← 普罗科皮乌斯

秘史

§29.21-29.38

没收阿纳托利奥斯遗产与马尔塔内斯暴行

本段记述了查士丁尼如何借敬虔之名没收阿纳托利奥斯之女的遗产,以及在马尔塔内斯于基利家胡作非为一事上,皇帝如何因收受贿赂而全然不顾对蓝党的偏爱与国家纲纪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.21

τούτου τοίνυν κειμένου τοῦ νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου, ἡ δὲ τούτου παῖς τὸν τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶ Ἀσκαλωνιτῶν οἱ τοῦ λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως.

当这一法律生效时,阿纳托利奥斯迎来了他生命的最后一天;他的女儿便按照法律,与国库及城市议会分割了他的遗产;皇帝本人以及阿斯卡隆议事会名册上的成员都给她写了信函,免除了她就这些事务所受的一切争端,因为他们已经正当地、合法地领到了属于自己的份额。

§29.22

ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερ Ἀνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ εἰκὸς, ἔσχε.

后来,曾为阿纳托利奥斯女婿的马米利阿努斯也离开了人世,留下了一个女儿;正如理所当然的那样,仅她一人继承了父亲的全部财产。

§29.23

μετὰ δὲ καὶ αὕτη περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θήλεος οὔτε ἄρσενος γενομένη γόνου.

此后,在她母亲仍然在世期间,她也走到了生命的尽头;她虽已嫁给一位显贵之人,却既未生育女孩,亦未生育男嗣。

§29.24

ἀλλ’ Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴν Ἀνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη.1

然而查士丁尼立刻查抄了全部财产,口中说出了那句令人惊骇的言辞:阿纳托利奥斯的女儿身为老妇,同时凭着丈夫与父亲的财产致富,乃是不敬之事。

§29.25

ὅπως δὲ ἡ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δι’ ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον· “ἔθος γάρ μοι”, ἔφη, “τά τε ὅσια καὶ εὐσεβῆ πράττειν”.

为了不使这个女人此后沦为乞丐之列,他规定只要她仍在世,便每天领受一枚金斯塔特;他并在借以掠夺这些财产的诏书中加上了这句话:他赐下这一枚斯塔特乃是为了敬虔的缘故,“因为按规矩,”他说,“我向来行事虔敬而圣洁。”

§29.26

Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι.

不过,关于这些事情讲到这里便已足够,免得叙述令人厌烦,毕竟凡人不可能将所有事情尽数记录下来。

§29.27

ὅτι δὲ οὐ Βενέτων τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω.

至于当金钱出现之时,他连被认为深受其偏爱的蓝党都毫不顾念,我接下来就会阐明。

§29.28

Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς, ὃς περιεῖπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ καλουμένου ῥεφερενδαρίου τιμήν.

在基利家人中有一位名叫马尔塔内斯的人,他是那位利奥的女婿;正如我先前所述,利奥曾担任所谓的上奏官之职。

§29.29

τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου πλουτεῖν.

皇帝敕令此人压制基利家的暴动。马尔塔内斯便抓住了这个借口,给大多数基利家人带来了无可挽回的祸患;他在洗劫财产之后,一部分送交暴君,其余部分则理所当然地据为己有以致富。

§29.30

οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον, Ταρσέων δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασιλέως παρρησίᾳ θαρσοῦντες ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς ἐς τὸν Μαλθάνην οὐ παρόντα σφίσι πολλὰ ὕβριζον.

其他人都默默忍受着临到自己头上的苦难,但塔尔苏斯人中属于蓝党的分子,仗着皇帝所赐予的放肆直言之特权,在公共广场上对不在他们面前的马尔塔内斯百般辱骂。

§29.31

ὅπερ ἐπεὶ ὁ Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας ὄρθρου βαθέος καταλύειν ἐκέλευεν.

马尔塔内斯获悉此事后,率领大批士兵趁夜立刻赶到塔尔苏斯,在黎明破晓前将士兵派入各家各户,命令强行驻扎。

§29.32

ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο. ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι καὶ Δαμιανὸν, ἄνδρα ἐκ βουλῆς, τοξεύματι βληθέντα πεσεῖν. ἦν δὲ ὁ Δαμιανὸς οὗτος τῶν τῇδε Βενέτων προστάτης. ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι θορύβῳ ἀνὰ τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν, Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ ἐδυσφήμουν.

