- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:5.1-5.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留在第二次意大利战役中龟缩于要塞、丢掉罗马并肆意搜刮,招致部将叛离;与此同时,狄奥多拉皇后通过威逼破坏约翰与日耳曼努斯家族的联姻,挑起将领内讧,并不择手段企图霸占贝利撒留的财产。
Βελισάριος δὲ τὸ δεύτερον ἐν Ἰταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε ἀπήλλαξε· τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ1 ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα τοῦτον τὸν χρόνον τὰ ἐπιθαλάσσια περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας ὁ Ῥωμαίων στρατὸς εἴχετο.
贝利撒留第二次来到意大利,却以极不光彩的结局从那里脱身。因为正如我在前文所述,在长达五年的时间里,除却有要塞依托之处,他完全无法在陆地立足。在这整段时期内,他只是驾船在沿海一带周旋。托蒂拉极度渴望在城墙之外将他擒获,然而终未能如愿,因为贝利撒留本人及罗马全军都深陷于极大的恐惧之中。
διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ καὶ Ῥώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα.
因此,他不仅未能收复任何失地,反而又丢掉了罗马以及几乎所有其余地方。
ἐγένετο δὲ φιλοχρήματος ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος, Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο ἐπί τε Ῥαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν, ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν βεβιωμένων καταπραττόμενος.
在这期间,由于未能从皇帝处得到任何供给,他变得比任何人都要贪恋钱财,成了最为严苛的卑劣收益的索求者;事实上,他对居住在拉文纳与西西里的几乎所有意大利人,以及任何落入其掌控之人,皆予以毫无节制的劫掠,借口则是清算他们过去的账目。
οὕτω γοῦν καὶ Ἡρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων.
就这样,他也逼迫希罗底安索要金钱,对那人施以百般威吓。
οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷ Ῥωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς ξύν τε τοῖς ἑπομένοις καὶ τῷ Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν.
希罗底安对此愤恨不已,便脱离了罗马军队,立即率部下连同斯波莱蒂乌姆城归降了托蒂拉和哥特人。
ὅπως δὲ αὐτῷ τε καὶ Ἰωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ τὰ Ῥωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω.
至于〔贝利撒留〕和维塔利安之侄约翰之间究竟如何发生内讧,并由此使罗马局势遭到致命打击,我随即予以揭示。
Ἐς τοῦτο ἀπεχθείας Γερμανῷ ἡ βασιλὶς ἦλθεν ἐπιδηλότατόν τε ἅπασι τὸ ἔχθος ἐποίει, ὥστε αὐτῷ κηδεύειν, καίπερ βασιλέως ἀνεψιῷ ὄντι, ἐτόλμα οὐδεὶς, ἄνυμφοί τε αὐτῷ οἱ παῖδες διαγεγόνασι, μέχρις αὐτὴ ἀπελύθη τοῦ βίου. ἥ τε θυγάτηρ αὐτῷ Ἰουστίνα ἐπὶ ὀκτωκαίδεκα ἔτη ἡβήσασα ἔτι ἀνυμέναιος ἦν.
皇后对日耳曼努斯的厌恶达到了如此地步,并将这种敌意公然昭示于所有人,以至于尽管他是皇帝的堂亲,却无人敢与他结为姻亲,他的儿子们直至皇后离世一直未能娶妻;其女尤斯蒂娜虽已年届十八岁,却依然待字闺中。
διά τοι τοῦτο ἡνίκα Ἰωάννης πρὸς Βελισαρίου σταλεὶς ἀφίκετο ἐς Βυζάντιον, ἐς λόγους αὐτῷ καταστῆναι ὁ Γερμανὸς ἀμφὶ τῇ κηδείᾳ ἠνάγκαστο, καὶ ταῦτα λίαν ἀπὸ τῆς ἀξίας τῆς αὐτοῦ ὄντι.
