← 普罗科皮乌斯

秘史

§30.1-30.15

公共驿传的破坏与谍报制度的废除

普罗科匹乌斯举出查士丁尼削减公共驿站系统并废除传统间谍谍报网络的行径,指控其漠视国家利益,并详述了此举对帝国边防、交通与地方经济造成的严重危害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Εἰ δέ τινα καὶ τοῦ τῆς πολιτείας ξυμφόρου ποιεῖται λόγον, τὰ ἐς δρόμον τε αὐτῷ τὸν δημόσιον καὶ τοὺς κατασκόπους εἰργασμένα δηλώσει.

至于他是否对国家利益有丝毫顾念,他在公共驿站与间谍谍报方面的所作所为自会表明。

§30.2

οἱ μὲν γὰρ Ῥωμαίων αὐτοκράτορες ἐν τοῖς ἄνω χρόνοις γεγενημένοι, προνοήσαντες ὅπως ἅπαντά τε σφίσιν ἐπαγγέλλοιτο τάχιστα καὶ μηδεμιᾷ διδῷτο μελλήσει, τά τε πρὸς τῶν πολεμίων ἐν χώρᾳ ἑκάστῃ ξυμπίπτοντα καὶ ταῖς πόλεσι κατὰ στάσιν ἢ ἄλλο τι ἀπρόοπτον συμβαίνοντα πάθος τά τε πρὸς τῶν ἀρχόντων καὶ τῶν ἄλλων ἁπάντων πανταχόθι πρασσόμενα τῆς Ῥωμαίων ἀρχῆς, ὅπως τε οἱ τοὺς φόρους παραπέμποντες τοὺς ἐπετείους διασώζοιντο βραδυτῆτός τε καὶ κινδύνου χωρὶς, δημόσιον ὀξύν τινα πανταχόσε πεποίηνται δρόμον τρόπῳ τοιῷδε.

因为在前代在位的罗马皇帝们,曾预先设法使一切情况都能最迅速、毫无延误地向自己汇报——无论是各地区来自敌方的突发事态,或是各城市因内讧及其他意外灾祸所遭遇的变故,抑或是罗马帝国境内各地长官及所有其他人所做的一切——并使运送每年税赋的人员能够安全无虞、免受拖延和危险,遂按如下方式在各地建立了快捷的公共驿传系统:

§30.3

ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ1 σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους, οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον ἢ κατὰ πέντε.

以轻装行路之人的一日行程为基准设立驿站,有的地方设八处,有的地方少于此数,但大抵不少于五处左右。

§30.4

ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν ἵππων μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς.

每个驿站常备约四十匹马;所有驿站中按马匹数量相应配备马夫。

§30.5

συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων διαδοχαῖς ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο, δέκα τε, ἂν οὕτω τύχοι, ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα ὅσα μοι ἀρτίως δεδήλωται, πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ̓ αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν.

那些承担此项差役的人,乘着经常轮换的最优良的马匹不断驰骤,有时一日之内便可行过十天的路程,办妥我方才所述的一切事务;此外,各地的田产所有者,尤其是那些田产恰在内陆的人,亦因这些驿站而享有了极大的富足。

§30.6

τοὺς γὰρ ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα τῷ δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, χρήματα μεγάλα ἐφέροντο. ξυνέβαινέ τε διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους, ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν2 αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα.

因为他们每年将多余的谷物粮食作为马匹与马夫的食粮卖给国库,从而换取大笔金钱。因此出现的结果是:国库一方面照常收受每个人所分摊的赋税,交税之人另一方面旋即又将其领回,国家由此亦兼得了所需之物。

§30.8

Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν. ὁ δὲ αὐτοκράτωρ οὗτος πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς Δακίβιζαν καθελὼν δρόμον ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς ἄχρι ἐς τὴν Ἑλενούπολιν οὔτι ἐθελουσίους ναυτίλλεσθαι.

先前的情况大体如此。然而这位皇帝,首先废止了自迦克墩至达基比扎的驿路,强迫所有人绝非自愿地径直从拜占庭乘船航行至海伦诺波利斯。

§30.9

πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἷαι διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα κινδύνου χωροῦσι. τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι καιροφυλακεῖν τε καὶ προσδέχεσθαι μέλλουσαν τὴν γαλήνην ἀδύνατά ἐστιν.

