- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:6.16-6.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
平庸的查士丁借木板模具签署政令并与其妻卢皮奇娜共掌皇权,而其甥查士丁尼则掌控大权,颠覆旧制,无故肃清阿曼蒂乌斯与维塔利安等人,实行恐怖统治。
ἐνεχειρίζοντο τῷ βασιλεῖ τούτῳ. καὶ τὸ ξύλον, οὗπερ ἐμνήσθην, τῷ βιβλίῳ ἐνθέμενοι, λαβόμενοί τε τῆς βασιλέως χειρὸς, περιῆγον μὲν ξὺν τῇ γραφίδι ἐς τῶν τεττάρων γραμμάτων τὸν τύπον, ἐς πάσας τε τὰς τοῦ ξύλου αὐτὴν περιελίξαντες ἐντομὰς οὕτω δὴ ἀπηλλάσσοντο, τοιαῦτα βασιλέως γράμματα φέροντες.
他们便将这物递到这位皇帝手中。他们把上文提及的那块木板放在公文上,握住皇帝的手,执着铁笔沿着那四个字母的刻模移动,在木板所有的刻槽中顺势划了一圈,便带着这般所谓的皇帝亲笔签署退下了。
Τὰ μὲν ἀμφὶ τῷ Ἰουστίνῳ ταύτῃ Ῥωμαίοις εἶχε. γυναικὶ δὲ ὄνομα Λουππικίνῃ ξυνῴκει. αὕτη δὲ δούλη τε καὶ βάρβαρος οὖσα τοῦ πρόσθεν αὐτὴν ἐωνημένου παλλακὴ γέγονε. καὶ αὐτὴ μὲν ξὺν Ἰουστίνῳ ἐπὶ βίου δυσμαῖς τὴν βασιλείαν ἔσχεν.
对罗马人而言,关于查士丁的政局大抵如此。他与一位名叫卢皮奇娜的妇人同住。她原是蛮族女奴,曾是先前买下她的主人的妾室;她在风烛残年之际与查士丁一同获得了皇权。
Ἰουστῖνος μὲν οὖν οὔτε τι πονηρὸν τοὺς ὑπηκόους ἐργάζεσθαι οὔτε ἀγαθὸν ἴσχυεν. εὐηθείᾳ γὰρ πολλῇ εἴχετο, ἄγλωττός τε παντάπασιν ὢν καὶ ἀγροικιζόμενος μάλιστα.
因此,查士丁既无力给臣民降下灾祸,亦无力施与恩惠。因为他极其愚钝,全无言语才能,且举止极度粗鄙。
ἀδελφιδοῦς δὲ αὐτῷ Ἰουστινιανὸς νέος ὢν ἔτι διῳκεῖτο τὴν ἀρχὴν ξύμπασαν καὶ γέγονε Ῥωμαίοις ξυμφορῶν αἴτιος, οἵας τε καὶ ὅσας ἐς τὸν ἅπαντα αἰῶνα οὐδείς που πρότερον ἀκοῇ ἔλαβεν.
然而,他的外甥查士丁尼年纪尚轻,却统领了整个帝国的政务,并成为罗马人承受如此巨大且繁多的灾祸之祸根,这些灾祸在亘古以来的岁月里皆是无人听闻过的。
ἔς τε γὰρ ἀνθρώπων ἄδικον φόνον καὶ χρημάτων ἁρπαγὴν ἀλλοτρίων ῥᾷστα ἐχώρει, καὶ οὐδὲν ἦν αὐτῷ1 μυριάδας πολλὰς ἐξ ἀνθρώπων ἀφανισθῆναι, καίπερ αὐτῷ αἰτίαν οὐδεμίαν παρασχομένων.2
因为他极易走向对人类的无端屠杀和对他人钱财的强取豪夺,即便人们未给他提供任何由头,数万之众被夺去性命对他而言亦是不足挂齿之事。
καὶ φυλάσσειν μὲν τῶν καθεσταμένων οὐδὲν ἠξίου, ἅπαντα δὲ νεοχμοῦν ἐς ἀεὶ ἤθελε, καὶ τὸ ξύμπαν εἰπεῖν, μέγιστος δὴ οὗτος ἦν διαφθορεὺς τῶν εὖ καθεστώτων. τὸν μὲν οὖν λοιμὸν, ὅσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καίπερ ἐπισκήψαντα εἰς τὴν γῆν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἤ ὅσοις διαφθαρῆναι τετύχηκεν,3 ἢ οὐδαμῆ τῇ νόσῳ ἁλόντες ἢ περιγενόμενοι, ἐπειδὴ σφίσιν ἁλῶναι ξυνέβη.
他根本不屑于维护既定制度中的任何一项,而是始终企图颠覆一切规制,总而言之,他是优良制度的最大破坏者。我在前篇论述中所提及的那场瘟疫,虽曾降临于整个大地,但逃脱劫难的人数却不亚于丧生之人,他们或完全未曾染病,或在染病后幸免于难。
ἄνδρα δὲ τοῦτον διαφυγεῖν ἀνθρώπῳ γε ὄντι Ῥωμαίῳ τῶν πάντων οὐδενὶ ξυνηνέχθη, ἀλλ’ ὥσπερ τι ἄλλο ἐξ οὐρανοῦ πάθος ὅλῳ τῷ γένει ἐπεισπεσὸν ἀνέπαφον οὐδένα παντελῶς εἴασε.
