- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:30.16-30.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了查士丁尼废除军用骆驼、夺取私人财产的恶行,以及帝后推行的屈辱性朝觐礼仪与改称强制、政务向宫廷集中导致的行政瘫痪和百姓对帝国财富去向的猜疑。
καὶ οὔτε τοῖς γεωργοῖς τότε ἀγγαροφορεῖν ἐπάναγκες ἦν οὔτε τι ἐνδεῖν τοῖς στρατιώταις τῶν ἀναγκαίων ξυνέβαινεν, ἀλλὰ καὶ ταύτας περιεῖλεν Ἰουστινιανὸς σχεδόν τι ἁπάσας. διὸ δὴ ἐπὶ τοὺς πολεμίους ἰόντος τὰ νῦν τοῦ Ῥωμαίων στρατοῦ γεγενῆσθαί τι τῶν δεόντων ἀδύνατον.
当时既不需要农夫服役承担公车辎运,军士们亦未尝缺乏任何必需品;然而查士丁尼把这些〔骆驼〕也几乎尽数废除。因此,如今罗马军队开赴前线征讨敌人时,已根本无法办成任何必要之事。
Τὰ μὲν οὖν σπουδαιότατα τῇ πολιτείᾳ ἐφέρετο τῇδε. οὐδὲν δὲ χεῖρον καί τινος αὐτοῦ τῶν γελοίων ἐπιμνησθῆναι.
国家最重大的事务大抵便是如此处理的。不过,顺带提及他的一桩荒唐行径亦无不可。
τῶν ἐν Καισαρείᾳ ῥητόρων Εὐάγγελός τις ἦν οὐκ ἄσημος ἀνὴρ, ὅσπερ ἐπιφόρου οἱ τοῦ τῆς τύχης πνεύματος γενομένου χρημάτων τε ἄλλων καὶ χώρας πολλῆς κύριος γέγονεν.
在凯撒里亚的修辞学者中,有一位名士唤作埃旺格卢斯;当幸运之风吹拂于他时,他获得了其他钱财和广袤土地。
ὕστερον δὲ καὶ κώμην ἐπιθαλασσίαν τινὰ, Πορφυρεῶνα ὄνομα, τριῶν χρυσίου κεντηναρίων ἐπρίατο. ταῦτα μαθὼν Ἰουστινιανὸς βασιλεὺς ἀφείλετο τὸ χωρίον εὐθὺς ὀλίγην αὐτῷ τινα τοῦ τιμήματος προέμενος μοῖραν, καὶ τοῦτο ἀποφθεγξάμενος, ὡς Εὐαγγέλῳ ῥήτορι ὄντι οὐ μήποτε εὐπρεπὲς εἴη1 κώμης τοιαύτης κυρίῳ εἶναι.
后来,他又以三肯特纳里翁黄金购下了一座名为波尔费里翁的海滨村落。查士丁尼皇帝得知此事后,仅掷给他少许购买价款,便立刻强夺了那处地产,并口出此言:埃旺格卢斯身为修辞学者,绝不配成为此等村落的领主。
ἀλλὰ περὶ μὲν τούτων, ἀμηγέπη αὐτῶν ἐπιμνησθέντες, παυσόμεθα λέγειν.
不过,关于这些事情,既然已略作提及,我们便不再多表。
Τῶν δὲ πρός τε Ἰουστινιανοῦ καὶ Θεοδώρας ἐπὶ τῇ πολιτείᾳ νεοχμωθέντων καὶ ταῦτά ἐστι. πάλαι μὲν ἡ σύγκλητος βουλὴ παρὰ βασιλέα ἰοῦσα τρόπῳ τοιῷδε προσκυνεῖν εἴθιστο. πατρίκιος μέν τις ἀνὴρ παρὰ μαζὸν αὐτοῦ προσεκύνει τὸν δεξιόν. βασιλεὺς δὲ αὐτοῦ καταφιλήσας τῆς κεφαλῆς ἐξίει, οἱ δὲ λοιποὶ ἅπαντες γόνυ κλίναντες βασιλεῖ τὸ δεξιὸν ἀπηλλάσσοντο.
