← 普罗科皮乌斯

秘史

§5.21-5.38

强行离异与塞尔吉乌斯在利比亚的失政

狄奥多拉强行令其外孙与贝利撒留之女成婚,但皇妃死后归来的安东尼娜违背女儿意愿拆散二人,贝利撒留顺从其妻招致世人鄙弃。随后叙述了塞尔吉乌斯在利比亚的失政、屠杀使节的暴行,以及其兄所罗门杀害恩人佩加西乌斯却获朝廷庇护的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.21

τῷ γὰρ μειρακίῳ τὴν παιδίσκην ξυνοικίζει οὐδενὶ νόμῳ. φασὶ δὲ ὡς καὶ πλησιάσαι οὔτι ἑκουσίαν ἠνάγκασε κρύβδην, οὕτω τε διαπεπαρθενευμένῃ τὸν ὑμέναιον τῇ κόρῃ ξυστῆναι, τοῦ μὴ βασιλέα τὰ πρασσόμενα διακωλῦσαι.1

因为她未依循任何法定程序,便强行让那少女与那少年同居。据说她还暗中强迫这绝非出于自愿的少女与之交合,唯有在此女已被夺去童贞之后,才为她操办婚礼,以此防止皇帝阻挠正在进行之事。

§5.22

τοῦ μέντοι ἔργου ἐξειργασμένου ἔρωτι ἀλλήλοιν διαπύρῳ τινὶ ὅ τε Ἀναστάσιος καὶ ἡ παῖς εἴχοντο, καὶ χρόνος σφίσιν οὐχ ἥσσων ἢ ὀκτὼ μηνῶν ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη.

然而,既已铸成事实,阿纳斯塔西乌斯与那少女便双双陷入了炽烈的爱恋之中,他们以这种方式共同生活了不下八个月之久。

§5.23

ἡνίκα δὲ Ἀντωνίνα τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἦλθεν, ἐπελάθετο μὲν ἐθελουσία ὧν ἐκείνη ἔναγχος εἰς αὐτὴν εἴργαστο, ὡς ἥκιστα δὲ ὑπολογισαμένη ὡς, ἤν τῳ ἑτέρῳ ἡ παῖς αὐτῇ ξυνοικίζοιτο, πεπορνευμένη τὰ πρότερα ἔσται, τὸν Θεοδώρας ἔκγονον κηδεστὴν ἀτιμάζει, τήν τε παῖδα ὡς μάλιστα ἀκουσίαν βιασαμένη ἀνδρὸς τοῦ ἐρωμένου ἀπέστησε.

可当皇后死后安东尼娜回到拜占庭时,她却甘愿遗忘皇后前不久施予她的恩惠,丝毫未曾顾及若将此女改嫁他人便会被视为曾遭污辱之妇,公然羞辱狄奥多拉的后人这一姻亲,更以极尽残暴的手段将女儿从其挚爱的男子身边生生拆散,尽管少女万般不从。

§5.24

μεγάλην τε ἀγνωμοσύνης ἐκ τοῦ ἔργου τούτου ἀπηνέγκατο δόξαν εἰς πάντας ἀνθρώπους, ἥκοντά τε οὐδενὶ πόνῳ ἀναπείθει τὸν ἄνδρα τοῦ ἄγους αὐτῇ μεταλαχεῖν τοῦδε. ὥστε διαρρήδην τηνικάδε ὁ τοῦ ἀνθρώπου τρόπος ἐλήλεγκται.

由于这桩恶行,她在所有人中间落下了忘恩负义的滔天恶名;而待丈夫归来,她毫不费力便劝说他与自己分担这一滔天罪孽。于是,在那个关头,那男人的真实本性被彻底揭穿无遗。

§5.25

καίτοι διομοσάμενος Φωτίῳ τε καὶ τῶν ἐπιτηδείων τισὶ πρότερον καὶ τὰ ὀμωμοσμένα οὐδαμῆ ἐμπεδώσας συγγνώμης ἐτύγχανε πρὸς πάντων ἀνθρώπων. αἴτιον γὰρ τοῦ ἀπίστου τἀνδρὸς οὐ τὴν γυναικοκράτειαν, ἀλλὰ δέος τὸ ἐκ τῆς βασιλίδος ὑπώπτευον εἶναι.

