← 普罗科皮乌斯

秘史

§8.19-8.33

图密善铜像与查士丁尼的邪恶性格

本节记述了图密善之妻依其缝合的遗体铸造青铜像且其形貌酷似查士丁尼的典故,随后详细揭露并批判了查士丁尼虚伪、残暴、挥霍无度等极其恶劣的品性与祸国统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19

μνημεῖα τῷ ὄπισθεν χρόνῳ ἐπενόει τάδε. τὰ Δομετιανοῦ ξυλλεξαμένη κρέα, ξυνθεῖσά τε αὐτὰ ἐς τὸ ἀκριβὲς καὶ ἐναρμοσαμένη ἐς ἄλληλα κατέρραψε μὲν τὸ σῶμα ὅλον, τοῖς δὲ πλάσταις ἐνδειξαμένη ἐν εἰκόνι χαλκῇ τὸ πάθος ἀπομιμεῖσθαι τοῦτο ἐκέλευεν.

她为后世设想了如下的纪念方式。她将图密善的肉块收集起来,严丝合缝地拼接并相互嵌合,缝合了整具尸体,随后展示给雕塑家们,命他们在一尊青铜像中重现这番惨状。

§8.20

οἱ μὲν οὖν τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι,1 εἶδός τε τὸ Δομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ χρόνου.

工匠们随即制成了雕像。该妇人取来雕像,立在通往卡比托利欧的坡道右侧(从广场前往彼处时),直至今日依然昭示着图密善的形貌与惨状。

§8.21

εἰκάσειεν ἄν τις τό τε ἄλλο Ἰουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι.

任何人都会推测,查士丁尼身躯的其余部分、面容本身以及全部的面部特征,皆清晰地呈现在这尊雕像之中。

§8.22

Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν· τὸν δὲ τρόπον ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος οὐδενὶ πόνῳ.2

在外貌上,他大体就是如此;至于其品格,我恐怕无法准确道出。因为此人既作恶多端又极易受人摆布,即人们所谓的“既蠢又坏之徒”,他对所遇之人自己从不以真诚相对,而是凡事始终怀揣诡诈之心言谈行事,同时又毫不费力地任由那些企图欺骗他的人摆布。

§8.23

καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ ἐν τῶν χρωμάτων τῇ μίξει.

在他体内天生有着一种奇异的禀性,乃是由愚蠢与恶劣混杂而成。这或许正如早先一位漫步学派哲学家所断言的那样,最对立的属性在人性中亦能并存,正如在颜料的混合中一样。

§8.24

γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν.3 ἦν τοίνυν ὁ βασιλεὺς οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν, διπλοῦς, ἄνθρωπος δεινὸς, ὑποκρίνασθαι γνώμην τελεώτατος, καὶ δάκρυα οὐχ ὑφ’ ἡδονῆς τινος ἢ πάθους ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας παρὸν, ψευδόμενος ἐς ἀεὶ, οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς αὑτοῦ.

然而我仍要写下我力所不逮之事。这位皇帝为人虚伪、狡诈、矫揉造作、暗藏怒意、表里不一,是个阴险可怖之人,极擅伪装本心,且落泪并非出于喜悦或痛苦,而是因时因地根据眼下的需要作伪,终日撒谎,却又绝非信口开河,而是就所达成的协定订立文书并立下最森严的誓言,而且是对自己的臣民如此。

§8.25

ἀνεχώρει δὲ τῶν τε ὡμολογημένων καὶ ὀμωμοσμένων εὐθὺς, ὥσπερ τῶν ἀνδραπόδων τὰ χείριστα, δέει τῶν ἐγκειμένων σφίσι βασάνων διώμοτα εἰς τὴν ὁμολογίαν ἠγμένα.

但他随即又背弃协议与誓约,恰如最劣等的奴隶,在逼近眼前的酷刑恐惧下被逼发誓作出招供一般。

§8.26

φίλος ἀβέβαιος, ἐχθρὸς ἄσπονδος, φόνων τε καὶ χρημάτων διάπυρος ἐραστὴς, δύσερίς τε καὶ νεωτεροποιὸς μάλιστα, ἐς μὲν τὰ κακὰ εὐπαράγωγος, ἐς δὲ τὰ ἀγαθὰ οὐδεμιᾷ ξυμβουλῇ ἥκων, ἐπινοῆσαι μὲν τὰ φαῦλα καὶ ἐπιτελέσαι ὀξὺς, τῶν δὲ δὴ ἀγαθῶν καὶ αὐτήν που τὴν ἀκοὴν ἁλμυρὰν εἶναι οἰόμενος.

他是个不可靠的朋友,不共戴天的仇敌,对杀戮与钱财有着狂热的痴迷,极喜争斗且热爱动乱,极易被诱入恶事,对善行则不听任何劝告,构思并实行卑劣之事敏捷迅速,而对于良善之事,却连听上一听都觉得苦涩难耐。

§8.27

πῶς ἄν τις τῶν Ἰουστινιανοῦ τρόπων ἐφικέσθαι τῷ λόγῳ δυνατὸς εἴη; ταῦτά τε καὶ πολλὰ ἔτι μείζω κακὰ οὐ κατὰ ἄνθρωπον ἔχων ἐφαίνετο, ἀλλὰ πᾶσαν ἡ φύσις ἐδόκει τὴν κακοτροπίαν ἀφελομένη τοὺς ἄλλους ἀνθρώπους ἐν τῇ τοῦδε τοῦ ἀνδρὸς καταθέσθαι ψυχῇ.