在查士丁尼与狄奥多拉于国政中所革新的事物中,亦包含如下内容:古时元老院朝见皇帝,惯例按以下方式行礼:凡身为贵族者,在皇帝右胸前致敬礼,皇帝亲吻其头部后将其遣退;而其余所有人则向皇帝屈右膝行礼后退下。
βασιλίδα μέντοι προσκυνεῖν οὐδαμῆ εἴθιστο. παρὰ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι οἵ τε ἄλλοι ἅπαντες καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον ἔπιπτον μὲν εἰς τὸ ἔδαφος εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων τῷ χείλει ποδὸς ἑκατέρου ἁψάμενοι ἐξανίσταντο.
然而朝拜皇后向来绝无先例。但当朝谒查士丁尼与狄奥多拉时,无论其他人还是拥有贵族头衔者,皆立刻伏卧于地,将手足极度伸展,以双唇亲吻二人的每一只脚,方才站立起来。
οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο ταύτην, ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων, χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ’ αὐτῇ κειμένης τῆς Ῥωμαίων ἀρχῆς, οὐδαμῆ ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου.
因为狄奥多拉亦毫不推辞这等尊荣;她甚至毫不推辞接见波斯人及其他蛮族的使节,并馈赠以金钱,宛若罗马帝国全由她掌控一般——此乃自古以来未曾发生过之事。
καὶ πάλαι μὲν οἱ τῷ βασιλεῖ ξυγγενόμενοι αὐτόν τε βασιλέα καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν, ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ παρόντα ἔχοι.
且古时觐见皇帝者,称他为“皇帝”,称其妻为“皇后”,对其余各项官吏则各按其当时的职衔尊卑相称。
ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη,2 ἀλλ’ οὐ δεσπότην τε ἀποκαλοίη καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας ἀρχόντων ὀνομάζειν πειρῷτο, τοσοῦτος δὴ ἀμαθής τε καὶ τὴν γλῶτταν ἀκόλαστος ἐδόκει εἶναι, καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν ἐνθένδε ἀπῄει.
但若有人与此二人中任何一位交谈时,提及“皇帝”或“皇后”而不称作“主人”与“女主人”,或者试图不将某些长官唤作“奴仆”,便会被视为极度无知且口无遮拦,被当作犯下了最深重的过错、侮慢了最不该侮慢之人而退出宫廷。
Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε καὶ μόλις ἐν βασιλείοις ἐγίνοντο, ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες ἐν Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον.
以往在王宫中走动的人寥寥无几,且极难出入;但自此二人接掌帝国以来,长官与其余所有人皆日夜不绝地流连于皇宫之中。
αἴτιον δὲ ὅτι πάλαι μὲν ταῖς ἀρχαῖς τά τε δίκαια καὶ νόμιμα πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν.
其原因在于:古时长官得以依据自主决断推行公义与律法。
οἵ τε οὖν ἄρχοντες διοικούμενοι τὰ εἰωθότα ἐν τοῖς καταγωγίοις τοῖς αὑτῶν ἔμενον, οἵ τε ἀρχόμενοι βίαιον οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες βασιλέα, ὡς τὸ εἰκὸς, ὀλίγα ἠνώχλουν.
故而长官们留驻于自己的署所料理日常事务,而被统治者既未见亦未闻任何强暴之举,自然绝少去烦扰皇帝。
οὗτοι δὲ ἅπαντα ἐπὶ πονηρῷ τῶν κατηκόων ἐφ’ ἑαυτοὺς ἐς ἀεὶ ἕλκοντες ἅπαντας σφίσι δουλοπρεπέστατα προσεδρεύειν ἠνάγκαζον· ἦν δὲ ἰδεῖν εἰς ἡμέραν σχεδόν τι ἑκάστην τὰ μὲν δικαστήρια πάντα ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνδρῶν ἔρημα, ἐν δὲ τῇ βασιλέως αὐλῇ ὄχλον τε καὶ ὕβριν καὶ ὠθισμὸν μέγαν καὶ δουλοπρέπειαν ἐς ἀεὶ ξύμπασαν.
