ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ̓ ἐν τῷ προσώπῳ ἔχειν ἐδόκει.4

她如此荒淫无度地糟蹋自己的躯体,以至于她似乎并不像寻常妇人那般将羞耻置于造化所定的部位,而是挂在面孔之上。

语法注4 条
  1. 9.14τοιαύτη τις ἦν οἵα ῥαπιζομένη μὲν καὶ κατὰ κόρρης πατασσομένη χαριεντίζειν τε καὶ μέγιστα ἀνακαγχάζειν, ἀποδυσαμένη τε τά τε πρόσω καὶ τὰ ὀπίσω τοῖς ἐντυγχάνουσι γυμνὰ ἐπιδεῖξαι

    指示代词 τοιαύτη 与关系代词 οἵα 形成呼应,后接不定式(χαριεντίζειν、ἀνακαγχάζειν 与 ἐπιδεῖξαι),构成表示性质或结果的固定句式(τοιοῦτος οἷος + 不定式,意为“具有……性质以至于……”),充当系动词 ἦν 的表语。

  2. 9.18ὅτι δὴ μὴ καὶ τοὺς τιτθοὺς αὐτῇ εὐρύτερον ἢ νῦν εἰσι τρυπῴη

    在由分词 δυσφορουμένη(抱怨)引导的从句中,希求法动词 τρυπῴη 为斜格希求法(optativus obliquus),表达间接引语或主观理由,反映的是狄奥多拉本人的怨怼而非叙述者的客观判断。

  3. 9.22οὐχ ὅτι οὐκ ἐρυθριῶσα ἐξανίστατο, ἀλλὰ καὶ φιλοτιμουμένῃ ἐπὶ ταύτῃ δὴ τῇ πράξει ἐῴκει

    固定句式 οὐχ ὅτι ... ἀλλὰ καί(“不仅……,而且甚至……”)中,第二个否定词 οὐκ 修饰分词 ἐρυθριῶσα(“毫不脸红地”),构成递进强调,意指她起身时不仅毫无羞色,反而似乎以此事为傲。

  4. 9.24τὴν αἰδῶ οὐκ ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ̓ ἐν τῷ προσώπῳ ἔχειν ἐδόκει

    名词 αἰδώς 兼具精神上的“羞耻心”与解剖学意义上的“私处/羞部”(pudenda,即此处的 ἡ τῆς φύσεως χώρα)。作者借双关进行讽刺:普通女子将羞耻保留在造化所赋予之处,而她却将之倒置于面孔之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:9.14-9.24