← 普罗科皮乌斯

秘史

§4.18-4.32

狄奥多拉的离间计与贝利撒留的屈服

狄奥多拉皇后为讨好安东尼娜,精心设计让贝利撒留以为是因其妻子的求情才得以免死。在深陷受死恐惧之中的贝利撒留接到皇后的宽赦信件后,立刻拜倒在安东尼娜脚下,誓愿终身为其忠奴而非丈夫,随后其部分财产得以发还。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

ἐτύγχανε δὲ ἡ Ἀντωνίνα, ὥς μοι εἴρηται, τῷ μὲν ἀνδρὶ διάφορος γεγενημένη, τῇ δὲ βασιλίδι φιλτάτη καὶ ἀναγκαιοτάτη οὖσα ἐν τοῖς μάλιστα ἅτε Ἰωάννην ἔναγχος κατεργασαμένη τὸν Καππαδόκην.

此时安东尼娜正如我前文所述,与她的丈夫业已交恶,却深得皇后的宠信与极度倚重,因为她不久前刚刚铲除了卡帕多西亚的约翰。

§4.19

διὸ δὴ χαρίσασθαι ἡ βασιλὶς τῇ Ἀντωνίνῃ βουλευσαμένη, ἅπαντα ἔπραττεν ὅπως ἐξαιτήσασθαί τε τὸν ἄνδρα ἡ γυνὴ καὶ ἀπὸ ξυμφορῶν τηλικῶνδε ῥύσασθαι δόξειε, ταύτῃ τε οὐ μόνον τῷ ταλαιπώρῳ ἐς τὸ παντελὲς καταλλαγῆναι συμβήσεται, ἀλλὰ καὶ διαρρήδην αὐτὸν ἅτε πρὸς αὐτῆς διασεσωσμένον αἰχμάλωτον ἀναρπάσασθαι.1

因此皇后打定主意要讨好安东尼娜,便千方百计地设法使这位妻子看似为丈夫求了情,并将他从如此深重的灾祸中解救出来;这样一来,不仅能使她与这个可怜的人彻底和解,而且还能让她明目张胆地将他当作由她救下的俘虏完全掌控在手中。

§4.20

ἐγένετο δὲ ὧδε. ἦλθε μέν ποτε Βελισάριος πρωῒ ἐς Παλάτιον, ᾗπερ εἰώθει, ξὺν ἀνθρώποις οἰκτροῖς τε καὶ ὀλίγοις τισίν.

事情的经过是这样的。有一天清晨,贝利撒留照常前往皇宫,身边只跟着寥寥几个凄凉落魄的随从。

§4.21

οὐκ εὐμενῶν δὲ πειρασάμενος βασιλέως τε καὶ τῆς βασιλίδος, ἀλλὰ καὶ περιυβρισμένος ἐνταῦθα ὑπ’ ἀνδρῶν μοχθηρῶν τε καὶ ἀγελαίων, οἴκαδε ἀμφὶ δείλην ὀψίαν ἀπιὼν ᾤχετο, συχνά τε περιστρεφόμενος ἐν τῇ ἀναχωρήσει ταύτῃ καὶ πανταχόσε περισκοπούμενος, ὁπόθεν ποτὲ προσιόντας αὐτῷ τοὺς ἀπολλύντας ἴδοι.

但他不仅未曾得到皇帝与皇后的好脸色,反而在那里饱受卑劣鄙俗之徒的百般凌辱,直至傍晚暮色降临时才动身回家;在归途中,他频繁地回头张望,四处审视,察看刺客会从何处向他逼近。

§4.22

ξὺν ταύτῃ τε τῇ ὀρρωδίᾳ εἰς τὸ δωμάτιον ἀναβὰς ἐπὶ τῆς στιβάδος καθῆστο μόνος, γενναῖον μὲν οὐδὲν ἐννοῶν, οὐδὲ ὅτι ἀνὴρ ἐγεγόνει ἐν μνήμῃ ἔχων, ἱδρῶν δὲ ἀεὶ καὶ ἰλιγγιῶν καὶ ξὺν τρόμῳ πολλῷ ἀπορούμενος, φόβοις τε ἀνδραποδώδεσι καὶ μερίμναις ἀποκναιόμενος φιλοψύχοις τε καὶ ὅλως ἀνάνδροις.

