← 普罗科皮乌斯

秘史

§7.15-7.29

蓝党党羽的暴行与笼罩都城的恐怖

暴徒化的蓝党党羽昼夜隐匿武器袭击并屠杀市民,官府的放任纵容与受贿寻仇使得恐怖氛围弥漫,导致整座城邦陷入极度恐慌与相互猜忌之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.15

Ἐσιδηροφόρουν δὲ νύκτωρ μὲν τὰ πρῶτα ἐκ τοῦ ἐμφανοῦς ἅπαντες σχεδὸν, ἐν δέ γε ἡμέρᾳ ξιφίδια παρὰ τὸν μηρὸν δίστομα ὑπὸ τῷ ἱματίῳ ἀποκρυψάμενοι, ξυνιστάμενοί τε κατὰ συμμορίας, ἐπειδὰν ξυσκοτάζοι, ἐλωποδύτουν τοὺς ἐπιεικεστέρους ἔν τε ὅλῃ ἀγορᾷ κἀν τοῖς στενωποῖς, ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς1 καὶ εἴ τι ἄλλο ἐν χερσὶν ἔχοιεν.

起初,他们几乎所有人都在夜间公然佩戴铁器,在白昼则将双刃短剑贴于大腿隐于长袍之下;每当夜幕降临,他们便拉帮结伙,在整个广场以及街巷小道中抢劫那些老实本分之人,剥去遭遇者身上的外袍、腰带、金胸针以及手中所持的任何财物。

§7.16

τινὰς δὲ πρὸς τῇ ἁρπαγῇ καὶ κτείνειν ἠξίουν, ὅπως μηδενὶ τὰ ξυμπεσόντα σφίσιν ἀναγγείλωσιν.

除了抢劫之外,他们甚至认为有必要杀死一些人,以免受害者向任何人报告所遭受的不幸。

§7.17

οἷς δὴ ἅπαντες καὶ τῶν Βενέτων οἱ μὴ στασιῶται μάλιστα ἤχθοντο, ἐπεὶ οὐδὲ αὐτοὶ ἀπαθεῖς ἔμενον.

面对这些恶行,所有人——即便蓝党中非乱党成员之人——亦感到无比愤懑,因为连他们自己也未能幸免于难。

§7.18

καὶ ἀπ’ αὐτοῦ χαλκαῖς τὸ λοιπὸν ζώναις τε καὶ περόναις καὶ ἱματίοις πολλῷ ἐλασσόνως ἢ κατὰ τὴν ἀξίαν ὡς πλεῖστοι ἐχρῶντο, ὅπως δὴ μὴ τῷ φιλοκάλῳ ἀπόλωνται, καὶ οὔπω δεδυκότος ἡλίου ἐς τὰς οἰκίας ἀναχωροῦντες ἐκρύπτοντο.

自此以后,绝大多数人为了不因讲究华美而丧命,便改用青铜腰带与胸针,穿着远低于其身份地位的简朴衣服,并在太阳尚未落山之前便退回各自家中躲藏起来。

§7.19

μηκυνομένου δὲ τοῦ κακοῦ καὶ οὐδεμιᾶς ἐπιστροφῆς ἐς τοὺς ἡμαρτηκότας πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς γινομένης ἐπὶ μέγα τὸ τῶν ἀνδρῶν θράσος ἐς ἀεὶ ᾔρετο.

随着恶行的蔓延,而主管民众的官府对罪犯亦毫无整肃之意,这伙男人的嚣张气焰遂不断狂涨。

§7.20

ἁμαρτία γὰρ παρρησίας ἀξιωθεῖσα ἐπ’ ἄπειρον φέρεσθαι πέφυκεν, ἐπεὶ καὶ κολαζόμενα τὰ ἐγκλήματα φιλεῖ οὐκ ἐς τὸ παντελὲς ἀποκόπτεσθαι.

因为罪行一旦被赋予放任的自由,其本性便会无限蔓延;毕竟即使受到惩处的罪行,往往也无法被彻底根除。

§7.21

φύσει γὰρ οἱ πλεῖστοι ἐς τὸ ἁμαρτάνειν εὐπετῶς τρέπονται.

盖因绝大多数人按其天性本就极易堕入恶行。

§7.22

Τὰ μὲν οὖν τῶν Βενέτων ἐφέρετο τῇδε. τῶν δὲ ἀντιστασιωτῶν οἱ μὲν ἐς τὴν ἐκείνων ἀπέκλινον μοῖραν, ἐπιθυμίᾳ τοῦ ξυναμαρτάνειν τε καὶ μὴ δοῦναι τὴν δίκην, οἱ δὲ φυγῇ ἐχόμενοι ἐς ἑτέρας τινὰς ἐλάνθανον χώρας· πολλοὶ δὲ καὶ αὐτοῦ καταλαμβανόμενοι διεφθείροντο πρὸς τῶν ἐναντίων ἢ πρὸς τῆς ἀρχῆς κολαζόμενοι.

蓝党的情形便如此发展。而在其对立派别中,一部分人因渴望参与作恶并免受惩处而倒向对方阵营;另一部分人则仓皇出逃,潜匿于异乡;亦有许多人被当场捕获,或被政敌杀害,或被官府惩处处死。

§7.23

καὶ ἄλλοι δὲ νεανίαι πολλοὶ ἐς ταύτην δὴ τὴν ἑταιρίαν ξυνέρρεον οὐδεπώποτε πρότερον περὶ ταῦτα ἐσπουδακότες, ἀλλὰ δυνάμεώς τε καὶ ὕβρεως ἐξουσίᾳ ἐνταῦθα ἠγμένοι.

