← 普罗科皮乌斯

秘史

§7.30-7.42

司法的崩溃与查士丁尼对蓝党的庇护

蓝党的暴行使法律与审判陷于瘫痪并瓦解了家庭伦理,甚至逼得贵妇为保贞洁投海自尽;而普罗科匹厄斯痛斥查士丁尼不仅不加惩治,反而公然庇护并提拔这些暴徒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.30

Ζήτησις μέντοι οὐδεμία τῶν πεπραγμένων ἐγίνετο. ἀλλὰ τὰ πάθη ἀπροσδόκητα πᾶσιν ἔπιπτε καὶ τοῖς πεπτωκόσιν οὐδεὶς ἤμυνε.

然而,对于所犯下的暴行,却没有任何调查展开。灾祸出其不意地降临到所有人头上,而对于罹难者,无人施以援手。

§7.31

νόμου δέ τινος ἢ συμβολαίου δύναμίς τις ἐν τῷ βεβαίῳ τῆς τάξεως οὐκέτι ἐλέλειπτο, ἀλλ’ ἐπὶ τὸ βιαιότερον ἅπαντα τετραμμένα ξυνεταράχθη, τυραννίδι τε ἦν ἡ πολιτεία ἐμφερὴς μάλιστα, οὐ καθεστώσῃ μέντοι γε, ἀλλὰ καθ’ ἑκάστην τε ἀμειβομένῃ καὶ ἀεὶ ἀρχομένῃ.

在稳固的秩序中,法律或契约的力量已荡然无存,一切都转向更暴力的方向而陷于混乱,整个政体极其类似于僭主政制,然而并非某种既定的僭主制,而是每日更迭、且不断重新开始的僭主制。

§7.32

τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα,1 οἵ τε δικάζοντες τὰς ὑπὲρ τῶν ἀντιλεγομένων ποιούμενοι γνώσεις τὰς ψήφους ἐδίδοσαν, οὐχ ᾗπερ αὐτοῖς ἐδόκει δίκαιά τε καὶ νόμιμα εἶναι, ἀλλ’ ὥσπερ τῶν διαφερομένων ἑκάστῳ τὰ ἐκ τῶν στασιωτῶν δυσμενῆ τε καὶ φίλα ἐτύγχανεν ὄντα. δικαστῇ γὰρ ὠλιγωρηκότι τῆς ἐκείνων προρρήσεως θάνατος ἡ ζημία ἐπέκειτο.

执政官们的心智仿佛被震慑瘫痪,其气概因对一个人的恐惧而沦为奴隶;法官们在对争端作出裁决并投票时,不是依据自己认为公正和合法的标准,而是取决于暴徒们对各个诉讼当事人的敌意或善意如何。因为对于藐视他们事先通告的法官,死刑便是随之而来的惩罚。

§7.33

Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους τοὺς οἰκέτας ἀφῆκαν.

许多债权人在遭受极大暴力之下,未收回分文欠款便将借据交还给债务人;许多人绝非出于自愿地释放了家奴。

§7.34

φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκασθῆναι.

据说甚至有些妇女被迫依从自己的奴隶做了许多违背心愿之事。

§7.35

ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ χρήματα σφίσι προΐεσθαι.

此时,一些显贵之士的子弟亦混入这群青年之中,强迫父亲违心地做出许多其他举动,并将财产交予他们。

§7.36

πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούντων ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν.

许多男童亦在其父亲并非不知情的情况下,被迫与暴徒同榻行苟合非道之事。

§7.37

καὶ γυναιξὶ μέντοι ἀνδράσι ξυνοικούσαις ταὐτὸν τοῦτο ξυνέβη παθεῖν. καὶ λέγεται γυνὴ μία κόσμον περιβεβλημένη πολὺν πλεῖν μὲν ξὺν τῷ ἀνδρὶ ἐπί τι προάστειον τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐντυχόντων δὲ σφίσιν ἐν τῷ διάπλῳ τούτῳ τῶν στασιωτῶν, καὶ τοῦ μὲν ἀνδρὸς αὐτὴν ξὺν ἀπειλῇ ἀφαιρουμένων, ἐς δὲ ἄκατον τὴν οἰκείαν ἐμβιβασάντων, ἐσελθεῖν μὲν ἐς τὴν ἄκατον ξὺν τοῖς νεανίαις, ἐγκελευσαμένη τῷ ἀνδρὶ λάθρα ἀλλὰ θαρσεῖν τε καὶ μηδὲν ἐπ’ αὐτῇ δεδιέναι φαῦλον· οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι· ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλῳ ἐς αὐτὴν βλέποντος ἐς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι.

甚至与丈夫同居的妇人也遭遇了同样的命运。据说有一位佩戴华丽首饰的妇人,与丈夫一同乘船前往对岸大陆的一处郊外庄园,在渡海途中遭遇了暴徒;他们伴着威胁从丈夫身边夺走她,并将她推入自己的小船,她与这群青年一同登船,暗中勉励丈夫要振作勇敢,切莫为她担忧遭遇何种卑劣之事,因为绝不会发生她的肉体遭受凌辱之事;而在丈夫仍怀着极大的悲痛注视着她之际,她纵身跳入海中,转瞬间便消失于人世。

§7.39

Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι’ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν.2

这就是当时在拜占庭由这伙暴徒所公然犯下的种种恶行。然而,相较于查士丁尼针对政体所犯下的罪孽,这些暴行对遭遇者的折磨尚属轻微;因为对于那些遭受作恶者最残酷虐待的人而言,始终指望来自法律与官府的惩罚,便能消除因无秩序而产生的绝大部分痛苦。

§7.40

ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμωρίας ἐς ἀεὶ τρέπονται.

盖因人们在对未来抱有美好期望时,能更轻松、更少痛苦地承受当下的处境;但若遭受统领政体的官府之侵害,他们对所发生的不幸自会感到更加痛心疾首,且因复仇无望而始终陷入绝望之中。

§7.41

ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ̓ ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθίστασθαι οὐδαμῆ ἀπηξίου· χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ’ αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου.

他的罪过不仅在于绝不愿倾听受害者之诉求,更在于他绝不以公然充当暴徒们的保护人为耻;因为他将巨额钱财散发给这些青年,将许多人留于自己身侧,并认为有理由召引其中一些人担任官职及其他显赫头衔。

语法注2 条
  1. 7.32τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα

    主格名词短语 αἱ γνῶμαι 作为主语,动词 ἐῴκεσαν 搭配了阴性与格分词补足语 ἐκπεπληγμέναις,而紧接着的 δεδουλωμένων τὸ φρόνημα 则是以 τῶν ἀρχόντων 为逻辑主语的属格分词(或属格绝对结构)。这是一种构文上的破格(anacoluthon):判断力(αἱ γνῶμαι)被拟人化地与与格分词搭配,或者受执政官本身的格位影响而产生错位。后接的宾格 τὸ φρόνημα 则作为限定/关系宾格(“在气概上”)修饰被动分词 δεδουλωμένων。

  2. 7.39μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι’ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν

    全句的主语是后置的带冠词不定式短语 τὸ προσδοκᾶν ἀεὶ τὴν ... τίσιν(“对……惩罚的不断指望”),动词 ἀφαιρεῖται 为中间态(“消除”、“减去”)。直接宾语是 μέρος ... τὸ πλεῖστον(“绝大部分”),支配部分属格 τῆς ... ἀνίας(“……苦痛的”)。此句采用了严重的语序倒装(hyperbaton),谓语成分先置,而主语后置于末尾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:7.30-7.42