怀着这般惶恐,他走上寝室,独自坐在卧榻之上,心中没有丝毫豪迈之念,甚至不复记得自己曾是个堂堂男子,反倒浑身虚汗涔涔,头晕目眩,在剧烈的战栗中惶惑无措,受尽了奴仆般的恐惧以及苟且偷生、全无男子气概的忧虑的折磨。

§4.23

Ἀντωνίνα δὲ ἅτε οὔτε τὰ πρασσόμενα ὅλως ἐπισταμένη οὔτε τι τῶν ἐσομένων καραδοκοῦσα περιπάτους ἐνταῦθα ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν σκηπτομένη· ἔτι γὰρ εἰς ἀλλήλους ὑπόπτως εἶχον. μεταξὺ δέ τις ἐκ Παλατίου, Κουαδρᾶτος ὄνομα, ἧκεν ἤδη δεδυκότος ἡλίου, τήν τε αὔλειον ὑπερβὰς ἐξαπιναίως παρὰ τὴν ἀνδρωνίτιδα ἔστη θύραν, φάσκων πρὸς τῆς βασιλίδος ἐνταῦθα ἐστάλθαι.

安东尼娜则装作对正在进行的事情毫不知情,也对将要发生之事全无预料,借口胃酸烧心,频繁地在室内来回踱步;因为他们彼此之间仍抱有疑忌。与此同时,日落之后,皇宫中有一位名叫夸德拉图斯的人到来,跨过外门,猝然立于内宅男厅的门前,声称自己是由皇后派遣而来的。

§4.25

ὅπερ ἐπεὶ Βελισάριος ἤκουσε, χεῖρας καὶ πόδας ἐπὶ τῆς στιβάδος ἑλκύσας ὕπτιος ἔκειτο, πρὸς τὴν ἀναίρεσιν ἑτοιμότατος· οὕτως ἅπαν αὐτὸν τὸ ἀρρενωπὸν ἀπελελοίπει.

贝利撒留一听到这话,便将手脚缩在卧榻上,仰面平躺,随时准备受死;一切男子气概竟已完全弃他而去。

§4.26

οὔπω τοίνυν ὁ Κουαδρᾶτος παρ’ αὐτὸν εἰσελθὼν γράμματά οἱ τῆς βασιλίδος ἐπέδειξεν.

于是夸德拉图斯尚未走进他的跟前,便向他出示了皇后的信函。

§4.27

ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ἃ μὲν εἰργάσω ἡμᾶς, ὦ βέλτιστε, οἶσθα. ἐγὼ δὲ τὰ πολλὰ ὀφείλουσα τῇ σῇ γυναικὶ, ταῦτα δὴ τὰ ἐγκλήματά σοι ἀφεῖναι ξύμπαντα ἔγνωκα, ἐκείνῃ τὴν σὴν δωρουμένη ψυχήν.

信中明示如下内容:“贤士,你对我们做过什么,你自己清楚。但我欠你妻子甚多,故而决定将你的性命赐予她,免去对你的所有指控。

§4.28

τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν ὑπέρ τε τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν·2 ὁποῖος δὲ σὺ πρὸς αὐτὴν ἔσῃ διὰ τῶν πραχθησομένων εἰσόμεθα.”

因此,自此以后,你尽可对自己的性命与财产安下心来;至于你将如何待她,我们将由你今后的所作所为中见分晓。”

§4.29

ταῦτα ἐπεὶ Βελισάριος ἀνελέξατο, ἅμα μὲν ὑφ’ ἡδονῆς ἐπὶ μέγα ἀρθεὶς, ἅμα δὲ καὶ τῷ παρόντι ἐπίδειξιν ἐθέλων ποιεῖσθαι τῆς γνώμης, ἀναστὰς εὐθὺς παρὰ τῆς γυναικὸς τοὺς πόδας ἐπὶ στόμα πίπτει.