还有许多其他青年男子也涌入这一结社,他们此前从未对这些勾当感兴趣,却因权势与暴虐的特权被诱引至此。

§7.24

οὐ γάρ ἐστιν οὐδὲν μίασμα ὑπὸ ἀνθρώπων ὠνομασμένον, ὅπερ οὐχ ἡμαρτήθη τε ἐν τούτῳ τῷ χρόνῳ καὶ τιμωρίας ἐκτὸς ἔμεινε.

因为凡由世人命名的污秽罪行,没有一件不是既在此期间犯下又免遭惩罚的。

§7.25

πρῶτον μὲν οὖν σφῶν τοὺς ἀντιστασιώτας διέφθειρον, προϊόντες δὲ καὶ τοὺς οὐδὲν προσκεκρουκότας αὐτοῖς ἔκτεινον.

起初,他们只是消灭政敌;但随着事态发展,他们连毫无得罪于他们之人也加以杀害。

§7.26

πολλοὶ δὲ καὶ χρήμασιν αὐτοὺς ἀναπείσαντες ἀπεδείκνυον τοὺς σφετέρους ἐχθροὺς, οὕσπερ ἐκεῖνοι διεχρῶντο εὐθὺς ὄνομα μὲν Πρασίνων αὐτοῖς ἐπενεγκόντες, ἀγνῶτας δὲ σφίσι παντάπασιν ὄντας. καὶ ταῦτα οὐκ ἐν σκότῳ ἔτι οὐδ’ ἐν παραβύστῳ ἐγένετο, ἀλλ’ ἐν ἅπασι μὲν τῆς ἡμέρας καιροῖς, ἐν ἑκάστῳ δὲ τῆς πόλεως χώρῳ, ἀνδράσι τοῖς λογιμωτάτοις τῶν πρασσομένων, ἂν οὕτω τύχοι, ἐν ὀφθαλμοῖς ὄντων.2

许多人甚至用金钱贿赂他们,指认各自的私仇仇敌;而他们给这些人安上绿党的名目后便立即将其诛杀,即便这些人对他们而言全然素不相识。 这些暴行不再发生于黑暗或隐蔽之处,而是在白昼的任何时刻、城邦的每一个角落发生,若逢其时,甚至在最显赫之人的眼皮底下发生。

§7.28

οὐδὲν γὰρ ἐπικαλύπτειν ἐδέοντο τὰ ἐγκλήματα, ἐπεί τοι αὐτοῖς οὐκ ἐπέκειτο κολάσεως δέος, ἀλλά τις προσῆν καὶ φιλοτιμίας ἀξίωσις, ἰσχύος τε καὶ ἀνδρείας ἐμποιουμένοις ἐπίδειξιν, ὅτι δὴ πληγῇ μιᾷ τῶν τινα παραπεπτωκότων γυμνὸν ἔκτεινον,3 ἐλπίς τε οὐδενὶ τοῦ ἔτι βιώσεσθαι ἐν τῷ τῆς διαίτης σφαλερῷ ἔμενε.

因为他们根本无需遮掩罪行,毕竟惩罚的恐惧并未临头;相反,甚至还附带着某种博取荣誉的自得,以为一击击杀某个迎面走来的赤手空拳之人,便展示了力量与勇武。在这般岌岌可危的生活境况中,再无任何人抱有能够苟活的指望。

§7.29

πάντες γὰρ ἐγκεῖσθαι σφίσι τὸν θάνατον τῷ περιδεεῖς εἶναι ὑπώπτευον, καὶ οὔτε τόπος τις ὀχυρὸς οὔτε καιρὸς ἐχέγγυός τινι ἐς τὴν σωτηρίαν ἔδοξεν εἶναι, ἐπεὶ κἀν τοῖς τῶν ἱερῶν τιμιωτάτοις κἀν ταῖς πανηγύρεσι λόγῳ οὐδενὶ διεφθείροντο, πίστις τε οὐδεμία πρός τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ἔτι ἐλέλειπτο. πολλοὶ γὰρ καὶ τῇ τῶν οἰκειοτάτων ἐπιβουλῇ ἔθνησκον.

由于极度的惊恐,所有人都怀疑死亡正逼近自己;无论何等坚固的场所,抑或何等时机,似乎都无法向任何人提供安全的保障;因为即便在最为崇高的圣所内以及公众节日期间,人们亦无端惨遭屠戮,甚至连朋友与亲属之间也毫无信任可言;盖因许多人甚至死于至亲骨肉的图谋暗算。

语法注3 条
  1. 7.15ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς

    动词 ἀφαιρέομαι 支配双重宾格结构,分别表示被剥夺的人(τοὺς παραπεπτωκότας)与被掠夺的物品(τά τε ἱμάτια 及后续名词)。

  2. 7.27ἀνδράσι τοῖς λογιμωτάτοις τῶν πρασσομένων, ἂν οὕτω τύχοι, ἐν ὀφθαλμοῖς ὄντων

    此处出现语序倒装(hyperbaton)。骨干结构是由 τῶν πρασσομένων ... ἐν ὀφθαλμοῖς ὄντων 构成的属格独立结构(意为“当所为之事发生于眼前时”),而与格短语 ἀνδράσι τοῖς λογιμωτάτοις 则作介词短语 ἐν ὀφθαλμοῖς 的领有或关系与格(“在最显贵之人的眼中/眼前”)。

  3. 7.28γυμνὸν ἔκτεινον

    形容词 γυμνόν 在此用作被杀害之受害者的宾语补足语(谓语性用法),并非字面意义上的“赤身裸体”,而是引申指“手无寸铁的”或“毫无防备的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:7.15-7.29