← 普罗科皮乌斯

秘史

§4.33-4.45

掌控贝利撒留家产与其意境再战受挫

查士丁尼与狄奥多拉通过联姻掌控了贝利撒留的家资,并令其自费重返意大利战役;然而因失去神佑,这位曾威名显赫的将领屡遭挫折,徒劳无功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33

ἐκ παλαιοῦ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν πλοῦτος ὁ τούτου τοῦ ἀνδρὸς ἀκριβῶς ἔκνιζεν, ὑπέρογκός τε ὤν καὶ βασιλικῆς αὐλῆς ἄξιος.

久已以来,这个人的巨额财富因其过于庞大且堪比皇室宫廷,极深地刺痛着查士丁尼和狄奥多拉。

§4.34

ἔφασκόν τε ὡς τῶν δημοσίων χρημάτων Γελίμερός τε καὶ Οὐιττίγιδος τὸ πλεῖστον ἀποκρυψάμενος λάθρα ἔτυχε, μοῖραν δὲ αὐτῶν βραχεῖάν τέ τινα καὶ οὐδαμῆ ἀξιόλογον βασιλεῖ ἔδωκε.

他们声称,他秘密隐匿了盖利默和维蒂吉斯的大部分公款,仅将其中极少且微不足道的一份交给了皇帝。

§4.35

πόνους δὲ τοὺς τοῦ ἀνθρώπου καὶ τῶν ἔξωθεν τὴν βλασφημίαν διαριθμούμενοι, ἅμα δὲ καὶ σκῆψιν ἀξιόχρεων ἐπ’ αὐτῷ οὐδεμίαν κεκομισμένοι ἡσυχῆ ἔμενον.

然而,考虑到此人的辛劳以及外界的非议,加之他们又未曾握有针对他的正当借口,便一直保持隐忍。

§4.36

τότε δὲ ἡ βασιλὶς αὐτοῦ λαβομένη κατωρρωδηκότος τε καὶ ἀποδειλιάσαντος ὅλως πράξει μιᾷ διεπράξατο ξυμπάσης αὐτοῦ τῆς οὐσίας κυρία γενέσθαι.

但在那时,皇后趁他惊恐万状、胆气尽丧之际,借一举之功便得以掌控了他的全部财产。

§4.37

ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην εὐθὺς, Ἰωαννίνα τε ἡ Βελισαρίου θυγάτηρ, ἧσπερ μόνης ἐγεγόνει πατὴρ, Ἀναστασίῳ τῷ τῆς βασιλίδος θυγατριδῷ μνηστὴ γέγονε.

因为他们立即互相结为姻亲,贝利撒留仅有的独生女儿若安尼娜,便被许配给了皇后的外孙阿纳斯塔西乌斯。

§4.38

Βελισάριος μὲν οὖν ἀρχήν τε ἀπολαβεῖν τὴν οἰκείαν ἠξίου καὶ στρατηγὸς τῆς ἑῴας ἀποδειχθεὶς πάλιν ἐπὶ Χοσρόην καὶ Μήδους ἐξηγήσεσθαι τῷ Ῥωμαίων στρατῷ, Ἀντωνίνα δὲ οὐδαμῶς εἴα· περιυβρίσθαι γὰρ ἐν τοῖς ἐκείνῃ χωρίοις πρὸς αὐτοῦ ἔφασκεν, ἅπερ οὐκέτι τὸ λοιπὸν ὄψεσθαι.

于是贝利撒留请求官复原职,再次被任命为东方总指挥官,率领罗马军队征讨霍斯劳与米底人,但安东尼娜绝不同意;她声称自己在彼处曾受他极度凌辱,往后绝不再涉足那片土地。

§4.39

Διὸ δὴ Βελισάριος ἄρχων τῶν βασιλικῶν καταστὰς ἱπποκόμων ἐς τὴν Ἰταλίαν τὸ δεύτερον ἐστάλη, ὁμολογήσας βασιλεῖ, ὥς φασι, χρήματα μήποτε αὐτὸν ἐν τῷδε τῷ πολέμῳ αἰτήσειν, ἀλλὰ ξύμπασαν αὐτὸς τὴν τοῦ πολέμου παρασκευὴν χρήμασιν οἰκείοις ποιήσεσθαι.

因此,贝利撒留被任命为御马厩长,第二次被派往意大利。据说他曾向皇帝许诺,在此次战事中绝不向皇帝索取军费,而是自备私囊筹备一切军需。

§4.40

πάντες μὲν οὖν ὑπετόπαζον τά τε ἀμφὶ τῇ γυναικὶ ταύτῃ, ᾗπερ ἐρρήθη, Βελισάριον διοικήσασθαι καὶ βασιλεῖ ταῦτα ὁμολογῆσαι ἀμφὶ τῷ πολέμῳ ἃ δεδιήγηται, ἀπαλλαξείοντα1 τῆς ἐν Βυζαντίῳ διατριβῆς, ἐπειδάν τε τάχιστα τοῦ τῆς πόλεως περιβόλου ἐκτὸς γένηται, ἁρπάσεσθαί τε αὐτίκα τὰ ὅπλα καί τι γενναῖον καὶ ἀνδρὶ πρέπον ἐπί τε τῇ γυναικὶ καὶ τοῖς βιασαμένοις φρονήσειν.

