- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:3.1-3.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留未能惩治其妻安东妮娜,佛提乌虽俘获其情夫狄奥多西,但因皇后狄奥多拉的介入而局势逆转,相关党羽与佛提乌皆遭受到残酷的迫害与酷刑。
Γενόμενος δὲ ὁ Βελισάριος ἐς γῆν τὴν Ῥωμαίων εὑρίσκει τὴν γυναῖκα ἐκ Βυζαντίου ἀφικομένην. καὶ αὐτὴν μὲν ἐν ἀτιμίᾳ ἐφύλασσε, πολλάκις τε διαχειρίσασθαι αὐτὴν ἐγχειρήσας ἐμαλθακίσθη, ἐμοὶ μὲν δοκεῖ, ἔρωτος ἡσσηθεὶς διαπύρου τινός.1 φασὶ δὲ αὐτὸν καὶ μαγγανείαις πρὸς τῆς γυναικὸς καταλαμβανόμενον ἐν τῷ παραυτίκα ἐκλύεσθαι. Φώτιος δὲ κατὰ τάχος ἐς τὴν Ἔφεσον στέλλεται, τῶν τινα εὐνούχων, Καλλίγονον ὄνομα, προαγωγὸν τῆς κεκτημένης ὄντα δεσμεύσας τε καὶ ξὺν αὑτῷ ἔχων, ὅσπερ αὐτῷ αἰκιζόμενος ἐν τῇ ὁδῷ ταύτῃ ἅπαντα ἐξήνεγκε τὰ ἀπόρρητα.
贝利撒留抵达罗马领土后,发现妻子已从拜占庭赶来。他将她置于屈辱的幽禁之中,虽多次企图将其置于死地,却又软化动摇,在我看来,这是屈服于某种炽烈的爱火。人们还说,他当场受其妻巫术所制,从而全然丧失了意志。另一方面,佛提乌火速前往以弗所,捆绑并随身押解着一名宦官,名叫卡利戈努斯,此人正是其女主人的拉皮条者;他在旅途之中遭到佛提乌的酷刑拷打,吐露了所有的隐秘。
καὶ Θεοδόσιος μὲν προμαθὼν ἐς τὸ ἱερὸν Ἰωάννου καταφεύγει τοῦ ἀποστόλου, ὅπερ ἐνταῦθα ἁγιώτατόν ἐστι καὶ ἐπιεικῶς ἔντιμον.
狄奥多西预先得知此事,便逃往使徒约翰的圣所避难,该处在当地最为神圣且极受尊崇。
Ἀνδρέας δὲ ὁ τῆς Ἐφέσου ἀρχιερεὺς χρήμασίν οἱ ἀναπεισθεὶς2 τὸν ἄνθρωπον ἐνεχείρισεν. ἐν τούτῳ ἡ Θεοδώρα ἀμφὶ τῇ Ἀντωνίνῃ δειμαίνουσα, ἠκηκόει γὰρ ὅσα δὴ αὐτῇ ξυνεπεπτώκει, Βελισάριον ξὺν αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται.
然而以弗所的大主教安德烈受佛提乌金钱的收买,将这名男子交了出去。在此期间,狄奥多拉因获悉安东妮娜遭遇的一切而为她忧心忡忡,遂将贝利撒留同她一道召往拜占庭。
Φώτιος δὲ ταῦτα ἀκούσας Θεοδόσιον μὲν ἐς Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον, τοῖς παραπομποῖς ἐπιστείλας λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν, ἐς Κίλικας δὲ ἀφικομένοις κεκρυμμένως ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν παρεχομένοις ὅποι γῆς εἴη. αὐτὸς δὲ ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν ἁδροῖς τισιν οὖσιν ἐς Βυζάντιον ἦλθεν.
佛提乌闻讯后,便将狄奥多西遣往奇里乞亚,当时其亲兵与盾手恰好在该地过冬,并吩咐护送人员以极其隐秘的方式押解该人,且在抵达奇里乞亚后,将其极度隐蔽地监禁起来,不向任何人透露他身在世上何方。他本人则带着卡利戈努斯以及狄奥多西的大量资财来到了拜占庭。
ἐνταῦθα ἡ βασιλὶς ἐπίδειξιν πεποίηται ἐς πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη μείζοσί τε καὶ μιαρωτέροις ἀμείβεσθαι δώροις.
在此处,皇后向全人类昭示,她深知如何以更庞大、更令人厌恶的报偿来酬谢血腥的恩惠。
Ἀντωνίνα μὲν γὰρ ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν ἐνεδρεύσασα προὔδωκεν, αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν ἀνεγκλήτως ἀνῄρηκε.
