- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:9.1-9.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在结束对查士丁尼品格的描述后,转向叙述其妻狄奥多拉的出身,详述了其父去世后家境的困顿、转投蓝党的经过,以及狄奥多拉早年涉足舞台与卖淫的经历。
Ἰουστινιανῷ μὲν οὖν τὰ ἐς τὸν τρόπον ὅσα γε ἡμᾶς δύνασθαι φράσαι τῇδέ πη εἶχεν. ἔγημε δὲ γυναῖκα, ἣ ὅντινα τρόπον γενομένη τε καὶ τραφεῖσα καὶ τῷδε τῷ ἀνθρώπῳ ἐς γάμον ξυναφθεῖσα πρόρριζον Ῥωμαίοις τὴν πολιτείαν ἐξέτριψεν, ἐγὼ δηλώσω.1
关于查士丁尼的品性,就我们所能表述的而言,大体便是如此。至于他所娶的妻子,究竟是何种出身、如何长大成人,又是如何与此人结为连理并将罗马人的政体连根拔起,我将一一阐明。
Ἀκάκιος ἦν τις ἐν Βυζαντίῳ θηριοκόμος τῶν ἐν κυνηγεσίῳ θηρίων μοίρας Πρασίνων, ὅνπερ ἀρκοτρόφον καλοῦσιν.
拜占庭曾有一名看管绿党狩猎野兽的饲养员,名叫阿卡基奥斯,人们称他为养熊人。
οὗτος ὁ ἀνὴρ Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος ἐτελεύτησε νόσῳ παίδων οἱ ἀπολελειμμένων τριῶν2 θήλεος γένους, Κομιτοῦς τε καὶ Θεοδώρας καὶ Ἀναστασίας, ὧνπερ ἡ πρεσβυτάτη οὔπω ἑπταέτης γεγονυῖα ἐτύγχανεν.
此人在阿纳斯塔修斯掌权期间因病去世,留下了三个女儿,即科米托、狄奥多拉和阿纳斯塔西娅,其中最长者尚不足七岁。
ἡ δὲ γυνὴ ἐκπεσοῦσα ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἦλθεν, ὃς δὴ ξὺν αὐτῇ τῶν τε κατὰ τὴν οἰκίαν καὶ τοῦ ἔργου τούτου ἐπιμελήσεσθαι τὸ λοιπὸν ἔμελλεν.
遗孀遂改嫁另一名男子,该男子本应此后与她一同料理家务并照管这项差事。
ὁ δὲ τῶν Πρασίνων ὀρχηστὴς Ἀστέριος ὄνομα χρήμασι πρὸς ἑτέρου ἀναπεισθεὶς τούτους μὲν τῆς τιμῆς ταύτης ἀπέστησε, τὸν δέ οἱ τὰ χρήματα δόντα ἐς αὐτὴν ἀντεκατέστησεν οὐδενὶ πόνῳ. τοῖς γὰρ ὀρχησταῖς τὰ τοιαῦτα ἐξῆν διοικεῖσθαι κατ̓ ἐξουσίαν ᾗ βούλοιντο.
然而绿党的舞伶阿斯泰里奥斯收受了旁人的贿赂,毫无困难地将他们从这一职位上撤下,改换那名行贿者取而代之。因为舞伶们有权依照自己的心意专断处置此类事务。
ἐπεὶ δὲ τὸν δῆμον ξύμπαντα ἡ γυνὴ ἐν κυνηγεσίῳ ἀγηγερμένον εἶδε, στέμματα ταῖς παισὶν ἔν τε τῇ κεφαλῇ καὶ ἀμφοτέραις ταῖς χερσὶν ἐνθεμένη ἐς τὴν ἱκετείαν ἐκάθισεν.
那妇人见全体民众聚集在狩猎场,便将花冠戴在幼女们的头上并放在她们的双手之中,命她们以求告者的姿态跪坐。
ἀλλ’ οἱ Πράσινοι μὲν προσίεσθαι τὴν ἱκετείαν οὐδαμῆ ἔγνωσαν, Βένετοι δὲ αὐτὰς ἐπὶ ταύτης δὴ κατεστήσαντο τῆς τιμῆς, ἐπεὶ ὁ θηριοκόμος ἐτετελευτήκει καὶ αὐτοῖς ἔναγχος.
但绿党决意绝不接纳此项求告;相反,蓝党却将她们安置在此职位上,因为蓝党的野兽饲养员不久前也刚刚过世。
ἐπεὶ δὲ τὰ παιδία ταῦτα ἐς ἥβην ἦλθε, καθῆκεν αὐτὰ ἐπὶ τῆς ἐνταῦθα σκηνῆς αὐτίκα ἡ μήτηρ, ἐπεὶ εὐπρεπεῖς τὴν ὄψιν ἦσαν, οὐ μέντοι ὑπὸ χρόνον τὸν αὐτὸν ἁπάσας, ἀλλ’ ὡς ἑκάστη ἔδοξέν οἱ ἐς τὸ ἔργον τοῦτο ὡραία εἶναι.
