← 普罗科皮乌斯

秘史

§29.1-29.20

对利贝里乌斯的欺诈与修改继承法

查士丁尼向利贝里乌斯和约翰发出截然相悖的信函,引发两派冲突并致约翰阵亡,其后更侵吞未立遗嘱的高官巨富之遗产,并窜改城市议员无男嗣时的继承法,将大部分遗产收归国库。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην ἀντ’ αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα.

至于他是多么虚伪且善于伪装,我当即就会阐明。他免去了我刚才提到的这位利贝里乌斯所担任的官职,改由埃及人、绰号拉克萨里翁的约翰接替。

§29.2

ὅπερ ἐπεὶ Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο εἴπερ ὁ ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη.

利贝里乌斯的挚友佩拉吉乌斯获悉此事后,便向皇帝探问有关拉克萨里翁的传言是否属实。

§29.3

καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐτῆς τρόπῳ μεθίεσθαι. οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι.1 ἦν δέ τις τῷ Ἰωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων καὶ χρήματα περιβεβλημένος πολλὰ ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας.

皇帝当即予以否认,坚决声称自己绝未做过此类事情,并将一封写给利贝里乌斯的信函交到他手中,命令利贝里乌斯务必极其稳固地守住官职,绝不可有任何放弃之举;因为他说,自己眼下并不打算解除他的官职。此时约翰在拜占庭有一位名叫欧代蒙的叔父,他官居执政官之品阶,坐拥巨富,历来担任皇帝私产的管理人。

§29.5

οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ τῆς ἀρχῆς εἴη.

这位欧代蒙听闻了先前的传言之后,自己也向皇帝探问其侄儿的官职是否确凿无疑。

§29.6

ὁ δὲ ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸν Ἰωάννην γράμματα γράψας ἀντιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. οὐδὲ γὰρ οὐδ’ αὐτῷ νεώτερον ἀμφ’ αὐτῇ βεβουλεῦσθαι.2 οἷσπερ ὁ Ἰωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον ἐκέλευε.

皇帝便矢口否认自己写给利贝里乌斯的一切内容,反而写信给约翰,命他竭尽全力去接管官职;因为他说,自己对于约翰也同样没有对官职做出任何改变的主意。约翰受此说服,便以利贝里乌斯已被免职为由,命令他搬离官邸。

§29.8

Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν.

然而利贝里乌斯宣称绝不服从于他,显然他自己也是受到了皇帝信函的驱策。

§29.9

ὁ μὲν οὖν Ἰωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, ὁ δὲ ξὺν τοῖς ἀμφ’ αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ πίπτουσι καὶ Ἰωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων.

于是约翰武装了自己的随从前往进攻利贝里乌斯,而利贝里乌斯也与身边的人一同严阵以待。一场厮杀随之展开,许多其他人倒下了,而执掌官职的约翰本人亦战死其中。

§29.10

Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν, ἥ τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι.3

由于欧代蒙极力紧逼,利贝里乌斯随即被召往拜占庭;元老院在对所发生之事进行审理后,判决该人无罪,因为这场流血玷污的发生并非由于他的进攻,而是在他自卫之中出现的。

§29.11

βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα.

然而皇帝直到暗中向他勒索了一笔巨款之后,才肯罢休。

§29.12

Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν εἰπών.

查士丁尼就是这样懂得讲真话并坦率直言的。不过我认为,顺带讲一件本篇叙述的插曲亦非不合时宜。因为这位欧代蒙在不久之后便去世了,尽管他留下了许多亲属,却既没有立下遗嘱,也完全没有说过任何其他的话。

§29.13

ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος.

大约在同一时期,宫廷宦官的前长官、名叫欧夫拉塔斯的人也离开了人世,他留下了一个侄儿,却对自己极其庞大的财产未作任何处置。 皇帝将这两人的产业悉数没收,自立为当然继承人,连三个奥波尔都不肯让渡给合法继承人中的任何一位。

§29.15

τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς ὁ βασιλεὺς οὗτος ἐχρῆτο.

这位皇帝对待法律以及对待心腹之亲属的敬畏之心,莫过于此。

§29.16

οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ’ ὁτιοῦν ἐπ’ αὐτοῖς ἔχων ἀφείλετο.

同样,他也将很久以前就去世的伊利奈乌斯的财产据为己有,尽管他对这些财产毫无半点合法的权利。

§29.17

Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ.

关于随后在同一时期发生的事情,我亦不可保持沉默。阿斯卡隆人的议事会名册中有一名位居首席的名叫阿纳托利奥斯的人。凯撒里亚的一位出身显赫之门、名叫马米利阿努斯的人,娶了他的女儿为合法妻子。这名女子是唯一财产继承人,因为阿纳托利奥斯只生了她一个女儿。

§29.19

νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας,4 ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο.

自古的法律曾规定,每当某个城市的议员死后未留下男性后嗣时,他所遗留财产的四分之一归该市议会所有,而死者的继承人则享有其余的一切。在此处皇帝亦显露了他本性的特征,他不久前恰巧颁布了一道法律,将此事颠倒规定:凡当议员死而无男嗣时,继承人只得产业的四分之一,而其余一切则尽归国库和城市议事会名册所有。

§29.20

καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε.

然而自有人类以来,国库或皇帝从未享有过分取议员财产的份额。

语法注4 条
  1. 29.4οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι

    间接引语中的不定式结构,用来转述皇帝给出的理由,承接前文命令(ἐντελλόμενος)的语境。不定式 ἐθέλειν 的逻辑主语(皇帝)省略,而 αὐτόν 是 παραλῦσαι 的宾语(指利贝里乌斯)。

  2. 29.7οὐδὲ γὰρ οὐδ’ αὐτῷ νεώτερον ἀμφ’ αὐτῇ βεβουλεῦσθαι

    间接引语中的完成时不定式结构,带有加强语气的双重否定(οὐδὲ ... οὐδʼ),依附于前文的 ἐπέστελλεν。传达了皇帝对约翰的保证,即关于官职(ἀμφʼ αὐτῇ)自己对他(αὐτῷ)也未做出任何新的安排(νεώτερον)。

  3. 29.10ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι

    原因从句 ἐπεὶ 内部嵌套了独立属格结构(αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου)。其中 αὐτοῦ 指利贝里乌斯,通过并未进攻(οὐκ ἐπελθόντος)与自卫(ἀμυνομένου)的对比,说明了血案(τὸ μίασμα)发生的因由,构成了宣告无罪的法律依据。

  4. 29.19νόμῳ δὲ ἄνωθεν διωρισμένον... ἔναγχος ἐτύγχανε γράψας

    长篇对比句的句法骨架。开头的 διωρισμένον 为独立宾格(“古来法律虽已有规定……”),引出让步或背景前提;主句核心为主语与谓语 ὁ αὐτοκράτωρ... νόμον ἔναγχος ἐτύγχανε γράψας(“皇帝最近恰巧颁布了一道法律”),后接 ὅπως 引导的从句以说明颠倒后的新法具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:29.1-29.20