← 普罗科皮乌斯

秘史

§6.1-6.15

查士丁一世的卑微出身与登基经过

作者在开始论述查士丁尼与狄奥多拉的统治前,首先追溯了查士丁一世从伊利里亚贫苦农民入选宫廷禁卫军、在伊绍里亚战争中因神梦免遭处决、直至作为目不识丁的文盲登上帝位并依靠特制木模板署名的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Οἵτινες δὲ ἀνθρώπω1 Ἰουστινιανός τε καὶ Θεοδώρα ἤστην τρόπῳ τε ὅτῳ διεσπάσαντο τὰ Ῥωμαίων πράγματα ἐρῶν ἔρχομαι.2 Λέοντος ἐν Βυζαντίῳ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, γεωργοὶ νεανίαι τρεῖς, Ἰλλυριοὶ γένος, Ζίμαρχός τε καὶ Διτύβιστος καὶ Ἰουστῖνος ὁ ἐκ Βεδεριάνης, πράγμασιν ἐνδελεχέστατα τοῖς ἀπὸ τῆς πενίας οἴκοι μαχόμενοι τούτων τε ἀπαλλαξείοντες ἐπὶ τὸ στρατεύεσθαι ὥρμησαν.

查士丁尼与狄奥多拉究竟是怎样的人物,以及他们是以何种手段将罗马人的国家撕得粉碎,我现在便要开始阐述。当利奥在拜占庭掌握最高统治权时,有三位伊利里亚血统的青年农民——齐马尔库斯、迪蒂维斯图斯以及来自贝德里亚纳的查士丁,在故乡受尽贫困所致的境遇煎熬,渴望摆脱这一处境,遂决定投身军旅。

§6.3

καὶ πεζῆ βαδίζοντες ἐς Βυζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδὲν ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο, ταχθέντας τε ἐν τοῖς στρατιωτικοῖς καταλόγοις βασιλεὺς αὐτοὺς ἐς τοῦ Παλατίου τὴν φυλακὴν ἐπελέξατο. κάλλιστοι γὰρ ἅπαντες τὰ σώματα ἦσαν.

他们步行前往拜占庭,肩上亲自背着粗羊毛斗篷,里面除了从家中带出的双烤面包外别无他物,就这样抵达了那里;在被列入兵籍名册之后,皇帝将他们选拔入宫廷近卫军,因为他们每个人的体格都极其出众。

§6.4

χρόνῳ δὲ ὕστερον Ἀναστασίῳ τὴν βασιλείαν παραλαβόντι πόλεμος πρὸς τὸ Ἰσαύρων ἔθνος ὅπλα ἐπ’ αὐτὸν ἀραμένους3 κατέστη.

后来,阿纳斯塔西乌斯即位,针对向他举兵的伊绍里亚民族的战争爆发了。

§6.5

στρατιάν τε λόγου ἀξίαν ἐπ’ αὐτοὺς ἔπεμψεν, ἧσπερ Ἰωάννης ἡγεῖτο, ἐπίκλησιν Κυρτός. οὗτος Ἰωάννης τὸν Ἰουστῖνον ἁμαρτάδος τινὸς ἕνεκα ἐν δεσμωτηρίῳ καθεῖρξεν, ἡμέρᾳ τε τῇ ἐπιούσῃ ἐξ ἀνθρώπων αὐτὸν ἀφανιεῖν ἔμελλεν, εἰ μή τις μεταξὺ ἐπιγενομένη ὄψις ὀνείρου ἐκώλυσεν.

皇帝派出一支规模可观的军队征讨他们,由绰号为“驼背”的约翰统领。这位约翰因某种过失将查士丁投入监狱,本打算在次日将其处死,若非中途出现的一场梦中幻象予以阻止的话。

§6.6

ἔφη γάρ οἱ ἐν ὀνείρῳ ὁ στρατηγὸς ἐντυχεῖν τινα παμμεγέθη τε τὸ σῶμα καὶ τἄλλα κρείσσω ἢ ἀνθρώπῳ εἰκάζεσθαι.

将军称,在梦中有一位身躯极其庞大、在各方面皆非凡人所能比拟的身影来到他面前。

§6.7

καὶ τὸν μέν οἱ ἐπισκῆψαι μεθεῖναι τὸν ἄνδρα, ὅνπερ καθείρξας ἐκείνῃ τῇ ἡμέρᾳ ἐτύγχανεν· αὐτὸν δὲ τοῦ ὕπνου ἐξαναστάντα ἐν ἀλογίᾳ τὴν τοῦ ὀνείρου ὄψιν ποιήσασθαι.

