← 普罗科皮乌斯

秘史

§4.1-4.17

布泽斯被囚与贝利撒留被免职

查士丁尼皇帝在瘟疫中病危的消息传至军营引发非议,招致狄奥多拉的报复;布泽斯被囚于暗无天日的地下密室数年致残,贝利撒留则被剥夺兵权与私产,沦为落魄孤立的平民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Ὑπὸ τοῦτον τὸν χρόνον καί τι ἕτερον αὐτῷ ἐπιπεσεῖν ξυνηνέχθη τοιόνδε. ὁ μὲν λοιμὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐπενέμετο τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους. βασιλεῖ δὲ Ἰουστινιανῷ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέγετο ὅτι ἀπολώλει.

正值此时,又有如下的另一桩灾祸落到了他的头上。我在前文中所提及的那场瘟疫,正在拜占庭的居民中肆虐。尤斯蒂尼安皇帝适逢病势危殆,以至于甚至有人传闻他已经驾崩。

§4.2

τοῦτον δὲ τὸν λόγον περιαγαγοῦσα ἡ φήμη διεκόμισεν ἄχρι ἐς τὸ Ῥωμαίων στρατόπεδον. ἐνταῦθα ἔλεγον τῶν ἀρχόντων τινὲς ὡς, ἢν βασιλέα Ῥωμαῖοι ἕτερόν τινα ἐν Βυζαντίῳ καταστήσωνται σφίσιν, οὐ μήποτε αὐτοὶ ἐπιτρέψωσιν.1

流言四处传播这一消息,一直传到了罗马人的军营之中。军营中的一些将领声称,若是拜占庭的罗马人拥立另外某个人为他们的皇帝,他们自己绝不会听凭此事发生。

§4.3

ὀλίγῳ δὲ ὕστερον βασιλεῖ μὲν ῥαΐσαι ξυνέβη, τοῖς δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι διαβόλοις ἐπ’ ἀλλήλοις γενέσθαι.

不久之后,皇帝侥幸痊愈,罗马军中的将领们却开始相互谗毁陷害。

§4.4

Πέτρος τε γὰρ ὁ στρατηγὸς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν Φαγᾶν ἐκάλουν, Βελισαρίου τε καὶ Βούζου ἐκεῖνα λεγόντων ἰσχυρίζοντο ἀκηκοέναι ἅπερ μοι ἀρτίως δεδήλωται.

原来,彼得将军与绰号被称为“法加斯”的约翰咬定,他们曾亲耳听见贝利撒留与布泽斯说过我方才所记述的那些话。

§4.5

ταῦτά γε ἡ βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ’ ἑαυτῇ τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει.2

狄奥多拉皇后认定这些话是冲着她本人而说的,满怀怨毒与震怒。

§4.6

ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς τι αὐτῷ κοινολογησομένη τῶν ἄγαν σπουδαίων.

于是她立即将所有人召回拜占庭,对此事展开讯问,并借口商议极度紧要的要务,猝然将布泽斯召至后宫。

§4.7

ἦν δέ τι οἴκημα ἐν Παλατίῳ κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς προσκεκρουκότας ὡς τὰ πολλὰ καθείρξασα ἐτήρει.

皇宫内有一处地下的房舍,坚固异常,宛如迷宫,形同冥府塔尔塔罗斯,她通常便将触怒她的人关押并监禁在此。

§4.8

καὶ ὁ Βούζης οὖν εἰς τὸ βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ τοῦ παρόντος καιροῦ ἔμεινεν.

于是布泽斯被投入了这口深渊之中,此人虽曾官拜执政官,却在那里始终对日月时辰毫无所知。

§4.9

οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρ εἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν. ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει.3

因为他枯坐于黑暗之中,既无法辨别当下是白昼还是黑夜,亦无从遇见任何他人。每日给他丢下食物的人,就像哑兽对待哑兽一般,自始至终沉默无言地与他交往。

§4.11

καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν ἄνδρα ἀφῆκε.

众人都以为他随即已经丧命,甚至无一人敢于谈及他或提及他的名字。然而两年零四个月之后,皇后出于怜悯释放了此人。

§4.12

καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα νοσώδει εἶναι.

