← 普罗科皮乌斯

秘史

§8.1-8.18

查士丁尼挥霍国帑与酷似图密善的容貌

本段记述查士丁尼挥霍公款、非法聚敛私人财产的专横行径,随后指出其相貌酷似暴君图密善,并述及因其妻恳求而仅存一尊铜像的原委。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ταῦτα μὲν οὖν ἔν τε Βυζαντίῳ ἐπράττετο καὶ πόλει ἑκάστῃ. ὥσπερ γὰρ ἄλλο τι νόσημα ἐνθένδε ἀρξάμενον τὸ κακὸν πανταχῆ ἐπέσκηψε τῆς Ῥωμαίων ἀρχῆς.

这些事不仅在拜占庭发生,亦在每座城邦中上演;因为这场祸患有如某种瘟疫,自此发端后便肆虐于整个罗马帝国各地。

§8.2

βασιλεῖ δὲ τῶν πρασσομένων ἥκιστα ἔμελεν, ἐπεὶ οὐδέ τις αἴσθησις τῷ ἀνθρώπῳ ἐγένετο, καίπερ αὐτόπτῃ τῶν δρωμένων ἐν τοῖς ἱπποδρομίοις ἀεὶ γινομένῳ.

皇帝对所发生的事却丝毫不在意,因为此人甚至毫无所知,尽管他常在竞技场中亲眼目睹所作的恶行。

§8.3

ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθεῖ ὄνῳ ἐμφερὴς μάλιστα καὶ οἷος τῷ τὸν χαλινὸν ἕλκοντι ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων.1

盖因他愚钝至极,极似一头迟钝的毛驴,只知任由拽缰绳者摆布,双耳还频繁扇动。

§8.4

Ἰουστινιανὸς ταῦτά τε ἔπρασσε καὶ ξύμπαντα τἄλλα ἐκύκα. ὅσπερ ἐπειδὴ τάχιστα ἐπελάβετο τῆς τοῦ θείου ἀρχῆς, χρήματα μὲν τὰ δημόσια εὐθὺς καταναλοῦν κόσμῳ οὐδενὶ ἐν σπουδῇ εἶχεν ἅτε αὐτῶν κύριος γεγονώς.

查士丁尼不仅行这些事,更将其他一切搅得混乱不堪。他刚一掌控其叔父的权势,便急于毫无节制地挥霍公款,因为自己已成其主宰。

§8.5

Οὔννων γὰρ τοῖς ἀεὶ προστυγχάνουσι πλεῖστα ἐπὶ τῇ πολιτείᾳ2 προΐετο· ἐξ οὗ δὴ ἐφόδοις ἀποκεῖσθαι συχναῖς ξυνέβαινε Ῥωμαίων τὴν γῆν. ἀπογευσάμενοι γὰρ οἱ βάρβαροι οὗτοι Ῥωμαίων πλούτου μεθίεσθαι οὐκέτι ἠνείχοντο τῆς ἐνταῦθα φερούσης ὁδοῦ.

因为他对每次遭遇的匈人,皆以牺牲国家利益为代价散发巨资;由此致使罗马疆土屡遭入侵。这些蛮族一尝罗马财富的滋味,便再也无法忍受放弃通往此地的道路。

§8.7

Πολλὰ δὲ ῥίπτειν καὶ ἐς θαλαττίους οἰκοδομίας τινὰς ἠξίου, βιαζόμενος τὸ τῶν κυμάτων ἐς ἀεὶ ῥόθιον. ἐκ γὰρ τῆς ἠιόνος ταῖς τῶν λίθων ἐπιβολαῖς ἐπίπροσθεν ᾔει φιλονείκως ταῖς ἐκ τοῦ πόντου ἐπιρροαῖς ἔχων καὶ καθάπερ ἐξουσίᾳ πλούτου πρὸς τὴν τῆς θαλάσσης ἀντιφιλοτιμούμενος δύναμιν.

他还极欲将巨款投入到若干海上建筑工程之中,妄图强行制服无休止的汹涌波涛;他从岸边垒石向前推进,顽固地抗击从大海涌来的洪流,仿佛以财富的放纵与大海的威力一较高下。

§8.9

τάς τε τῶν Ῥωμαίων ἰδίας ἑκάστων οὐσίας ἐκ πάσης γῆς ἐς αὐτὸν ἤγειρε, τοῖς μὲν ὅ τι δὴ ἔγκλημα οὐχ ἁμαρτηθὲν ἐπικαλέσας, τῶν δὲ καὶ τὴν γνώμην ἅτε αὐτὸν δεδωρημένων τερατευσάμενος.