又有谁能以言语穷尽查士丁尼的品性呢?他所拥有的这些罪恶以及更大得多的恶行,似乎已超出常人的范围,仿佛自然界抽去了其他一切人类身上的全部恶劣,尽数倾注于此人的灵魂之中。

§8.28

ἦν δὲ πρὸς τοῖς ἄλλοις ἐς μὲν τὰς διαβολὰς εὔκολος ἄγαν, ἐς δὲ τὰς τιμωρίας ὀξύς. οὐ γάρ τι πώποτε διερευνησάμενος ἔκρινεν, ἀλλ’ ἀκούσας τοῦ διαβάλλοντος τὴν γνῶσιν εὐθὺς ἐξενεγκεῖν ἔγνω.

此外,他对谗言极易轻信,在施刑上则神速。因为他从未在详加调查后才作判决,而是听罢诬告者之辞便立意颁布裁决。

§8.29

ἔγραφέ τε γράμματα οὐδεμιᾷ ὀκνήσει, χωρίων τε ἁλώσεις καὶ πόλεων ἐμπρησμοὺς καὶ ὅλων ἐθνῶν ἀνδραποδισμοὺς ἐξ αἰτίας οὐδεμιᾶς ἔχοντα.

他毫无顾忌地签署书简,在毫无根据的情况下下令攻占土地、焚毁城邦并将整个民族沦为奴隶。

§8.30

ὥστε εἴ τις ἄνωθεν ἅπαντα τὰ Ῥωμαίοις ξυνενεχθέντα σταθμώμενος ἀντισηκοῦν αὐτὰ τούτοις ἐθέλοι, δοκεῖ μοι ἂν πλείω φόνον εὑρέσθαι ἀνθρώπων πρὸς τοῦ ἀνδρὸς τοῦδε ξυμβάντα ἢ ἐν τῷ ἄλλῳ παντὶ αἰῶνι γεγενῆσθαι τετύχηκε.

因此,若有人权衡自古以来降临在罗马人身上的全部祸患,并欲将其与这些相提并论,在我看来,此人所造成的杀戮人数,恐怕要多于其他所有时代发生的人数总和。

§8.31

τῶν δὲ ἄλλων χρημάτων ἐς μὲν τὴν ἀναίσθητον κτῆσιν4 ἀοκνότατος ἦν· οὐδὲ γὰρ οὐδὲ σκῆψιν ἠξίου τινὰ παραπέτασμα τοῦ δικαίου προβεβλημένος τῶν οὐ προσηκόντων ἐπιβατεύειν· γενομένων δὲ οἰκείων ἑτοιμότατος ἦν ἀλογίστῳ φιλοτιμίᾳ περιφρονεῖν τε καὶ τοῖς βαρβάροις προΐεσθαι οὐδενὶ λόγῳ.

至于他人的财产,在毫无廉耻的攫取上他最为毫不迟疑;因为他甚至不屑于借任何借口作为正义的遮羞布,便染指不属于自己的财产;但一旦收归己有,他又极乐意出于毫无理智的虚荣将其视若敝屣,且毫无道理地散发给蛮族。

§8.32

καὶ τὸ ξύμπαν εἰπεῖν, χρήματα οὔτε αὐτὸς εἶχεν οὔτε ἄλλον τινὰ ἔχειν τῶν ἁπάντων εἴα, ὥσπερ οὐ φιλοχρηματίας ἡσσώμενος, ἀλλὰ φθόνῳ ἐς τοὺς ταῦτα κεκτημένους ἐχόμενος.

总而言之,他自己不存留财富,亦不容许全人类中的任何其他人拥有,仿佛他并非为贪财所俘获,而是为对财富占有者的嫉妒所支配。

§8.33

ἐξοικίσας οὖν ῥᾷστα τὸν πλοῦτον ἐκ Ῥωμαίων τῆς γῆς πενίας δημιουργὸς ἅπασι γέγονεν.

因此,他轻而易举地将财富驱逐出罗马大地,成了所有人的贫困制造者。

语法注4 条
  1. 8.20ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι

    ἰόντι 为阳性单数与格现在分词,用作表示观察者视角的与格(dativus iudicantis / localis),从行路者的角度指示方位:即“对从广场前往该处的人而言”。

  2. 8.22ἀποκείμενος οὐδενὶ πόνῳ

    ἀποκείμενος(动词 ἀπόκειμαι,充当 ἀποτίθημι 的被动态)与与格 τοῖς ἐξαπατᾶν ἐθέλουσιν 及方式与格 οὐδενὶ πόνῳ(“毫无费力地”)连用,表达其处于极度被动且无防备的状态,任由图谋欺骗他的人随意摆布。

  3. 8.24γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν

    ὧν 为省略了先行词(γράφω 的宾格宾语 ταῦτα)的中性复数属格关系代词,受要求属格补足语的不定式 ἐφικέσθαι 支配:意为“然而我记述的是我力所未能企及之事”。

  4. 8.31ἐς μὲν τὴν ἀναίσθητον κτῆσιν

    ἀναίσθητος 在此处指“不知羞耻的”、“麻木不仁的”或“公然蔑视正义的”,下文紧接着说明他夺取非己之财时连借口遮羞布都懒得用,证实了此处作“无耻/肆无忌惮”解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:8.19-8.33