因为安东妮娜不久前仅为她设伏出卖了一个仇敌卡帕多西亚人,而她自己却交予对方许多人,并在未经指控的情况下将他们诛杀。
τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων τινῶν μὲν τὰ σώματα αἰκισαμένη, καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν, οὕτω διέθετο ὥστε αὐτοῖς ἐς ὅ τί ποτε ἡ τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν· ἄλλους δὲ φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο ἐπενεγκοῦσα.
在与贝利撒留和佛提乌相熟密的人当中,她对某些人施以肉体酷刑,唯一的罪名仅是指控他们对这两名男子心怀善意,并将他们处置得至今我们仍不知其最终命运究竟如何;对另一些人,她则以完全相同的罪名处以流放。
ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴν Ἔφεσον ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν ἀφελομένη ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει ἔστησεν ἐπὶ φάτνης τινὸς βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε αὐτῷ δὴ ἐντετάσθαι καὶ χαλαρὸν μηδαμῆ εἶναι.
尤其是跟随佛提乌前往以弗所的随从之一,名叫狄奥多西,虽已官拜元老院要职,她仍剥夺其财产,将其幽禁在一间幽暗阴森的地下室内,用绳索将他的脖颈拴系在某个马槽上,绳索极短,以至于始终紧绷而绝无松动。
ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς φάτνης ὁ τάλας ἤσθιέ τε καὶ ὕπνον ᾑρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως χρείας, ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς ὄνοις εἰκάζεσθαι ὅ τι μὴ βρωμᾶσθαι ἐλέλειπτο.3 χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων ἢ μηνῶν τεσσάρων ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς μανείς τε ἐκτόπως καὶ οὕτω δὴ ταύτης τῆς εἱρκτῆς ἀφεθεὶς εἶτα ἀπέθανε.
事实上,这个可怜的人一直站立在这一马槽前饮食、睡眠,并解决身体的所有其他天然需求,他与驴子相仿的程度,仅差没有像驴子那样叫唤而已。该人在这种处境下熬过了不少于四个月的光阴,直至罹患忧郁病而陷入极度癫狂,这才从这牢狱中获释,随后便死去了。
καὶ Βελισάριον οὔτι ἑκούσιον Ἀντωνίνῃ τῇ γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι περιβαλοῦσα καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς,4 ἐκλέγειν ἐκέλευεν ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ ὁ προαγωγὸς εἴη.
皇后还强迫贝利撒留绝非自愿地与其妻安东妮娜重归于好。她又对佛提乌施加各种宛如对待奴隶般的酷刑,在其背部与双肩上抽打了许多鞭,命令他供出狄奥多西与那个拉皮条者究竟身在世间何处。
ὁ δὲ καίπερ ὑπὸ τῆς βασάνου κατατεινόμενος τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ ἀνειμένος γεγονὼς πρότερον, ἐς δὲ τὴν ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς, ὕβρεώς τε γενόμενος ἢ ταλαιπωρίας τινὸς ἄπειρος.
然而佛提乌即便在酷刑折磨之下筋疲力竭,仍决心坚守所立的誓言;尽管他此前本是一个体弱放纵之人,专务于对自己肉体的养护,从未经历过任何凌辱或苦难。
- 3.2ἔρωτος ἡσσηθεὶς διαπύρου τινός
动词 ἡσσάομαι(屈服、被打败)支配表示比较、起因或施事者的属格。此处分词 ἡσσηθείς 支配属格短语 ἔρωτος ... διαπύρου τινός,表示支配其行为的内在动因或情感(“屈服于某种炽烈的爱火”)。
- 3.4χρήμασίν οἱ ἀναπεισθεὶς
附着代词与格 οἱ 指代前文的佛提乌(Photius)。配合被动分词 ἀναπεισθείς(被说服、被收买),在此作施事或利益与格(“受他/为他所收买”),与表示手段的与格 χρήμασιν(以金钱)并用。
- 3.10ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς ὄνοις εἰκάζεσθαι ὅ τι μὴ βρωμᾶσθαι ἐλέλειπτο
短语 ἄλλο οὐδὲν ... ὅ τι μή 是表示“除……之外别无其他”的习用句式。主语为 ἄλλο οὐδέν,谓语动词为 ἐλέλειπτο,ἐς τὸ ... εἰκάζεσθαι 为表示方面或结果的冠词不定式(“在与驴子相仿这一点上”)。ὅ τι μὴ βρωμᾶσθαι 构成例外成分(“除了叫唤”),整句构型意为“除鸣叫之外,他再无任何不像驴子之处”。
- 3.12ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς
阴性复数宾格形容词 πολλὰς 是承袭惯用法中省略名词 πληγάς(鞭笞、击打)的表达(“许多鞭”)。它作分词 ξάνασα(动词 ξαίνω,意为撕碎、严刑拷打)的直接宾语,介词短语 κατά + 属格则指明受刑的身体部位(“在背部与双肩上”)。
