- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:2.26-2.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库斯老在远征科尔基斯期间遭受惨重损失并闻知罗马军反攻的消息,军中贵族群情激愤几近叛乱;他巧妙利用皇后提奥多拉的信函平息了军心,并在未遇阻击的情况下安然撤回本土。
Ἡνίκα Χοσρόης ὁ Καβάδου εἰς γῆν ἐμβαλὼν τὴν Κολχίδα τά τε ἄλλα διεπράξατο, ἅπερ μοι ἔμπροσθεν δεδιήγηται, καὶ Πέτραν εἷλε, πολλοὺς τοῦ Μήδων στρατοῦ διεφθάρθαι ξυνέβη τῷ τε πολέμῳ καὶ ταῖς δυσχωρίαις. δύσοδός τε γὰρ, ὥσπερ μοι εἴρηται, ἡ Λαζική ἐστι καὶ ὅλως κρημνώδης.
当卡瓦德之子库斯老侵入科尔基斯之地,成就了我先前所叙述的其他诸事并攻陷佩特拉时,米底军队中许多人因战事与险恶地形而丧生。因为正如我所言,拉齐卡道路险阻且遍布悬崖。
καὶ μὴν καὶ λοιμοῦ ἐπιπεσόντος σφίσι τὸ πλεῖστον τοῦ στρατοῦ ἀπολωλέναι ξυνέπεσε, πολλοὺς δὲ αὐτῶν καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ διεφθάρθαι ξυνέβη.
加之疫病突发于军中,致使大半军队亡故,亦有许多人因缺乏生活必需品而殒命。
ἐν τούτῳ δὲ καί τινες ἐκ γῆς τῆς Περσίδος ἐνταῦθα ἐπιχωριάζοντες ἤγγελλον ὡς Ναβέδην μὲν Βελισάριος ἀμφὶ πόλιν Νίσιβιν μάχῃ νικήσας πρόσω χωροίη, πολιορκίᾳ δὲ τὸ Σισαυράνων ἑλὼν φρούριον Βλησχάμην τε καὶ Περσῶν ἱππεῖς ὀκτακοσίους δορυαλώτους πεποίηται, στράτευμα δὲ ἄλλο Ῥωμαίων ξύν γε Ἀρέθᾳ τῷ Σαρακηνῶν ἄρχοντι πέμψειεν, ὅπερ διαβὰν ποταμὸν Τίγριν ξύμπαντα λεηλατήσειε τὰ ἐκείνῃ χωρία, πρότερον ἀδῄωτα ὄντα.
在此期间,自波斯本土来到当地的数人通报称,贝利撒留在尼西比斯城附近战胜纳贝德斯并向前推进,又通过围困攻占了西绍拉农要塞,将布勒斯卡梅斯及八百名波斯骑兵生擒为俘,并已派遣另一支罗马军队连同萨拉森人的首领阿雷塔斯渡过底格里斯河,劫掠了当地此前未遭践踏的全部疆土。
ἐτύγχανε δὲ καὶ στράτευμα Οὔννων ἐπὶ Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους ὁ Χοσρόης στείλας, ὅπως τῇ ἐς αὐτοὺς ἀσχολίᾳ μηδεμία τοῖς ταύτῃ Ῥωμαίοις τῶν ἐν Λαζικῇ πρασσομένων αἴσθησις γένηται.
而库斯老此前恰好遣送了一支匈人军队去攻打臣服于罗马的亚美尼亚人,以便使当地的罗马人因疲于应付而无暇察觉拉齐卡境内的举动。
τούτους τε τοὺς βαρβάρους ἀπήγγελλον ἕτεροι Βαλεριανῷ καὶ Ῥωμαίοις ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντας παρὰ πολὺ αὐτῶν ἡσσηθέντας τῇ μάχῃ ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπολωλέναι.
另有人报告称,这些蛮族与迎战的瓦勒良及罗马军队短兵相接,在战斗中大败亏输,大部被歼。
ἅπερ οἱ Πέρσαι ἀκούσαντες καὶ κακοπαθείᾳ μὲν τῇ ἐν Λαζοῖς κεκακωμένοι, δεδιότες δὲ μή τινι ἐν τῇ ἀποπορείᾳ ἐντυχόντες πολεμίων στρατῷ ἐν κρημνοῖς καὶ χωρίοις λοχμώδεσιν ἅπαντες οὐδενὶ κόσμῳ διαφθαρεῖεν, περιδεεῖς ἀμφί τε παισὶ καὶ γυναιξὶ καὶ τῇ πατρίδι γεγενημένοι, εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ,1 Χοσρόῃ ἐλοιδοροῦντο ἐπικαλοῦντες ὡς ἔς τε τοὺς ὅρκους ἠσεβηκὼς καὶ τὰ κοινὰ νόμιμα πάντων ἀνθρώπων ἐσβάλοι μὲν ἐν σπονδαῖς ἐς Ῥωμαίων τὴν γῆν οὐδὲν προσῆκον, ἀδικοίη δὲ πολιτείαν ἀρχαίαν τε καὶ ἀξιωτάτην πασῶν μάλιστα, ἧς τῷ πολέμῳ περιεῖναι οὐκ ἂν δύναιτο· ἔμελλον δὲ νεωτέροις ἐγχειρεῖν πράγμασιν.