在此之前,他虽曾向福提乌斯以及若干亲近之人起誓,却绝未践行誓言,世人对此尚抱以宽恕之心;因为人们原以为那男人的不忠并非出于惧内,而是由于对皇后的畏惧。

§5.27

ἐπεὶ δὲ καὶ Θεοδώρας ἀπογενομένης, ὥσπερ μοι εἴρηται, οὔτε Φωτίου οὔτε ἄλλου του τῶν οἱ ἀναγκαίων λόγος γεγένητο, ἀλλ’ αὐτῷ δέσποινα μὲν ἡ γυνὴ ἐφαίνετο οὖσα, κύριος δὲ Καλλίγονος ὁ προαγωγὸς ἦν, τότε δὴ ἀπογνόντες αὐτοῦ ἅπαντες ἐχλεύαζόν τε διαθρυλλοῦντες καὶ ἅτε ἄνοιαν ὀφλισκάνοντι ἐλοιδοροῦντο. τὰ μὲν οὖν ἡμαρτημένα Βελισαρίῳ ἀπαρακαλύπτως εἰπεῖν ταύτῃ πη ἔχει.

然而,正如我此前所叙述的那样,即便在狄奥多拉死后,他既未念及福提乌斯,亦未过问其他任何亲眷,反而其妻依然是其女主人,拉皮条的卡利戈努斯依然是真正的主人;至此,众人皆对他彻底绝望,在闲言碎语中肆意嘲讽他,并痛斥他犯下了愚蠢之罪。贝利撒留所犯下的诸般过咎,直言不讳地讲,大体便在此处。

§5.28

Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα διαρκῶς μὲν ἐν λόγοις μοι τοῖς ἐπιτηδείοις δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονε Ῥωμαίοις ἐνταῦθα διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ πρὸς τῶν εὐαγγελίων ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ διαχρησάμενος, τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ δεήσει, ὡς οὔτε νῷ δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον ἦλθον οὔτε τινὰ σκῆψιν ὁ Σέργιος ὑποψίας περὶ αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς ἄνδρας διεχρήσατο οὐδενὶ κόσμῳ.

至于巴克霍斯之子塞尔吉乌斯在利比亚所犯下的罪过,我已在适宜的历史记载中作了详尽的阐述;此人实乃罗马人在当地全盘覆灭的罪魁祸首,他对手执福音书向莱瓦泰人立下的誓言弃若敝履,且毫无理由地屠杀了八十名使节。如今我只需在此叙述中补述一点:那些人来到塞尔吉乌斯处绝无诡诈之心,塞尔吉乌斯对他们亦无任何起疑的借口,然而他却在立誓之后邀众人赴宴,旋即惨无人道地将他们悉数残杀。

§5.29

ἀφ’ οὗ δὴ Σολόμωνι καὶ τῷ Ῥωμαίων στρατῷ καὶ Λίβυσι πᾶσι διεφθάρθαι ξυνέβη.

由此,所罗门、罗马全军以及所有利比亚人皆遭遇了灭顶之灾。

§5.30

δι’ αὐτὸν γὰρ, ἄλλως τε καὶ Σολόμωνος τετελευτηκότος, ὥσπερ μοι εἴρηται, οὔτε τις ἄρχων οὔτε τις στρατιώτης ἐς πολέμου κίνδυνον ἰέναι ἠξίου.

因为因他的缘故,尤其是在如我所言所罗门战死之后,再无任何将领或士兵愿意投身战火之险。

§5.31

μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισιννιόλου τῷ ἐς αὐτὸν ἔχθει ἀπόμαχος ἦν, ἕως Ἀρεόβινδος ἐς Λιβύην ἀφίκετο.

最甚者莫过于西西尼奥鲁斯之子约翰,出于对塞尔吉乌斯的仇恨而拒绝参战,直至阿雷奥宾杜斯抵达利比亚。

§5.32

ἦν γὰρ ὁ Σέργιος μαλθακὸς μὲν καὶ ἀπόλεμος, τὸ δὲ ἦθος καὶ τὴν ἡλικίαν κομιδῆ νέος, φθόνῳ τε καὶ ἀλαζονείᾳ ἐς ὑπερβολὴν ἐχόμενος ἐς πάντας ἀνθρώπους, τεθρυμμένος τε τὴν δίαιταν καὶ τὰς γνάθους φυσῶν.

盖因塞尔吉乌斯不仅懦弱不能战,而且心性与年纪皆极度幼稚,对所有人怀有极端的嫉妒与狂妄,生活骄奢淫逸,整日鼓腮自大。

§5.33

ἀλλ’ ἐπεὶ τῆς Ἀντωνίνης τῆς Βελισαρίου γυναικὸς ἐγγόνης ἐτύγχανε μνηστὴρ γεγονὼς, τίσιν τινὰ ἐς αὐτὸν ἡ βασιλὶς ἐξενεγκεῖν ἢ παραλύειν τῆς ἀρχῆς οὐδαμῆ ἤθελε, καίπερ ἐνδελεχέστατα διαφθειρομένην Λιβύην ὁρῶσα, ἐπεὶ καὶ Σολόμωνα τὸν Σεργίου ἀδελφὸν τοῦ Πηγασίου φόνου αὐτή τε καὶ βασιλεὺς ἀθῷον ἀφῆκεν. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.