此外,他从各地将罗马人各自的私产聚敛归己,对一些人罗织莫须有的罪名,对另一些人则捏造其意愿,假称他们已将财产赠与自己。

§8.10

πολλοὶ δὲ φόνων τε καὶ ἄλλων ἐγκλημάτων τοιούτων ἁλόντες, εἶτα ἐξιστάμενοι αὐτῷ τῶν πάντων χρημάτων διέφυγον ὧν ἥμαρτον μὴ δοῦναι τὴν δίκην· ἕτεροι δὲ χωρίων, οὐ δέον, τοῖς πέλας τινῶν, ἂν οὕτω τύχοι, ἀμφισβητοῦντες, ἐπεὶ καταδιαιτήσασθαι τῶν ἀντιδίκων οὐδαμῆ εἶχον τοῦ νόμου σφίσιν ἀντιστατοῦντος, οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι ἀπηλλάσσοντο,3 αὐτοὶ μὲν χάριτι ἀζημίῳ κερδάναντες τὸ γνώριμοι γεγονέναι τῷ ἀνδρὶ τούτῳ, τρόπῳ δὲ παρανομωτάτῳ καταδικάσασθαι τῶν ἀντιδίκων ἰσχύσαντες.

许多人虽被判定犯有谋杀及其他此类罪行,随后却通过将全部财产让渡于他,从而免于因罪受罚;另有一些人与邻里就某些地产无端发生争端,若遇此情况,因法律与他们作对而决不能在与对手的诉讼中获胜时,他们便将这些争议财产赠予他后抽身而去,自己既以无损的代价换取了结识此人的利益,又能以极不法的方式压垮对手。

§8.12

Οὐκ ἄπο δὲ καιροῦ ἡγοῦμαι εἶναι καὶ τὸ εἶδος τούτου δὴ τοῦ ἀνθρώπου σημῆναι. τὸ μὲν οὖν σῶμα οὔτε μακρὸς οὔτε κολοβὸς ἄγαν, ἀλλὰ μέτριος ἦν, οὐ μέντοι ἰσχνὸς, ἀλλὰ κατὰ βραχὺ εὔσαρκος, τὴν δὲ δὴ ὄψιν στρογγύλος τε καὶ οὐκ ἄμορφος· ἐπυρρία γὰρ καὶ δυοῖν ἡμέραιν ἀπόσιτος ὤν.

我认为记述此人的外貌亦非不合时宜。在身材上,他既不高亦非过矮,而是中等身材,绝非消瘦,而是略带丰腴,面庞圆润且不失端正;因为即使绝食两天,他面色依然红润。

§8.13

ὅπως δὲ ἅπαν αὐτοῦ τὸ εἶδος συλλήβδην σημήνω, Δομετιανῷ τῷ Οὐεσπασιανοῦ παιδὶ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμφερέστερος ἦν, οὗπερ Ῥωμαῖοι τῆς κακοτροπίας ἐς τοσόνδε ἀπώναντο4 ὥστε οὐδὲ κρεουργήσαντες ὅλον ἐκλῦσαι τὴν ἐς αὐτὸν ὀργὴν ἔγνωσαν, ἀλλὰ δόγμα ἐγεγόνει τῆς συγκλήτου βουλῆς μηδὲ ὄνομα τοῦ βασιλέως τούτου ἐν γράμμασιν εἶναι μηδ’ εἰκόνα ἡντιναοῦν αὐτοῦ διασώζεσθαι.

若要总括其外貌特征,他与韦斯伯芗之子图密善极为相似,罗马人深受图密善恶劣行径之害,以至于即便将他千刀万剐,亦自认未足以宣泄对他的怒火,甚至由元老院颁布决议,不准在铭文中保留此位皇帝之名,亦不保留其任何肖像。

§8.14

τό τε γοῦν ὄνομα τοῦτο πανταχόσε ἐπὶ τῶν τῆς Ῥώμης γραμμάτων καὶ εἴ που ἄλλῃ τοῦτο γεγράφθαι ξυνέβη ἐκκεκολαμμένον ἰδεῖν μεταξὺ τῶν ἄλλων πάρεστι μόνον, καί τις αὐτοῦ εἰκὼν οὐδαμῆ φαίνεται οὖσα τῆς Ῥωμαίων ἀρχῆς, ὅτι μὴ χαλκῆ μία ἐξ αἰτίας τοιᾶσδε.