然而,凡身为罗马人者,却无一人能逃脱此人的手掌;反倒如同另一种自天而降落在全民族身上的灾祸一般,他绝不曾让任何人免遭荼毒。
τοὺς μὲν γὰρ ἔκτεινεν οὐδενὶ λόγῳ, τοὺς δὲ πενίᾳ μαχομένους ἀφεὶς ἀθλιωτέρους τῶν τετελευτηκότων εἰργάζετο, εὐχομένους τὰ παρόντα σφίσι διαλῦσαι θανάτῳ οἰκτίστῳ. τινῶν μέντοι ξὺν τοῖς χρήμασι καὶ τὰς ψυχὰς εἷλεν.
因为他要么毫无道理地将人处死,要么任由人们在贫困中挣扎,使他们比死者更为悲惨,以至祈求用最可悲的死亡来解脱当下的苦难;然而对某些人,他不仅剥夺了其钱财,连同其性命也一并夺去。
ἐπεὶ δὲ οὐδὲν ἦν αὐτῷ μόνην καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν, Λιβύης τε καὶ Ἰταλίας οὐκ ἄλλου του ἕνεκα πεποιῆσθαι τὴν ἐπικράτησιν ἴσχυσεν ἢ ὥστε ξὺν τοῖς πρότερον ὑφ’ αὑτῷ οὖσι διολέσαι τοὺς ταύτῃ ἀνθρώπους. οὔπω γοῦν δεκαταῖος εἰς τὴν δύναμιν γεγονὼς Ἀμάντιον τῶν ἐν Παλατίῳ εὐνούχων ἄρχοντα ξὺν ἑτέροις τισὶν ἐξ αἰτίας οὐδεμιᾶς ἔκτεινεν, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκὼν, πλήν γε δὴ ὅτι ἐς Ἰωάννην τὸν τῆς πόλεως ἀρχιερέα λόγον τινὰ προπετῆ εἴποι.
由于仅毁灭罗马帝国对他而言算不得什么,他之所以能够征服利比亚和意大利,纯粹是为了将那里的居民与先前隶属于他的臣民一同毁灭。事实上,在他掌握大权尚不足十日之时,他便无缘无故地处决了掌管宫中宦官的阿曼蒂乌斯及其他数人,除了指控此人曾对本城的首领祭司约翰口出狂言之外,未加予他任何其他罪名。
καὶ ἀπ’ αὐτοῦ φοβερώτατος γέγονεν ἀνθρώπων ἁπάντων. αὐτίκα δὲ καὶ Βιταλιανὸν τὸν τύραννον μετεπέμψατο, ᾧ δὴ τὰ πιστὰ πρότερον ὑπὲρ τῆς ἀσφαλείας παρέσχετο, διαλαχὼν αὐτῷ τῶν ἐν Χριστιανοῖς μυστηρίων.4 ὀλίγῳ τε ὕστερον ἐξ ὑποψίας αὐτῷ προσκεκρουκότα ξὺν τοῖς ἐπιτηδείοις ἐν Παλατίῳ λόγῳ οὐδενὶ διεχρήσατο, πίστεις οὕτω δεινοτάτας ἐμπεδῶσαι οὐδαμῆ ἀξιώσας.
因此,他成了所有人中最令人闻风丧胆者。紧接着,他又召回了叛逆维塔利安,此前他曾通过与其一同分领基督教的圣事,向其提供了人身安全的保证;然而不久之后,由于维塔利安因猜忌而触犯了他,他便在宫中毫无理由地将其及其亲信尽数杀害,丝毫未屑于践行如此庄严的信誓。
- 6.20οὐδὲν ἦν αὐτῷ
非人称结构“οὐδὲν ἦν+与格(αὐτῷ)+不定词(ἀφανισθῆναι / καταλῦσαι)”,意为“……对他而言不足挂齿 / 毫无所谓”,表达漠不关心或轻而易举,而非表示领属的“他一无所有”。
- 6.20καίπερ αὐτῷ αἰτίαν οὐδεμίαν παρασχομένων
带有 καίπερ 的属格绝对结构(genitive absolute),作让步状语(“尽管他们未曾给他提供任何由头”)。逻辑上其主语承接前文不定词的宾格逻辑主语 μυριάδας πολλὰς,属于较为松散的语法呼应。
- 6.22οὐχ ἥσσους ἤ ὅσοις διαφθαρῆναι τετύχηκεν
在此比较句中,省略了指示代词先行词(主格 τοσοῦτοι),关系代词 ὅσοις 在关系从句中受非人称动词 τετύχηκεν 支配而取与格,整体意为“不亚于那些碰巧惨遭毁灭之人数量的人们”。
- 6.27διαλαχὼν αὐτῷ τῶν ἐν Χριστιανοῖς μυστηρίων
动词 διαλαγχάνω 搭配属格(τῶν... μυστηρίων)与与格(αὐτῷ),意为“与……一同领受/分尝”,在此特指二人一同领受基督教圣餐礼(奥迹),作为人身安全与互信的庄严誓约。