当这些女童到了青春期,母亲便立即将她们送上了当地的舞台,因为她们相貌俊美;不过并非在同一时期全部送去,而是每当母亲觉得哪一个适合这门营生便送去哪一个。
ἡ μὲν οὖν πρώτη Κομιτὼ ἤδη ἐν ταῖς καθ’ αὑτὴν ἑταίραις λαμπρὰ ἐγεγόνει· Θεοδώρα δὲ ἡ μετ’ ἐκείνην χιτωνίσκον χειριδωτὸν ἀμπεχομένη δούλῳ παιδὶ πρέποντα τά τε ἄλλα ὑπηρετοῦσα εἵπετο καὶ τὸ βάθρον ἐπὶ τῶν ὤμων ἀεὶ ἔφερεν, ἐφ’ οὗπερ ἐκείνη ἐν τοῖς ξυλλόγοις καθῆσθαι εἰώθει.
长女科米托已然在同龄的交际花中名声赫赫;居次的狄奥多拉则身着适合奴仆的有袖短外衣随侍在侧,不仅照料杂务,还始终将一张矮凳扛在肩头,那正是其姐在聚会中惯常就坐之物。
τέως μὲν οὖν ἄωρος οὖσα ἡ Θεοδώρα ἐς κοίτην ἀνδρὶ ξυνιέναι οὐδαμῆ εἶχεν, οὐδὲ οἷα γυνὴ μίγνυσθαι· ἡ δὲ τοῖς κακοδαιμονοῦσιν ἀνδρείαν τινὰ μισητίαν ἀνεμίσγετο, καὶ ταῦτα δούλοις, ὅσοι τοῖς κεκτημένοις ἑπόμενοι ἐς τὸ θέατρον πάρεργον τῆς οὔσης αὐτοῖς εὐκαιρίας τὸν ὄλεθρον τοῦτον εἰργάζοντο, ἔν τε μαστροπείῳ πολύν τινα χρόνον ἐπὶ ταύτῃ δὴ τῇ παρὰ φύσιν ἐργασίᾳ τοῦ σώματος διατριβὴν εἶχεν.
此前,尚未成熟的狄奥多拉全然无法与男子同床共寝,亦不能如妇人般交合;但她却与那些下贱之人从事某种男性的下流勾当,特别是那些跟随主人来到剧场、将这种败德行径视作闲暇副业的奴隶们,并且在妓馆中以此种违背自然的肉体交易消磨了很长一段时间。
ἐπειδὴ δὲ τάχιστα ἔς τε τὴν ἥβην ἀφίκετο καὶ ὡραία ἦν ἤδη, εἰς τὰς ἐπὶ σκηνῆς καθῆκεν αὑτὴν, ἑταίρα τε εὐθὺς ἐγεγόνει, οἵανπερ οἱ πάλαι ἄνθρωποι ἐκάλουν πεζήν.3
然而一旦她步入青春期且已然成熟,便投身于舞台上的伶人之列,迅即成为古人所谓‘步行的娼妓’。
οὐ γὰρ αὐλήτρια οὐδὲ ψάλτρια ἦν, οὐ μὴν οὐδὲ τὰ ἐς τὴν ὀρχήστραν αὐτῇ ἤσκητο, ἀλλὰ τὴν ὥραν τοῖς ἀεὶ περιπίπτουσιν ἀπεδίδοτο μόνον ἐκ παντὸς ἐργαζομένη τοῦ σώματος.
因为她既非笛师亦非琴手,甚至从未研习过舞蹈,仅仅向不期而至的过客出卖青春,利用周身的每一寸肉体操持皮肉生涯。
εἶτα τοῖς μίμοις τὰ ἐς τὸ θέατρον πάντα ὡμίλει καὶ τῶν ἐνταῦθα ἐπιτηδευμάτων μετεῖχεν αὐτοῖς, γελωτοποιοῖς τισι βωμολοχίαις ὑπηρετοῦσα. ἦν γὰρ ἀστεία διαφερόντως καὶ σκώπτρια, ἀπόβλεπτός τε ἐκ τοῦ ἔργου εὐθὺς ἐγεγόνει.
随后,她与小丑们在剧场的一切事物上厮混,参与他们在那里的各种勾当,以引人发笑的粗鄙插科打诨供人驱策;因为她格外机智诙谐且尖酸刻薄,凭着这门勾当立刻成了众人注目的焦点。
- 9.1ἣ ὅντινα τρόπον γενομένη τε καὶ τραφεῖσα καὶ τῷδε τῷ ἀνθρώπῳ ἐς γάμον ξυναφθεῖσα πρόρριζον Ῥωμαίοις τὴν πολιτείαν ἐξέτριψεν, ἐγὼ δηλώσω
关系代名词 ἣ 置于句首,先行词为 γυναῖκα,同时前置(prolepsis)作为后接间接疑问从句(ὅντινα τρόπον... ἐξέτριψεν)的主语,全句由句末的主动词 ἐγὼ δηλώσω 所支配。其中的一系列分词(γενομένη, τραφεῖσα, ξυναφθεῖσα)均修饰 ἣ。
- 9.3παίδων οἱ ἀπολελειμμένων τριῶν
属于属格独立结构(παίδων... ἀπολελειμμένων),其中嵌入了指代阿卡基奥斯的利害与格代词 οἱ,意为“有三个孩子留给了他 / 在留下三个孩子的情况下”。
- 9.11πεζήν
形容词 πεζός(意为“步行的”、“普通的”)的比喻用法。正如后一句(οὐ γὰρ αὐλήτρια... ἦν)所解释的,它专指不具备吹笛、抚琴或舞蹈等技艺,纯粹靠肉体接客的最普通、无专业才艺的底层妓女。