因此,当他们乘着此地通常用于摆渡的小船航行时,一旦恰逢风暴突降,便陷入巨大的危险之中;因为紧急公务迫在眉睫,他们根本不可能守候天时、坐待将来的风平浪静。

§30.10

ἔπειτα δὲ κατὰ μὲν τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ κατὰ σταθμὸν ἕνα κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, ἀλλ’ ὄνων ὀλίγων.3 διὸ δὴ τὰ μὲν ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ καὶ ὀπίσω τῶν πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς, οἱ δὲ τοὺς ἀγροὺς κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ γίνονται.

其次,通往波斯方向的道路上,他固然允许驿道保持先前的规模,但在直至埃及为止的其余整个东方,一日行程之内他仅设立一个驿站,而且备用的并非马匹,而是寥寥数头毛驴。因此,各地区所发生的事态,由于汇报得极为艰难、迟缓且滞后于事态发展,理所当然地得不到任何救援;而田产所有者亦因自家收成腐烂闲置,永久地失去了收益。

§30.12

Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ ἀνέκαθεν ἐσιτίζοντο, οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες ἔν τε τοῖς Περσῶν βασιλείοις γινόμενοι ἢ ἐμπορίας ὀνόματι ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι ἕκαστα, ἐπανήκοντες ἐς Ῥωμαίων τὴν γῆν πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν ἠδύναντο τὰ τῶν πολεμίων ἀπόρρητα.

至于间谍谍报之事,情形如下:自古以来便有许多人由公家供养,他们深入敌境,借经商之名或通过其他途径出入波斯王廷,细致入微地查探各项机密,返回罗马本土后,便能将敌方所有隐秘之事悉数汇报给长官。

§30.13

οἱ δὲ προὔμαθον ἐφύλασσόν τε καὶ ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων ξυντάξεις προμηθείας τῆς ἐνθένδε ἀπήλαυσεν. οὐδὲν γὰρ αὐτὸν ἐλάνθανε τῶν ἐν Ῥωμαίοις γινομένων. ὁ δὲ Ἰουστινιανὸς οὐδ’ ὁτιοῦν ἀναλώσας καὶ αὐτὸ τὸ τῶν κατασκόπων ὄνομα ἐξέτριψεν ἐκ Ῥωμαίων τῆς γῆς, ἐξ οὗ δὴ ἄλλα τε πολλὰ ἡμαρτήθη καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω, Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι ποτὲ γῆς ὁ Περσῶν βασιλεὺς ξὺν τῷ στρατῷ εἴη.

长官们因预先获知而加以防备,从未遭遇任何不测之事。此种做法在米底人中亦古已有之。库斯老据说正是因为增加了间谍的津贴,从而享受到了由此带来的远虑之益;因为在罗马人中所发生的一切事情,无一能逃过他的耳目。然而查士丁尼不肯花费分文,竟把间谍这一名目本身从罗马的土地上彻底抹去;由此不仅铸成了许多其他大错,拉齐卡亦沦陷于敌手,而罗马人竟对波斯国王与其大军身在何处全然不知。

§30.15

ἀλλὰ καὶ καμήλους παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει, αἳ δὴ τῷ Ῥωμαίων στρατῷ ἐπὶ πολεμίους ἰόντι ἅπαντα φέρουσαι τὰ ἐπιτήδεια εἵποντο.

不仅如此,国库自古还惯常饲养大批骆驼,在罗马军队开赴前线征讨敌人时尾随其后,运载一切所需补给。

语法注3 条
  1. 30.3ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ

    与格“εὐζώνῳ ἀνδρὶ”(对于轻装前行之人)充当基准或评判与格(dativus iudicantis),修饰“ἡμέρας ὁδὸν”(一日行程),表示以轻便无负重旅客一日的行进距离作为衡量设立驿站间距的参照标准。

  2. 30.7ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν

    代词“αὐτούς”指代前文的宾格短语“τοὺς ἐγκειμένους ἑκάστῳ φόρους”(分摊于各人的赋税)。与格“τοῖς ἐσκομίζουσιν”(缴纳赋税之人)与前文的“τῷ δημοσίῳ”并列受“ξυνέβαινε”支配,充当动词“ἀντιπαραδέχεσθαι”(换回、重新领回)的逻辑主语,构成纳税人将所缴税款作为驿站粮草售价随即领回的财政循环结构。

  3. 30.10οὐχ ἵππων μέντοι, ἀλλ’ ὄνων ὀλίγων

    属格“ἵππων”与“ὄνων ὀλίγων”属于说明性质或内容的属格,修饰前文的“κατὰ σταθμὸν ἕνα”(一个驿站),用以指明其配备内容。这与前文各站配备四十匹马(“ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα”)形成鲜明对比,意指新设驿站配备的“并非马匹,而是寥寥数头毛驴”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:30.1-30.15