然而,由于他恰是贝利撒留之妻安东尼娜的外孙女的求婚者,皇后即便眼见利比亚正遭受持续不断的毁灭,亦决不愿对他施加任何惩戒或将其免职;正如她与皇帝甚至赦免了塞尔吉乌斯之弟所罗门谋杀佩加西乌斯之罪一样。这究竟是怎么一回事,我随即予以揭示。

§5.34

Ἐπειδὴ ὁ Πηγάσιος τὸν Σολόμωνα πρὸς τῶν Λευαθῶν ὠνήσατο καὶ οἱ βάρβαροι ἐπ’ οἴκου ἀπεκομίσθησαν, ὁ μὲν Σολόμων ξύν τε Πηγασίῳ τῷ ἐωνημένῳ καὶ στρατιώταις ὀλίγοις τισὶν εἰς Καρχηδόνα ἐστέλλετο, ἐν δὲ τῇ ὁδῷ ταύτῃ λαβὼν ὁ Πηγάσιος ὅ τι δὴ ἀδικοῦντα Σολόμωνα2 χρῆναί οἱ ἔφασκεν ἐν μνήμῃ εἶναι ὡς αὐτὸν ἔναγχος ἐκ τῶν πολεμίων ὁ θεὸς ῥύσαιτο.

当佩加西乌斯从莱瓦泰人手中赎回所罗门且蛮族已撤兵归国之后,所罗门便与出资赎他的佩加西乌斯及少数士兵同行前往迦太基。在途中,佩加西乌斯察觉到所罗门正在行某件不轨之事,便告诫他应当牢记上帝不久前才将他从敌人手中搭救出来。

§5.35

ὁ δὲ χαλεπήνας, ὅτι δή οἱ ἅτε δορυαλώτῳ ὠνείδισε, τὸν Πηγάσιον εὐθὺς ἔκτεινε, ταῦτά τε σῶστρα τῷ ἀνθρώπῳ ἀπέδωκεν.

但所罗门因对方讥讽他曾为俘虏而大发雷霆,立时杀害了佩加西乌斯,并将这等救命的报偿还给了那人。

§5.36

ἐπειδή τε ὁ Σολόμων ἐς Βυζάντιον ἦλθε, καθαρὸν αὐτὸν βασιλεὺς τοῦ φόνου ἐποίει ἅτε προδότην ἀνελόντα τῆς Ῥωμαίων ἀρχῆς.3 γράμματά τε αὐτῷ ἐδίδου τὴν ὑπὲρ τούτων ἀσφάλειαν παρεχόμενος. καὶ ὁ μὲν Σολόμων οὕτω τὴν τίσιν διαφυγὼν ἐπὶ τὴν ἑῴαν ἄσμενος ᾔει, τήν τε πατρίδα καὶ γένος τὸ κατὰ τὴν οἰκίαν ὀψόμενος.

当所罗门抵达拜占庭后,皇帝却以他诛杀了罗马帝国的叛徒为由,宣告他在谋杀案中清白无辜,并赐予他书简以提供免罪保证。于是所罗门就这样逃脱了惩罚,满心欢喜地前往东方,以探访家乡与宗族亲属。

§5.38

ἡ δὲ ἀπὸ τοῦ θεοῦ τίσις ἐν ταύτῃ τῇ ὁδῷ καταλαβοῦσα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. τὰ μὲν οὖν ἀμφὶ Σολόμωνί τε καὶ Πηγασίῳ τῇδε ἐχώρησεν.

然而上帝的惩罚却在途中追上了他,将他从人间抹除。所罗门与佩加西乌斯之事,大抵便是如此了结的。

语法注3 条
  1. 5.21τοῦ μὴ βασιλέα τὰ πρασσόμενα διακωλῦσαι

    属格冠词 τοῦ 加上不定式 διακωλῦσαι 构成的目的结构(否定用 μή),带有宾格逻辑主语 βασιλέα,表示否定目的:“为了不让皇帝阻挠正在进行之事”。

  2. 5.34λαβὼν ὁ Πηγάσιος ὅ τι δὴ ἀδικοῦντα Σολόμωνα

    分词 λαβών 在此处意为“当场抓获”或“察觉”。它支配直接宾语 Σολόμωνα 以及作补足成分的谓语性分词 ἀδικοῦντα(“行不义”),而 ὅ τι δή 是不定代词加小辞,充当内部宾语(“某种过错”)。

  3. 5.36ἅτε προδότην ἀνελόντα τῆς Ῥωμαίων ἀρχῆς

    小词 ἅτε 连同宾格分词 ἀνελόντα 表示宣称的理由或托词。分词 ἀνελόντα(“杀害”)的逻辑主语是所罗门(指代前文的 αὐτόν),而 προδότην 是宾语补足语,用以指称被杀的佩加西乌斯(“理由是他诛杀了罗马帝国的叛徒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:5.21-5.38