所以所有人都猜测,贝利撒留之所以如前所述处理其妻之事,并就战事向皇帝立下所记述的这些约定,是为了急于摆脱在拜占庭的滞留,一旦走出城墙范围,他定会立即执起兵刃,针对妻子和强迫他的人展现出豪迈而堂堂男儿应有的气魄。

§4.41

αὐτὸς δὲ πάντα τὰ ξυμπεσόντα ἐν ἀλογίᾳ πεποιημένος ὅρκων τε τῶν Φωτίῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ὀμωμοσμένων ἐν λήθῃ τε πολλῇ καὶ ὀλιγωρίᾳ γενόμενος εἵπετο τῇ γυναικὶ, καταστὰς ἐκτόπως εἰς αὐτὴν ἐρωτόληπτος, καὶ ταῦτα ἑξήκοντα ἤδη γεγονυῖαν ἔτη.

然而他本人却将发生的一切置之度外,将对福提乌斯以及其他密友立下的誓言完全抛诸脑后且弃之不顾,跟随着妻子;他竟对她陷入了异乎寻常的痴情,况且此时她已年逾六旬。

§4.42

ἐπειδὴ μέντοι ἐν Ἰταλίᾳ ἐγένετο, εἰς ἡμέραν ἑκάστην ἀπ’ ἐναντίας αὐτῷ τὰ πράγματα ἐχώρει, ἐπεί οἱ διαρρήδην τὰ ἐκ θεοῦ πολέμια ἦν.

然而当他抵达意大利后,局势日益与他背道而驰,因为来自神明的天意显然与他为敌。

§4.43

πρῶτον μέν γε τὰ τῷ στρατηγῷ τούτῳ ἐν τοῖς ξυμπίπτουσιν ἐπί τε Θευδάτον καὶ Οὐίττιγιν βουλευόμενα, καίπερ οὐκ ἐπιτηδείως τοῖς πρασσομένοις δοκοῦντα ἔχειν, ἐς ξύμφορον ἐκ τοῦ ἐπὶ πλεῖστον ἐτελεύτα τέλος· ἐν δὲ τῷ ὑστέρῳ δόξαν μὲν ἀπήνεγκεν ὅτι δὴ τὰ βελτίω βεβούλευται ἅτε καὶ τῶν κατὰ τὸν πόλεμον τόνδε πραγμάτων γεγονὼς ἔμπειρος, ἀλλ’ ἐν τοῖς ἀποβαίνουσι κακοτυχοῦντι τὰ πολλὰ ἐς ἀβουλίας δόκησιν αὐτῷ ἀπεκρίθη.2

首先,这位将领早先在对抗狄乌达哈德和维蒂吉斯时,在危急关头所谋划的计策,尽管看似不合时宜,往往最终却能收效甚丰;而在后来的战役中,尽管他因深谙此战情势而赢得了善于运筹帷幄的声誉,但由于结局大都不顺,反而落得无谋之名。

§4.44

οὕτως ἄρα οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι,3 οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.

由此可见,人间之事并非由人的谋略所掌管,而是由神意之倾侧所主宰;人们惯常将其称作“命运”,因为不知变故究竟因何如此演进,正如〔这些变故〕在他们面前所显现的那样;因为对看似不可理喻之事,人们素来习惯冠以命运之名。不过,对于这些事,且听各人随心所欲去看待吧。

语法注3 条
  1. 4.40ἀπαλλαξείοντα

    意愿动词 ἀπαλλαξείω(意欲摆脱、逃避)的现在主动分词阳性单数宾格,与作不定式复合结构逻辑主语的 Βελισάριον 一致,作为状语性分词表示动机(“因急欲脱身”),引出随后的将来不定式 ἁρπάσεσθαι... φρονήσειν。

  2. 4.43ἐς ἀβουλίας δόκησιν αὐτῷ ἀπεκρίθη

    被动不定过去时动词 ἀπεκρίθη 在此处非通常的“回答”之义,而是引申为“归结为”、“最终落得……的结果/名声”(ἐς ἀβουλίας δόκησιν)。与格代词 αὐτῷ 则作关涉与格或受损与格,表示结果归于他自身。

  3. 4.44ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι

    关系代词 ὃ 为中性单数宾格,它并未机械地与先行词阴性短语 τῇ ἐκ θεοῦ ῥοπῇ(神意之倾侧)保持性的一致,而是概括性地指代“神明左右一切”这一整体事理与现象,并与谓语名词 τύχην 构成双宾格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:4.33-4.45