贝利撒留读完此信,一方面欣喜若狂,另一方面又想在在场者面前表明心迹,立刻起身扑倒在妻子的脚前。

§4.30

καὶ χειρὶ μὲν ἑκατέρᾳ περιλαβὼν αὐτῆς ἄμφω τὰς κνήμας, τὴν δὲ γλῶσσαν ἀεὶ τῶν ταρσῶν τῆς γυναικὸς μεταβιβάζων, τοῦ μὲν βίου καὶ τῆς σωτηρίας αἰτίαν ἐκάλει, ἀνδράποδον δὲ αὐτῆς τὸ ἐνθένδε πιστὸν ὡμολόγει καὶ οὐκ ἀνὴρ ἔσεσθαι.3

他用双手抱住她的双腿,不断用舌头舔舐妻子的脚底,称她为自己生命与救赎的赐予者,并承认自此以后他将是她忠实的奴隶,而不再是丈夫。

§4.31

καὶ τῶν χρημάτων δὲ ἡ βασιλὶς ἐς τριάκοντα χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ δοῦσα, τἄλλα Βελισαρίῳ ἀπέδοτο.

至于他的财富,皇后将三十公担黄金献给皇帝,将其余部分归还给了贝利撒留。

§4.32

Τὰ μὲν οὖν ἀμφὶ Βελισαρίῳ τῷ στρατηγῷ τῇδε κεχωρήκει, ᾧπερ ἡ τύχη οὐ πολλῷ πρότερον Γελίμερά τε καὶ Οὐίττιγιν δορυαλώτους παρεδεδώκει.

不久前命运女神还曾将盖利默与维蒂吉斯作为战俘交到其手中的将领贝利撒留,其遭遇便是如此结局。

语法注3 条
  1. 4.19ταύτῃ τε οὐ μόνον τῷ ταλαιπώρῳ ἐς τὸ παντελὲς καταλλαγῆναι συμβήσεται, ἀλλὰ καὶ διαρρήδην αὐτὸν ἅτε πρὸς αὐτῆς διασεσωσμένον αἰχμάλωτον ἀναρπάσασθαι

    ταύτῃ 作副词用,意为“由此”、“以这种方式”。不定式 καταλλαγῆναι(被动不定过去时)与 ἀναρπάσασθαι(中间不定过去时)在句法上并列受非人称动词 συμβήσεται(将来直陈式)支配。两个不定式的逻辑主语均为安东尼娜(ἡ γυνή);τῷ ταλαιπώρῳ(与格)作 καταλλαγῆναι 的补足语(“与这个可怜的人和解”),而 αὐτόν(宾格)则作 ἀναρπάσασθαι 的直接宾语(“将他收为己有/牢牢掌控”)。

  2. 4.28τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν ὑπέρ τε τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν

    τὸ μὲν οὖν ἔνθεν 为宾格作状语的副词短语,意为“从今以后”、“自此”。主句动词为非人称用法的 περίεστιν,接与格 σοι(意为“对你而言保留有……”、“你尽可以……”),带冠词的不定式 τὸ θαρσεῖν(“放心”、“安心”)充当其语法主语。

  3. 4.30ἀνδράποδον δὲ αὐτῆς τὸ ἐνθένδε πιστὸν ὡμολόγει καὶ οὐκ ἀνὴρ ἔσεσθαι

    在由主动词 ὡμολόγει 引导的间接引语中,将来时不定式 ἔσεσθαι 的逻辑主语与主句主语(贝利撒留)同一,因此其表语名词并未采用宾格,而是被吸引为主格(Nominativus cum Infinitivo)。中性名词 ἀνδράποδον 的主格与宾格同形,但与之并列的 οὐκ ἀνήρ 明确呈现为主格形式,表明整个表语均为主格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:4.18-4.32