正因如此,当贝利撒留派遣约翰抵达拜占庭时,日耳曼努斯被迫与他商讨结亲之事,尽管约翰的门第远在其自身身份之下。
ἐπεί τε τὸ πρᾶγμα ἤρεσκεν ἄμφω, ὅρκοις ἀλλήλους ἔγνωσαν δεινοτάτοις καταλαβεῖν ἦ μὴν τὸ κῆδος ἐπιτελέσειν δυνάμει τῇ πάσῃ, ἐπεὶ αὐτοῖν ἑκάτερος τὸ θαρσεῖν ἐπὶ θατέρῳ ὡς ἥκιστα εἶχεν, ὁ μὲν τῷ ξυνειδέναι ὅτι δὴ τῶν ὑπὲρ τὴν ἀξίαν ὀρέγοιτο, ὁ δὲ κηδεστοῦ ἀπορούμενος.
当此事为双方所首肯后,他们决定以最严厉的誓言互相约束,誓必竭尽全力促成这门婚事,因为两人之间互不信任——一方深知自己在攀附超越自身门第的联姻,而另一方则是急于摆脱苦无姻亲的困境。
ἡ δὲ οὐκ ἔχουσα τίς γένηται2 διὰ πάσης ὁδοῦ ἰοῦσα ἑκάτερον μετιέναι μηχανῇ πάσῃ οὐκ ἀπηξίου, ὅπως ἂν τὰ πραττόμενα διακωλύοι.
皇后走投无路之下,不惜穷尽一切途径,用尽各种机谋纠缠二人,以图阻挠正在操办之事。
ἐπεὶ δὲ αὐτοῖν καίπερ πολλὰ δεδιξαμένη ἀναπείθειν οὐδέτερον ἔσχε, διαρρήδην ἀπολεῖν τὸν Ἰωάννην ἠπείλησε.
然而,尽管她多方恐吓,却始终无法说服其中任何一人,于是便公开威胁要将约翰置于死地。
καὶ ἀπ’ αὐτοῦ Ἰωάννης αὖθις ἐς Ἰταλίαν σταλεὶς οὐδαμῆ ξυμμῖξαι Βελισαρίῳ ἐτόλμησε, τὴν ἐξ Ἀντωνίνης ἐπιβουλὴν δείσας, ἕως Ἀντωνίνα ἐς Βυζάντιον ἦλθε.
因此,当约翰被再次派往意大利时,出于对安东尼娜暗算的畏惧,在安东尼娜前往拜占庭之前,他绝不敢与贝利撒留会合。
τήν τε γὰρ βασιλίδα ταύτῃ ἐπιστεῖλαι τὸν αὐτοῦ φόνον οὐκ ἄπο τοῦ εἰκότος ἄν τις ὑπώπτευσε, καὶ τὸν Ἀντωνίνης σταθμωμένῳ τρόπον ἅπαντά τε Βελισάριον ἐνδιδόναι τῇ γυναικὶ ἐπισταμένῳ δέος ἐγίνετο μέγα καὶ τὸν ἐσῄει.3
因为皇后委派安东尼娜行刺约翰实属情理之中的推测,且对衡量安东尼娜为人、又深知贝利撒留对其妻百依百顺之人而言,极大的恐惧顿生并侵入他的内心。
τοῦτο γοῦν Ῥωμαίοις τὰ πράγματα καὶ πρότερον ἐπὶ θατέρου σκέλους ἑστῶτα προσουδίζει χαμαί.
这终究使罗马那早已单腿支撑的局势彻底倾覆于地。
Βελισαρίῳ μὲν οὖν ὁ Γοτθικὸς πόλεμος τῇδε ἐχώρησεν. ἀπογνοὺς δὲ βασιλέως ἐδεῖτο ὅπως οἱ ἐξῇ ἐνθένδε ὅτι τάχιστα ἀπαλλαγῆναι.
