- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:3.14-3.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉使狄奥多西与安东妮娜重聚,但不久狄奥多西便病卒,而被关押的佛提乌屡遭从避难圣所中强行拖出后,终于潜逃至耶路撒冷削发为僧;与此同时,违背誓言弃他于不顾的贝利撒留则在对波斯战事中蒙受了耻辱的败绩与非议。
οὐδὲν γοῦν αὐτὸς τῶν Βελισαρίου κεκρυμμένων ἐξεῖπεν. ὕστερον μέντοι ἅπαντα τὰ τέως ἀπόρρητα ἐς φῶς ἐληλούθει.
无论如何,他本人绝未泄露贝利撒留的任何隐秘。然而后来,所有此前被隐匿之事终究大白于天下。
καὶ Καλλίγονον μὲν ἥδ’ ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε,1 τὸν δὲ Θεοδόσιον μετακαλέσασα ἐς Βυζάντιον, ἐπειδὴ ἀφίκετο, εὐθὺς μὲν κρύπτει ἐν Παλατίῳ, τῇ δὲ ὑστεραίᾳ μεταπεμψαμένη Ἀντωνίναν, “Ὦ φιλτάτη πατρικία” ἔφη “μάργαρον ἐς χεῖρας τὰς ἐμὰς τῇ προτεραίᾳ ἐμπέπτωκεν, οἷον οὐδείς ποτ’ ἀνθρώπων εἶδε. καί σοι βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου,2 ἀλλὰ ἐπιδείξω.” καὶ ἡ μὲν οὐ ξυνιεῖσα τοῦ πρασσομένου τὸν μάργαρόν οἱ ἐπιδεῖξαι πολλὰ ἐλιπάρει. ἡ δὲ τὸν Θεοδόσιον ἐξ οἰκιδίου τῶν τινος εὐνούχων ἐξαγαγοῦσα ἐπέδειξεν. Ἀντωνίνα δὲ τὰ μὲν πρῶτα περιχαρὴς ἄγαν γεγονυῖα ὑφ’ ἡδονῆς ἀχανὴς ἔμεινε, χάριτάς τέ οἱ δεδρακέναι ὡμολόγει πολλὰς, σώτειράν τε καὶ εὐεργέτιν ἀποκαλοῦσα καὶ δέσποιναν ὄντως.
而狄奥多拉在此处找到了卡利戈努斯,便将他交给了安东妮娜;她又将狄奥多西召至拜占庭,待他一抵达,立即将其藏匿于皇宫之内;次日,她召来安东妮娜说道: “最亲爱的贵妇,昨日有一颗从未有人见过的珍珠落入了我的手中。若你愿意,我绝不吝惜让你一睹此景,定当展示给你看。”安东妮娜不解其意,连连央求狄奥多拉展示那颗珍珠。狄奥多拉便将狄奥多西从某位宦官的房舍中引出,指给她看。安东妮娜起初欢喜若狂,因狂喜而目瞪口呆,随后承认对方赐予了她莫大的恩惠,称其为拯救者、恩人和名副其实的女主人。
τοῦτον δὲ τὸν Θεοδόσιον ἡ βασιλὶς κατασχοῦσα ἐν Παλατίῳ τρυφῆς τε καὶ τῆς ἄλλης εὐπαθείας ἠξίου, στρατηγόν τε ἠπείλησε Ῥωμαίοις αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι.3
皇后将这名狄奥多西留置于皇宫之中,让他享尽奢华与一切安逸,并扬言不久之后便将任命他为罗马人的统帅。
ἀλλά τις προτερήσασα δίκη νόσῳ ἁλόντα δυσεντερίας ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει.
然而某种先发制人的天谴降临,使他罹患痢疾,从而将他从人间抹去。
ἦν δὲ οἰκίδια τῇ Θεοδώρᾳ ἀπόκρυφα μὲν καὶ ὅλως λεληθότα ζοφώδη τε καὶ ἀγείτονα, ἔνθα δὴ οὔτε νυκτὸς οὔτε ἡμέρας δήλωσις γίνεται.
狄奥多拉拥有一处处幽暗隐秘、完全与世隔绝且无邻近房舍的小室,在那里既无白昼之明,亦无黑夜之辨。
ἐνταῦθα τὸν Φώτιον ἐπὶ χρόνου μῆκος καθείρξασα ἐτήρει. ὅθεν δὴ αὐτῷ ξυνέβη τις τύχη οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς διαφυγόντι ἀπαλλαγῆναι.
她将佛提乌长久监禁于此。然而从该处,他竟因某种机缘不仅一次、而且两次成功脱逃并得以解脱。
καὶ τὰ μὲν πρῶτα καταφυγὼν εἰς τὸν ναὸν τῆς θεοτόκου, ὅσπερ ἐν Βυζαντίοις ἁγιώτατός ἐστί τε καὶ ὠνομάσθη, παρὰ τὴν ἱερὰν τράπεζαν ἱκέτης καθῆστο. ἐντεῦθέν τε αὐτὸν ἀναστήσασα βίᾳ τῇ πάσῃ καθεῖρξεν αὖθις.
第一次,他逃往拜占庭人中最为神圣且享此美誉的圣母堂避难,作为恳求者坐在神圣的祭坛旁。但她施以全力强行将其拖起,再次关押起来。
τὸ δὲ δὴ δεύτερον ἐς τῆς Σοφίας τὸ ἱερὸν ἥκων, ἐς αὐτήν που τὴν θείαν δεξαμενὴν ἐξαπιναίως ἐκάθισεν, ἥνπερ μάλιστα πάντων νενομίκασι Χριστιανοὶ σέβειν.