蓝党人以为这是一场突袭,便在仓促间据现有条件奋起自卫。于是黑暗中不仅发生了其他惨祸,身为市议员的达米阿努斯亦中箭身亡。这位达米阿努斯正是当地蓝党的领袖。当这一消息传到拜占庭时,蓝党人悲愤交加,全城一片大乱;他们就此事极力纠缠皇帝,并伴以最可怕的威胁痛骂利奥和马尔塔内斯。

§29.34

καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο. γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ Μαλθάνῃ πεπολιτευμένων κελεύων γενέσθαι.

皇帝亦假装对所发生之事感到同样愤慨。于是他立即下达诏令,命人对马尔塔内斯的施政行径进行调查和惩治。

§29.35

ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος τοῦ τε θυμοῦ αὐτίκα καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε, τοῦ τε πράγματος ἀνεξετάστου μεμενηκότος2 Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παρ’ αὐτὸν ἥκοντα ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ ἐν τιμῇ ἔσχεν.

然而利奥向皇帝奉献了巨额黄金,立刻平息了他的怒火以及他对蓝党的温情;此事遂被搁置而未予审理,皇帝在拜占庭接见了前来晋见的马尔塔内斯,不仅极具亲善之态,而且待以尊荣。

§29.36

ἐξιόντα δὲ οἱ Βένετοι ἐκ βασιλέως τηρήσαντες πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ καὶ διαχρήσασθαι ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος χρήματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον.3

当他从皇帝那里退出来时,蓝党人守候着他,在皇宫内对他大打出手,若非他们中的某些人加以阻拦,几乎就要将他置于死地;而那些阻拦的人,原来早已暗中收受了利奥的金钱。

§29.37

καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν ἐλεεινοτάτην καλοίη, ἐν ᾗ βασιλεὺς μὲν δωροδοκήσας ἀνεξέταστα κατέλειψε τὰ ἐγκλήματα, στασιῶται δὲ βασιλέως ἐν Παλατίῳ ὄντος ἐπαναστῆναι τῶν τινι ἀρχόντων οὐδεμιᾷ ὀκνήσει ἐτόλμησαν, ἀδίκων τε χειρῶν ἐπ’ αὐτὸν ἄρξαι; τίσις μέντοι τούτων δὴ ἕνεκα οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο οὔτε εἰς τοὺς αὐτῷ ἐπαναστάντας. ἐκ τούτων δὲ εἴ τις βούλοιτο τὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τεκμηριούσθω ἦθος.

然而,有谁不会称这样的政体为最可怜的呢?在其中,皇帝收受贿赂而将罪行搁置不查,而党徒们当皇帝身处宫廷之内时,竟敢毫无顾忌地起而反抗一名长官,并对他擅动不法之暴行!尽管如此,无论是马尔塔内斯还是反抗他的人,都未因这些事受到任何惩处。凡有意者,大可根据这些事情去评断皇帝查士丁尼的品性。

语法注3 条
  1. 29.24ὡς τὴν Ἀνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη

    在由连词 ὡς 引导的间接引语中,非人称结构 οὐχ ὅσιον εἴη 使用了偏斜希求式(受过去时主句动词 ἀντελάβετο 及不定过去时分词 ἀποφθεγξάμενος 制约),并统摄宾格不定式短语 τὴν Ἀνατολίου παῖδα ... πλουτεῖν 作为其实质主语。γυναῖκα γραῦν οὖσαν 则作宾格主语 τὴν Ἀνατολίου παῖδα 的同位语说明。

  2. 29.35τοῦ τε πράγματος ἀνεξετάστου μεμενηκότος

    属格独立结构。分词 μεμενηκότος 是动词 μένω 的完成时主动分词,形容词 ἀνεξετάστου(未受审理的)在此作表语性修饰,意为“事情留在未受调查的状态”。

  3. 29.36οἵ γε πρὸς Λέοντος χρήματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον

    由带有小品词 γε 的关系代词 ὅς 引导的原因/限定性关系从句(“因为他们恰好……”)。从句内部由动词 τυγχάνω 的未完成过去时 ἐτύγχανον 与完成时分词 κεκομισμένοι 构成补充从属分词结构,表示“他们当时恰好已暗中收受”的持续状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:29.21-29.38