← 普罗科皮乌斯

秘史

§7.1-7.14

查士丁尼偏袒蓝党与暴徒的奇装异服

查士丁尼偏袒并煽动蓝党暴徒,致使国家法度彻底崩坏,迫使绿党走向绝望的报复;与此同时,暴徒们竞相效仿匈人奇异的发式与浮夸的服饰,将全境推向动荡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν Βενέτων ἑταιρισάμενος, ἥ οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ’ αὐτοῦ ἐς γόνυ ἐλθεῖν Ῥωμαίοις τὴν πολιτείαν πεποίηκεν.

民众自古以来便分为两派,正如我在前篇论述中所言,他亲自与其中一派——蓝党结为同盟,该党先前便已蒙受他的青睐,他从而有能力将一切搅得混乱不堪;由此,他使罗马人的国家屈膝倒下。

§7.2

οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς γνώμῃ ἔγνωσαν, ἀλλ’ ὅσοι στασιῶται ὄντες ἐτύγχανον.

然而,并非所有的蓝党人都决意遵从这个男人的意图,而唯有那些恰巧是乱党党羽之人如此。

§7.3

καὶ αὐτοὶ μέντοι προϊόντος ἤδη τοῦ δεινοῦ σωφρονέστατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων. ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον.1 οὐ μὴν οὐδὲ τῶν Πρασίνων οἱ στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς κολαζόμενοι.

甚至连这些人,随着惨祸的逐步推进,反倒显得是所有人中最克制之人;因为他们犯罪的程度尚不及其实际拥有的特权那般肆无忌惮。然而,绿党的党徒们亦未保持平静,而是同样在自身力所能及的范围内不断犯下罪行,尽管他们始终孤立地蒙受惩罚。

§7.5

ὅπερ αὐτοὺς ἐς τὸ θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν τρέπεσθαι ἄνθρωποι.

这一状况反倒不断驱使他们愈发铤而走险;因为人们在蒙受不公时,往往容易铤而走险、陷入绝望。

§7.6

τότε οὖν τοὺς Βενέτους αὐτοῦ ῥιπίζοντός τε καὶ διαφανῶς ἐρεθίζοντος ἅπασα κατ̓ ἄκρας ἡ Ῥωμαίων ἀρχὴ ἐκινήθη ὥσπερ σεισμοῦ ἢ κατακλυσμοῦ ἐπιπεσόντος ἢ πόλεως ἑκάστης πρὸς τῶν πολεμίων ἁλούσης.

因此在当时,由于他煽风点火并公然挑唆蓝党,整个罗马帝国被动摇至深,仿佛遭受了地震或洪水的袭击,又如每一座城池皆被敌军攻陷一般。

§7.7

πάντα γὰρ ἐν ἅπασι ξυνεταράχθη καὶ οὐδὲν ἐφ’ ἑαυτοῦ τὸ λοιπὸν ἔμεινεν, ἀλλ’ οἵ τε νόμοι καὶ ὁ τῆς πολιτείας κόσμος ξυγχύσεως ἐπιγενομένης ἐς πᾶν τοὐναντίον ἐχώρησαν.

因为所有地方的一切皆陷入混乱,从此不再有任何事物保持原样;相反,伴随着混乱的降临,法律与城邦的秩序彻底走向了反面。

§7.8

Καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἐς τὴν κόμην ἐς νεώτερόν τινα μετεβέβλητο τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις Ῥωμαίοις.

首先,暴乱分子关于发式的习俗被改为了某种新奇的模样;因为他们修剪头发的方式与其余罗马人全然不同。

§7.9

τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ̓ αὐτοῖς κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμόμενοι τὰ ὄπισθεν ἀποκρέμασθαι σφίσιν ἐπὶ μακρότατον λόγῳ οὐδενὶ εἴων, ὥσπερ οἱ Μασσαγέται. διὸ δὴ καὶ Οὐννικὸν τὸ τοιοῦτον εἶδος ἐκάλουν.

他们完全不触碰髭须与胡须,而是始终愿如波斯人一般任其肆意留长;然而,他们将头部前方的头发削至太阳穴处,而后方的头发则毫无道理地任其留得极长而垂悬着,如同马萨革泰人一般。因此,他们便将这种发式称作“匈人式”。

§7.11

Ἔπειτα δὲ τὰ ἐς τὰ ἱμάτια εὐπάρυφοι ἠξίουν ἅπαντες εἶναι, κομπωδεστέραν ἢ κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα. κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος τὰ μὲν ἐς τὸν καρπὸν ξυνῄει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα.2

其次,在衣服方面,他们皆要求穿着饰有宽阔彩边的外衣,穿戴着超出各自身份与地位的浮夸服饰;因为他们可以凭借不正当手段获取此类物品。短袍环绕双臂的部分,在手腕处被收得极紧,但从手腕直至双肩的部分,则膨大至难以言喻的宽阔体量。

§7.13

ὁσάκις τε ἡ χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, οὐκ ἐννοοῦσιν3 ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.

每当他们在剧场和赛马场中高呼或依俗呐喊助威而挥动手臂时,这一部分便径直扬得极高,给愚蠢之人造成一种印象,仿佛他们的身躯是如此健美与魁梧,以致必须由这般服饰来覆掩,〔愚蠢之人〕却未曾想到,因衣服的宽阔与空荡,他们身体的萎缩孱弱反倒被暴露得愈发彻底。

§7.14

αἱ ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα καὶ τὸν τρόπον ἀπεκέκριτο σφίσιν.

他们的披肩、长裤以及绝大多数鞋履,亦皆按照匈人的名目与形制特别定制而成。

语法注3 条
  1. 7.4ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον

    比较级副词 ἐνδεεστέρως(较少地、不足地)后接 ἤ 与介词短语 κατὰ τὴν ἐξουσίαν(依照特权/放纵程度),表比例与参照基准,意为“犯罪程度尚不及其实际拥有的特权那般肆无忌惮”。

  2. 7.12ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα

    名词 χρῆμα 连用属格(此处为 εὔρους“宽度”),并受 ἄφατόν τι(难以言喻的)修饰,构成强调事物规模或程度极其庞大的习惯性转折表达,意为“膨大至难以言表的惊人宽度”。

  3. 7.13αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις ... οὐκ ἐννοοῦσιν

    中性分词 παρεχόμενον 修饰主语 τοῦτο τὸ μέρος(袖子的这一部分),而后半部分的否定分词短语 οὐκ ἐννοοῦσιν 为与格复数,与间接宾语 τοῖς ἀνοήτοις(愚人)保持性数格一致,而非修饰主语。从属句中的 εἴη ἄν(潜在希求)与 διελεγχθείη 为历史时态主句支配下间接引语中的希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:7.1-7.14