第二次,他来到圣索菲亚大教堂,猝然坐进了基督徒认为至高神圣且虔诚敬拜的圣水池之内。
ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὸν ἡ γυνὴ ἴσχυσε. χωρίον γὰρ ἀβέβηλον πώποτε ἀνέφαπτον αὐτῇ οὐδὲν γέγονεν, ἀλλ’ αὐτῇ βιάζεσθαι τὰ ἱερὰ ξύμπαντα οὐδὲν πρᾶγμα ἐδόκει εἶναι.
然而那女人竟有能耐将他从那里也强行拖走;因为从来没有任何地方对她而言是神圣不可侵犯的,将一切圣地悉数践踏对她而言宛如儿戏。
καὶ ξὺν τῷ δήμῳ οἱ τῶν Χριστιανῶν ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντα.
基督徒的祭司们与民众皆因恐惧而惊骇退缩,对她的一切所作所为尽皆顺从让步。
τριῶν μὲν οὖν αὐτῷ ἐνιαυτῶν χρόνος ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ὕστερον δὲ ὁ προφήτης αὐτῷ Ζαχαρίας ἐπιστὰς ὄναρ ὅρκοις, φασὶν, ἐκέλευσε φεύγειν, συλλήψεσθαί οἱ ἐν τῷ ἔργῳ τῷδε ὁμολογήσας.
他在此种囚徒处境中消磨了整整三年的光阴;后来据说先知撒迦利亚在梦中向他显现,以誓言催促他逃离,并许诺将在此事上助他一臂之力。
ταύτῃ τε τῇ ὄψει ἀναπεισθεὶς ἀνέστη τε ἐνθένδε καὶ διαλαθὼν εἰς τὰ Ἱεροσόλυμα ἦλθε, μυρίων μὲν αὐτὸν διερευνωμένων ἀνθρώπων, οὐδενὸς δὲ τὸν νεανίαν, καίπερ ἐντυχόντα ὁρῶντος.
他受此异象的劝谕,从该处潜逃而出,神不知鬼不觉地抵达了耶路撒冷;尽管有成千上万的人在搜寻他,却无一人认出这名迎面相遇的青年。
οὗ δὴ ἀποθριξάμενός τε καὶ τῶν μοναχῶν καλουμένων τὸ σχῆμα περιβαλλόμενος τὴν ἐκ Θεοδώρας κόλασιν διαφυγεῖν ἔσχε.4
他在该地剃发,披上了所谓修道士的僧袍,从而得以逃脱了来自狄奥多拉的惩罚。
Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν· εὐθὺς γὰρ ἐπί τε Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐς Ῥωμαίων τὴν γῆν κακότητα ὦφλε.5
另一方面,贝利撒留无视所立下的誓言,对遭受如前所述种种悖理虐待的这名男子未予丝毫相助,结果正如常理所料,他在今后的所有事业中皆遭到了来自上帝的敌意;因为他立即奉命率军抵御第三度入侵罗马领土的玛代人与库斯老,却招致了怯弱无能的恶名。
καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε ἀποσεισάμενος. ἀλλ’ ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισε Ῥωμαίων πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἢ ἐθελοκακήσας ἢ ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν.
尽管他将战火从该地驱离,看似建立了一件值得称道的功业;然而当库斯老跨过幼发拉底河,在无人防守之下攻陷了人口稠密的卡利尼库姆城,并将数以万计的罗马人掠为奴隶时,贝利撒留甚至根本未曾用心追击敌人,从而落得这样一种名声:他留驻原地,若非居心不良、故意怠战,便是一味怯懦畏葸。
- 3.15ἥδ’ ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε
近指指示代名词 ἥδε(主格阴性单数)与 τῇδε(与格阴性单数)在此形成对照;根据上下文,ἥδε 指代主语狄奥多拉皇后,而 τῇδε 则指代间接宾语安东妮娜。作者通过同一种代词的不同格位变化,简练而明确地区分了文段中的两位主要女性人物。
- 3.16καί σοι βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου
与格分词短语 σοι βουλομένῃ 与人称代词相呼应,带有条件语气(“若你愿意”)。动词 φθονέω(“吝惜、嫉妒”)遵循支配人的与格(σοι)与所吝惜之物的属格(τοῦ θεάματος τούτου)之句式;主节动词 οὐκ ἂν φθονήσαιμι 为带有 ἄν 的潜在希求法(“我绝不吝惜”)。
- 3.19ἠπείλησε Ῥωμαίοις αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι
动词 ἀπειλέω 通常意为“威胁”,但在古典诗歌及希腊化与后世拜占庭散文中,常引申为“夸口声称”、“扬言”或“发誓保证”。此处它后接宾格与将来时不定词复合结构(αὐτὸν ... καταστήσεσθαι),表示她傲慢而自信地宣称不久必将任命他为统帅。
- 3.29διαφυγεῖν ἔσχε
ἔχω 与不定过去时不定词(διαφυγεῖν ἔσχε)连用,构成表示能力或成功达成的助动词结构(“得以逃脱”、“成功脱逃”,相当于拉丁语中的 potuit),而非其基础意义“拥有”。
- 3.30κακότητα ὦφλε
ὀφλισκάνω 的不定过去时 ὦφλε 与抽象名词宾格 κακότητα 连用,构成习语,意为“招致……的罪名/恶名”或“蒙受怯懦无能的指责”。该表达源于法庭诉讼术语(被判处罚金或承担罪名),在此指承担外界所给予的不名誉评价。