然而此二人为了损害臣民的利益,将一切权力与事务不断揽向自身,迫使所有人以极具奴颜婢膝之态侍候左右。因而几乎每日可见,所有法庭大抵空无一人,而皇帝的庭院中却充斥着拥挤的人群、傲慢凌辱、剧烈的推搡争挤以及无休无止的十足奴性。
οἵ τε αὐτοῖν ἐπιτήδειοι δοκοῦντες εἶναι τήν τε ἡμέραν διηνεκῶς πᾶσαν καὶ τῆς νυκτὸς ἐς ἀεὶ πολλήν τινα μοῖραν ἐνταῦθα ἑστῶτες ἄυπνοί τε καὶ ἀπόσιτοι παρὰ καιροὺς τοὺς εἰωθότας γινόμενοι διεφθείροντο, ἐς τοῦτό τε αὐτοῖς τὴν δοκοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε.3
即便是那些被视为二人亲信之人,也整日不绝且总是在夜里大半时间站在那里,违背惯常时辰而无眠无食,身心俱毁;他们那表面的显达荣华,最终竟沦落为这般下场。
τούτων μέντοι ἀφειμένοι πάντων διεμάχοντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι, ὅπη ποτὲ Ῥωμαίων τὰ χρήματα εἴη.
然而人们一旦从这一切中解脱出来,相互激烈争辩罗马人的财富究竟流落到了何方。
οἱ μὲν γὰρ ἰσχυρίζοντο ἐν βαρβάροις ἅπαντα εἶναι, οἱ δὲ βασιλέα ἔφασκον ἐν οἰκίσκοις πολλοῖς καθείρξαντα ἔχειν.
因为一些人断言全部落入了蛮族手中,另一些人则称皇帝将其深锁在许多密室之中。
ὁπηνίκα οὖν ἢ ἄνθρωπος ὢν ὁ Ἰουστινιανὸς ἀπέλθῃ τοῦ βίου, ἢ ἅτε τῶν δαιμόνων ἄρχων ἀπολύσῃ τὸν βίον, ὅσοι τηνικάδε περιόντες τύχωσι, τἀληθὲς εἴσονται.
因此,无论查士丁尼是作为一个凡人离世,抑或作为恶魔的首领终结其生命,凡到那时依然在世之人,必将得知真相。
- 30.19οὐ μήποτε εὐπρεπὲς εἴη
在由 ὡς 引导的间接引语从句中,希求法 εἴη 与强烈的否定式 οὐ μή(此处为 οὐ μήποτε)连用。它是由直接引语中的强调否定式(οὐ μήποτε εὐπρεπὲς ᾖ / ἔσται)在历史时态的支配下转换为间接引语希求法构成的。
- 30.26ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη
条件连词 ἤν 后接希求法(ἐπιμνησθείη, ἀποκαλοίη, πειρῷτο)而非虚拟法,这是晚期希腊语中 ἤν 代替 εἰ 用于过去反复或潜在条件句的典型构文特征。
- 30.31ἐς τοῦτό τε αὐτοῖς τὴν δοκοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε
无人称动词 ξυνέπεσε(意为“落得……结果”)支配与格 αὐτοῖς 以及带宾格的不定式结构(主语为 τὴν δοκοῦσαν εὐδαιμονίαν,不定式为 ἀποκεκρίσθαι)。中被动态完成时不定式 ἀποκεκρίσθαι 与介词短语 ἐς τοῦτο 连用,表示“归结于……、沦落为……”。