波斯人闻听这些消息,既饱受拉齐卡境内的艰辛摧残,又唯恐退军途中在险壁丛莽之间遭遇敌军而致全军溃散覆没,加之对妻儿与祖国极度忧惧,米底军中的高尚之士皆痛骂库斯老,谴责他背弃誓言并违抗全人类的公规,在休战期间毫无正当理由侵犯罗马领土,侵犯一个古老且最为尊贵的国家,而此国在战事中本非其所能克制;他们甚至准备策动哗变。
οἷς δὴ ὁ Χοσρόης ξυνταραχθεὶς εὕρετο τοῦ κακοῦ ἴασιν τήνδε. γράμματα γὰρ αὐτοῖς ἀνελέξατο, ἅπερ ἔναγχος ἡ βασιλὶς τῷ Ζαβεργάνῃ ἐτύγχανε γράψασα.
库斯老因之惶恐不安,遂寻得如下消除此祸之策。他向众人朗读了一封皇后不久前恰巧写给扎伯甘涅斯的信函。
ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ὅπως σε, ὦ Ζαβεργάνη, διὰ σπουδῆς ἔχω, εὔνουν σε οἰομένη τοῖς ἡμετέροις πράγμασιν εἶναι, οἶσθα ἐπὶ πρεσβείᾳ οὐ πολλῷ πρότερον ἐς ἡμᾶς ἀφιγμένος.
该信写道:“扎伯甘涅斯,余认为你对我方事务怀抱善意,因而对你何等看重,不久前作为使节来到我们这里的你自是知晓。
οὐκοῦν πράττοις ἂν εἰκότα τῇ δόξῃ, ἣν ἐπὶ σοὶ ἔχω, εἴ γε βασιλέα Χοσρόην εἰρηναῖα πείθοις ἐς πολιτείαν τὴν ἡμετέραν βουλεύεσθαι.
故而,你若能劝导库斯老王对我邦抱有和平之意,便是无负余对你的器重。
οὕτω γάρ σοι ἀγαθὰ μεγάλα πρὸς ἀνδρὸς ἀναδέχομαι τοὐμοῦ ἔσεσθαι, ὅς γε οὐδὲν ἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν.”2 ταῦτα ὁ Χοσρόης ἀναλεξάμενος, ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται,3 τὴν τῶν ἀνδρῶν ὁρμὴν ἀναστέλλειν ἔσχεν. ἀλλὰ καὶ ὣς ξὺν δέει πολλῷ ἐνθένδε ἀπῄει, τοὺς ἀμφὶ Βελισάριον οἰόμενος σφίσιν ἐμποδὼν στήσεσθαι. οὐδενὸς δέ οἱ τῶν πολεμίων ὑπαντιάσαντος ἄσμενος ἐς γῆν τὴν οἰκείαν ἀπεκομίσθη.
因为我向你保证,由此必能从我丈夫那里为你换来极大恩惠,盖因若无我的首肯,他断然不会行任何事。”库斯老朗读完此信,并讥讽波斯显贵难道认为由一介妇人统治的还能算作国家,从而得以压制住众人的狂躁冲动。然而即便如此,他仍在极度恐惧中离开该地,认为贝利撒留所部会阻截其去路。但因敌军无一人前来迎击,他便满心欣喜地撤回了自己的本土。
- 2.31εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ
形式上为中性单数的条件从句(“若米底军队中尚有一丝纯洁”),实则起泛指代词的作用,意指“米底军队中所有明智或高贵的阶层”。
- 2.35ὅς γε οὐδὲν ἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν
关系代词 ὅς γε 指代先行词 ἀνδρός。短语 οὐδὲν ὅ τι καί 为惯用强调结构,意为“绝无任何一事”,搭配希求法动词 πράξειεν 与 ἄν 表达带有强烈确信的潜在判断。
- 2.36ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται
分词 ὀνειδίσας 支配与格补足语(Περσῶν τοῖς λογίμοις),其谴责内容由引导间接疑问的连词 εἰ(“是否”)引出。在不定式结构中,πολιτείαν 受关系从句 ἣν γυνὴ διοικεῖται 的修饰。