该身影勒令他释放当天关押的那名男子;但他睡醒之后,却对这梦中的幻象置若罔闻。

§6.8

ἐπιλαβούσης δὲ καὶ ἑτέρας νυκτὸς ἐδόκει μέν οἱ ἐν τῷ ὀνείρῳ καὶ αὖθις τῶν λόγων ἀκούειν ὧνπερ ἠκηκόει τὸ πρότερον, ἐπιτελέσαι δὲ τὰ ἐπιτεταγμένα οὐδ’ ὣς βεβουλῆσθαι. τρίτον τέ οἱ ἐπιστᾶσαν τὴν τοῦ ὀνείρου ὄψιν ἀπειλῆσαι μὲν τὰ ἀνήκεστα, ἢν μὴ τὰ ἐπηγγελμένα ποιοίη, ἐπειπεῖν τε ὡς αὐτοῦ τε τοῦ ἀνθρώπου καὶ τῆς ξυγγενείας χρέος οἱ μέγα ὀργισθησομένῳ ἐς χρόνον τὸν ὄπισθεν εἴη.4

当第二夜来临,他似乎在梦中再次听到了此前听过的相同训诫,即便如此,他仍不愿遵行受命之事。当那梦中幻象第三次降临在他面前时,便威胁称若不照命行事必降下不可挽回之灾祸,并附言道,在未来的岁月中,自己发怒之时,将极其需要此人本人及其宗族。

§6.10

Τότε μὲν οὖν οὕτως Ἰουστίνῳ περιεῖναι ξυνέβη, προϊόντος δὲ τοῦ χρόνου ἐς μέγα δυνάμεως οὗτος Ἰουστῖνος ἐχώρησεν.

当时,查士丁便是在这般情势下得以幸存;随着时间的推移,这位查士丁攫取了极大的权势。

§6.11

ἄρχοντα γὰρ αὐτὸν Ἀναστάσιος βασιλεὺς κατεστήσατο τῶν ἐν Παλατίῳ φυλάκων. ἐπειδή τε ὁ βασιλεὺς ἐξ ἀνθρώπων ἠφάνιστο, αὐτὸς τῇ τῆς ἀρχῆς δυνάμει τὴν βασιλείαν παρέλαβε, τυμβογέρων μὲν γεγονὼς ἤδη, ἀμάθητος δὲ γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος ὢν, οὐ γεγονὸς ἔν γε Ῥωμαίοις πρότερον τοῦτό.

因为阿纳斯塔西乌斯皇帝任命他为宫廷近卫队的长官。待皇帝撒手人寰后,他凭借其职权夺取了帝位,尽管他当时已是行将就木的垂暮老翁,且目不识丁,用俗话讲是个文盲——这在罗马人当中此前从未发生过。

§6.12

εἰθισμένον δὲ γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γίνοιτο, αὐτὸς μέντοι οὔτε ἐπήγγειλεν οὔτε τοῖς πρασσομένοις ξυνεπίστασθαι οἷός τε ἦν.

按照惯例,凡凭皇帝圣谕所行之事,皇帝本人皆须在公文上亲笔签署,但他本人既未发出诏令,亦无力理解正在经办的政务。

§6.13

ὃς δὲ παρεδρεύειν αὐτῷ ἔλαχεν, ἀρχὴν ἔχων τὴν τοῦ καλουμένου κοιαίστωρος Πρόκλος ὄνομα, αὐτὸς δὴ αὐτονόμῳ γνώμῃ ἅπαντα ἔπρασσεν. ὅπως δὲ μαρτυρίαν τῆς βασιλέως χειρὸς ἔχοιεν, οἷς δὴ ἐπίκειται τὸ ἔργον τοῦτο, ἐπενοήθη τάδε.

而恰好担任其助手、官居所谓特派调查官之职的普罗克鲁斯,便凭着自己的独立决断操办万事。但为了让承办此事的人能持有皇帝亲笔的凭证,有人构想出了以下办法:

§6.15

ξύλῳ εἰργασμένῳ βραχεῖ ἐγκολάψαντες μορφήν τινα γραμμάτων τεττάρων, ἅπερ ἀναγνῶναι τῇ Λατίνων φωνῇ δύναται, γραφίδα τε βαφῇ βάψαντες, ᾗ βασιλεῖς γράφειν εἰώθασιν,

他们在一小块加工过的木板上刻出四个字母的形状——这些字母在拉丁语中意为“读过”——并用皇帝惯常书写所用的染料浸蘸铁笔,

语法注4 条
  1. 6.1ἀνθρώπω

    名词 ἄνθρωπος 的阳性双数主格形式。它与并列主语 Ἰουστινιανός τε καὶ Θεοδώρα 以及系动词 εἰμί 的未完成过去时第三人称双数形式 ἤστην 保持一致,体现了模仿古典雅典散文的拟古式双数用法。

  2. 6.2ἐρῶν ἔρχομαι

    由将来时主动分词 ἐρῶν(源自 εἶπον / λέγω)与现在时动词 ἔρχομαι 构成的迂回表达,表示将要进行的动作或意图(“我正要/即将阐述”)。句首的间接疑问从句 Οἵτινες... ἤστην τρόπῳ τε ὅτῳ... 作分词 ἐρῶν 的宾语。

  3. 6.4ὅπλα ἐπ’ αὐτὸν ἀραμένους

    阳性复数宾格的分词短语,在句法上修饰中性单数的 τὸ Ἰσαύρων ἔθνος。这是基于意义的一致(constructio ad sensum),意指构成该部族的个别民众与战士。

  4. 6.9χρέος οἱ μέγα ὀργισθησομένῳ ἐς χρόνον τὸν ὄπισθεν εἴη

    ὀργισθησομένῳ 为阳性与格将来被动态分词,修饰代词 οἱ(指代发怒的神意或神灵)。χρέος εἴη 带与格和属格表示“某人对某物有极大需求/用处”,句意为“将来神明降下忿怒时,此人及其亲族将有大用(充当惩戒的工具)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:6.1-6.15