当他出现在众人面前时,宛如死而复生。从那以后,此人双眼始终昏花,周身其余部分亦常年多病。

§4.13

Τὰ μὲν οὖν ἀμφὶ τῷ Βούζῃ τῇδε ἐχώρησε. Βελισάριον δὲ βασιλεὺς, καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα,4 ἐγκειμένης τῆς βασιλίδος παραλύσας ἧς εἶχεν ἀρχῆς Μαρτῖνον ἀντ’ αὐτοῦ τῆς ἑῴας στρατηγὸν κατεστήσατο, τούς τε Βελισαρίου δορυφόρους τε καὶ ὑπασπιστὰς, καὶ τῶν οἰκετῶν εἴ τι ἐν πολέμῳ δόκιμον ἦν, τῶν τε ἀρχόντων καὶ τῶν ἐν Παλατίῳ εὐνούχων τισὶν ἐπέστειλε διαδάσασθαι.

有关布泽斯的事情便落得如此结局。至于贝利撒留,尽管所指控的罪名无一坐实,但在皇后的极力坚持下,皇帝还是免去了他所担任的职务,改任马丁努斯为东方统帅以取代他,并下令让某些朝廷官员及皇宫宦官瓜分贝利撒留的近卫持矛兵、执盾兵,以及在战争中战功卓著的仆役部从。

§4.14

οἱ δὲ κλήρους ἐπ’ ἐκείνοις ἐμβεβλημένοι αὐτοῖς ὅπλοις ἅπαντας ἐν σφίσιν αὐτοῖς διενείμαντο, ὥς πη κατατυχεῖν ἑκάστῳ συνέβη.

这些人对他们进行抽签,连同他们的武器一起在彼此之间瓜分殆尽,全凭各人所抽中的运气而定。

§4.15

καὶ τῶν φίλων δὲ καὶ ἄλλως αὐτῷ τὰ πρότερα ὑπουργηκότων πολλοῖς ἀπεῖπε παρὰ Βελισάριον μηκέτι ἰέναι.

此外,皇帝还禁止许多友人以及往昔曾以各种方式服侍过他的人再去造访贝利撒留。

§4.16

καὶ περιήρχετο πικρὸν θέαμα καὶ ἄπιστος ὄψις, Βελισάριος ἰδιώτης ἐν Βυζαντίῳ, σχεδόν τι μόνος, σύννους ἀεὶ καὶ σκυθρωπὸς καὶ τὸν ἐξ ἐπιβουλῆς ὀρρωδῶν θάνατον.

于是,他作为一幅令人痛心而难以置信的光景四处走动:贝利撒留在拜占庭沦为一介布衣,几乎形单影只,终日深思忧惧,神情落寞,时刻畏惧死于阴谋暗算。

§4.17

μαθοῦσα δὲ ἡ βασιλὶς πολλά οἱ ἐπὶ τῆς ἕω χρήματα εἶναι, πέμψασα τῶν ἐν Παλατίῳ εὐνούχων τινὰ κεκόμισται πάντα.

皇后获悉他在东方藏有巨额财富,便派遣一名宫廷宦官,将那笔资财悉数没收充公。

语法注4 条
  1. 4.2οὐ μήποτε αὐτοὶ ἐπιτρέψωσιν

    由否定副词 οὐ μή 搭配第一不定过去时虚拟式 ἐπιτρέψωσιν 构成的强烈未来否定句式,用作条件从句 ἢν... καταστήσωνται 的主句结论,表示“断然不听任/绝不许可”的强烈决断。

  2. 4.5ἐπικαλέσασα ἐφ’ ἑαυτῇ τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει

    主语为 ἡ βασιλὶς Θεοδώρα,谓语形容词结构 μεστὴ ἐγεγόνει 意为“充满了(愤怒)”。分词 ἐπικαλέσασα(控诉、指斥)支配对格与不定式构成的间接引语:提前置于句首的 ταῦτά 作为主语对格,搭配被动完成时不定式 εἰρῆσθαι,而 τοῖς ἀνθρώποις 则是修饰被动式不定式的施事与格(dativus auctoris)。

  3. 4.10ὥσπερ τι θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει

    由 ὥσπερ 引导的比较分句省略了动词,采用了主格(τι θηρίον, ἄφωνος)与与格(θηρίῳ, ἀφώνῳ)相互对应的紧缩对仗句式,意为“如同一只无言之兽对待另一只无言之兽一般”。

  4. 4.13καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα

    由 καίπερ 搭配不定过去时分词 ἁλόντα(取宾格,修饰受词 Βελισάριον)构成的让步从属分词结构。司法用词 ἁλίσκομαι(被定罪)支配罪名属格(genitivus criminis),即 οὐδενὸς τῶν κατηγορουμένων(在所控诸罪中未坐实一桩)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:4.1-4.17