贝利撒留的哥特战争便以这般景象告终。陷入绝望的他向皇帝恳求,允许他尽快脱身离去。
καὶ ἐπεὶ ἐνδεχόμενον βασιλέα τὴν δέησιν ἔγνω, ἄσμενος εὐθὺς ἀπιὼν ᾤχετο, χαίρειν πολλὰ τῷ τε Ῥωμαίων στρατῷ καὶ τοῖς Ἰταλοῖς φράσας, καὶ τὰ μὲν πλεῖστα ὑποχείρια τοῖς πολεμίοις ἀπολιπὼν, Περυσίαν δὲ πικρότατα πολιορκίᾳ πιεζομένην, ἥπερ ἔτι αὐτοῦ ὁδῷ ἰόντος κατ’ ἄκρας ἁλοῦσα ἐς πᾶσαν κακοῦ ἰδέαν ἦλθεν, ᾗπέρ μοι πρότερον δεδιήγηται. ξυνηνέχθη δὲ καὶ κατὰ τὴν οἰκίαν τύχης ἐναντίωμα ξυμπεσεῖν τοιόνδε.
当得知皇帝应允其请求后,他满心欢喜地立即动身离去,向罗马军队和意大利人作了长别,把大部分土地遗弃于敌人之手,亦任由佩鲁西亚处于酷烈围城之下;此城在他尚在途中便完全失陷,陷入了一切灾难的深渊,正如我此前所叙述的那样。与此同时,在他家门之内,也遭逢了如下逆境。
Θεοδώρα ἡ βασιλὶς τῆς Βελισαρίου παιδὸς ἐξεργάζεσθαι τὴν ἐγγύην ἐπειγομένη τῷ θυγατριδῷ, συχνὰ γράφουσα τοὺς γειναμένους τὴν κόρην ἠνώχλει.
狄奥多拉皇后急于将贝利撒留之女与其外孙撮合成婚,频频致信滋扰少女的父母。
οἱ δὲ τὸ κῆδος ἀναδυόμενοι ἀπετίθεντο μὲν ἐς παρουσίαν τὴν σφετέραν τὸν γάμον, μεταπεμπομένης δὲ αὐτοὺς ἐς Βυζάντιον τῆς βασιλίδος, ἀδύνατοι εἶναι ἀπαλλάσσεσθαι τανῦν ἐξ Ἰταλίας ἐσκήπτοντο.
二人因推拒这门婚事,便将婚礼拖延至他们亲自到场之时;当皇后召见他们前往拜占庭时,他们又推托当前无法脱身离开意大利。
ἡ δὲ γλιχομένη μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου καταστήσεσθαι πλούτου, ᾔδει γὰρ ἐπίκληρον ἐσομένην τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου, ἐπὶ μέντοι τῇ Ἀντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα, δειμαίνουσά τε μὴ μετὰ τὴν τοῦ βίου καταστροφὴν οὐ φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, διασπάσηται τὰ ξυγκείμενα, ἐργάζεται ἀνόσιον ἔργον.
皇后一方面极欲令其外孙成为贝利撒留巨资的主人——因贝利撒留别无其他子嗣,她深知此女将是唯一的遗产继承人;然而她又决不敢信任安东尼娜的意向,唯恐在自己离世之后,安东尼娜即便曾在最危急关头受过自己如此厚恩,却仍不会对其家族保持忠诚,从而撕毁约定,于是便行下了一件大逆不道的勾当。
- 5.1ὅτι μὴ
位于否定词(此处为 οὐδαμῆ)之后的惯用表达,意为“除……之外”(相当于连接词 πλήν 或拉丁语的 nisi),引出后面的从句 ἔνθα τι ὀχύρωμα ἦν(“除了有要塞把守的地方之外”)。
- 5.11οὐκ ἔχουσα τίς γένηται
短语 οὐκ ἔχω ὅ,τι γένωμαι(“不知所措 / 无计可施”)在间接疑问句中的形式。从句保留了商榷性虚拟式 τίς γένηται,生动体现了狄奥多拉走投无路、束手无策的心理状态。
- 5.14σταθμωμένῳ ... καὶ τὸν ἐσῄει
破格句式(anacoluthon)。句首的分词 σταθμωμένῳ 与 ἐπισταμένῳ 本作为“判断者与格”(“对考量……之人而言”)与 δέος ἐγίνετο 搭配,但在后续并列分句中,动词 ἐσῄει(“进入……内心”)却突兀地转向以宾格 τὸν(指约翰)作为直接宾语。