因此,在罗马的铭文以及碰巧刻有其名的任何其他地方,皆可见该名字在其他文字间被单独凿除,且在罗马帝国全境内皆无其任何肖像存留,唯有一尊铜像因如下缘由得以保留。

§8.15

ἦν τῷ Δομετιανῷ γυνὴ ἐλευθέριος καὶ ἄλλως κοσμία, καὶ οὔτε αὐτὴ κακόν τι οὐδένα εἰργάσατο πώποτε τῶν πάντων ἀνθρώπων, οὔτε τις αὐτῇ τῶν τοῦ ἀνδρὸς πράξεων ἤρεσκε.

图密善有一位品性高贵且在其他方面谦逊端庄的妻子,她本人对全人类中的任何人都从未作恶,且对其夫之行径无一赞同。

§8.16

διόπερ αὐτὴν ἄγαν ἀγαπωμένην ἡ βουλὴ τότε μεταπεμψαμένη αἰτεῖσθαι ὅ τι ἂν αὐτῇ βουλομένῃ εἴη ἐκέλευεν.

因此,当时深受敬爱的她被元老院召去,元老院命她提出任何符合其心愿的请求。

§8.17

ἡ δὲ τοῦτο μόνον ἱκέτευε, τό τε Δομετιανοῦ σῶμα λαβοῦσα θάψαι καὶ μίαν αὐτῷ ἀναθεῖναι εἰκόνα χαλκῆν, ὅποι ἂν ἐθέλοι.

而她仅恳求这一件事:即领回图密善之尸体予以安葬,并在她所愿之处为他立一尊青铜肖像。

§8.18

καὶ ἡ μὲν βουλὴ ξυνεχώρει ταῦτα· ἡ δὲ γυνὴ τῆς ἀπανθρωπίας τῶν τὸν ἄνδρα κρεουργησάντων ἀπολεῖψαι βουλομένη

元老院应允了这些要求;而该妇人意在留下那些将其夫剁碎之人野蛮残忍的〔明证〕,

语法注4 条
  1. 8.3οἷος τῷ τὸν χαλινὸν ἕλκοντι ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων

    关系词 οἷος 搭配不定词 ἕπεσθαι 构成表性质特征的结构,意为“具有……倾向的”。后半部的 σειομένων τῶν ὤτων 为独立属格结构,附着代词 οἱ(第三人称单数与格)在此作领属与格或关联与格(即“其双耳”),生动地借驴子的生理特征讽喻查士丁皇帝盲从迟钝的愚态。

  2. 8.5ἐπὶ τῇ πολιτείᾳ

    介词 ἐπί 搭配与格在此表示不利或损害(“以损害国家为代价”/“牺牲国家利益”)。此处并非单纯表空间位置(“在国家中”)或有益目的,而是强调向蛮族滥施金钱对国家造成的灾难性破坏。

  3. 8.11οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι ἀπηλλάσσοντο

    此句呈现破格构文(anacoluthon):开头的句首主语 ἕτεροι δέ 在经历介入的从属分句(ἐπεὶ...)后,由 οἱ δέ 重新拾起并作谓语承接。动词 δωρέομαι 采用“以某物(与格:τοῖς ἀντιλεγομένοις)赠予某人(宾格:αὐτόν)”的句式(δωρέομαί τινα τινί),揭示诉讼当事人将争议土地让给查士丁尼以非法压制对手的构陷手法。

  4. 8.13οὗπερ Ῥωμαῖοι τῆς κακοτροπίας ἐς τοσόνδε ἀπώναντο

    动词 ἀπονίναμαι 通常意为“从……中获益、享受”(支配属格),在此处则具有强烈的反语色彩,意为“从其恶德中饱受苦楚/遭了大殃”。关系代词 οὗπερ 指代图密善,属格 τῆς κακοτροπίας 则表示这种反语性“收益”(实为灾难)的根源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:8.1-8.18