- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:28.1-28.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了普里斯库斯伪造公文企图勒索埃梅萨市民巨款、查士丁尼收受贿赂将教会诉讼时效延长至百年、朗吉努斯查明伪造骗局,以及皇帝干预犹太人逾越节习俗的始末,并最终结束了对皇帝不法行径的记述。
Πρίσκος τις ἐν τῇ Ἐμεσηνῶν ἐγένετο πόλει, ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι εὐφυῶς ἐξηπίστατο, τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν.
在埃梅萨城有一名叫普里斯库斯的人,他极其擅长模仿他人的手迹,在这一恶行上是个异常熟练的高手。
ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινος ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν.
恰好埃梅萨的教会早在许多年前便成为了一位显赫人物的财产继承人。
ἦν δὲ οὗτος ἀνὴρ πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων.
此人官居贵族品阶,名叫马米亚努斯,出身显贵且家资巨富。
ἐπὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος ὁ Πρίσκος διερευνησάμενος πόλεως τῆς εἰρημένης τὰς οἰκίας πάσας, εἴ τινας εὗρέ τε πλούτῳ ἀκμάζοντας καὶ πρὸς ζημίαν χρημάτων μεγάλων διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχὼν, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμμιανῷ ἀποδώσειν ἅτε παρακαταθήκης λόγῳ ταῦτα πρὸς ἐκείνου κεκομισμένων.
在查士丁尼统治时期,普里斯库斯搜寻了该城的所有宅邸,凡是发现家道殷实、足以承受巨额财产损失的人家,便对其祖先详加查访。他搜罗到这些祖先的旧手迹后,便伪造了许多仿佛是由他们写就的文书,承认他们欠马米亚努斯巨款,理由是从他那里收到了作为托存的资金。
τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις χρυσίον ξυνῄει οὐχ ἧσσον ἢ ἐς ἑκατὸν κεντηνάρια.
在这些伪造的书契中所承认的金币,合起来不少于一百肯特纳里昂。
καὶ ἀνδρὸς δέ τινος,1 ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε τοῦ χρόνου καθήμενος, ἡνίκα ὁ Μαμμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπὶ τῇ ἀληθείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον οἰκείοις ἐπισφραγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμονίως μιμησάμενος τοῖς διοικουμένοις τὰ πράγματα τῆς Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι μοῖραν αὐτῷ τινα κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων.
此外,普里斯库斯还神乎其技地模仿了某位人物的手迹——此人曾在马米亚努斯在世时常驻于广场,因诚实与其他美德享有崇高声誉,专为主管公民的一切契据,并亲自以特有笔迹签署封印,罗马人称之为公证人(tabellio)——他把这些伪造文件交给了主管埃梅萨教会事务的人,他们已答应将由此获得的钱财分出一份留给他。
ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας τεσσαράκοντα ἐνιαυτῶν μήκει ἐκκρούων, μηχανῶνται τοιάδε. ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν πολιτῶν ὄλεθρον οὐδὲν ὠφληκότων ξυγκατεργάζεσθαι.
然而法律构成了阻碍,因为法律将所有其他诉讼的诉讼时效定为三十年,而将少数诉讼以及所谓的抵押权诉讼限定在四十年之后予以驳回。于是他们设下了如下计谋:他们前往拜占庭,向这位皇帝奉献巨款,请求他协助他们毁灭那些毫无负债的公民。
ὁ δὲ τὰ χρήματα κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι,2 καὶ ταῦτα οὐκ ἐν Ἐμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.
皇帝收受了钱财之后,毫不迟疑地颁布了一道法律,规定教会丧失其应有诉讼权的时效不是常规期限,而是长达一百年之久;并且这不仅在埃梅萨有效,而且在全罗马帝国境内普遍生效。
Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ δήμου ἀρχὴν ἐν Βυζαντίῳ ὕστερον ἔσχεν.
为了替埃梅萨人仲裁此事,皇帝指派了一名叫朗吉努斯的人,此人精明能干,体格极为魁梧,后来还在拜占庭担任过城市总督之职。
οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν πρῶτα τῶν τινι πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε πεπραγμένων.
主管教会事务的人首先依据上述文件,对一名公民提起了索要两肯特纳里昂的诉讼,并立即使此人被判败诉,因为由于年代久远以及对当年之事一无所知,此人根本无从辩白。
ἐν πένθει δὲ μεγάλῳ ἐκάθηντο οἵ τε ἄλλοι ξύμπαντες ἄνθρωποι ὁμῶς τοῖς συκοφάνταις ἐκκείμενοι καὶ πάντων μάλιστα οἱ τῶν Ἐμεσηνῶν λογιμώτατοι.
其余所有公民同样暴露在诬告者的毒手之下,陷入巨大的悲痛之中,尤其是埃梅萨最有名望的头面人物更是如此。
τοῦ δὲ κακοῦ ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ ξυνηνέχθη γενέσθαι τοιάνδε.
正当祸患蔓延至大多数市民之际,神的某种眷顾却如是降临。
Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε τὴν πρᾶξιν3 ἐρράπισε δυνάμει τῇ πάσῃ.
朗吉努斯命令炮制了这一整套骗局的普里斯库斯将全部文件一并呈交给他;见他对执行此事推脱迟疑,朗吉努斯使出全力打了他一记耳光。
ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη.
普里斯库斯承受不住这极为强壮之人的重击,仰面跌倒,浑身颤抖,惊恐万状,疑心朗吉努斯已经彻底察觉了一切真相,便招认了。如此一来,整场骗局大白于天下,诬告之举便告终结。
Ταῦτα δὲ οὐ μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ̓ ἑκάστην εἰργάζετο τοὺς Ῥωμαίων, ἀλλὰ καὶ οὓς Ἑβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν.
这位皇帝不仅在对待罗马人的法律上每日不断地做出此类恶行,而且还热衷于颠覆希伯来人所尊奉的律法。
ἢν γάρ ποτε αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι, οὐκ εἴα ταύτην τοὺς Ἰουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ δεξιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν ἐν σφίσιν αὐτοῖς νομίμων.
因为每当岁时流转,他们的逾越节碰巧排在基督徒的节日之前时,他便不允许犹太人在适宜的时令庆祝逾越节,也不许他们在节日里向神献礼或履行他们当中的任何礼制。
πολλούς τε αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν παρανομίας ὑπάγοντες χρήμασιν ἐζημίουν πολλοῖς.
主管官吏以在此时期食用了羊肉为由,控告他们中的许多人触犯国家法令,处以巨额罚款。
ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦτα Ἰουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δι’ αὐτῶν τὸ τοῦ ἀνθρώπου ἦθος σημῆναι.
查士丁尼其他类似的行径不可胜数,我虽然深知,却不愿再行列入,因为此书应当收尾了。仅凭这些,便足以彰显这人的品性了。
- 28.6καὶ ἀνδρὸς δέ τινος
句首的属格短语 ἀνδρὸς δέ τινος(“某人的”)是修饰后文分词短语中宾语 τὰ γράμματα(“手迹”)的领属属格,中间被冗长的关系从句(ὅσπερ... Ῥωμαῖοι)所隔开。这构成了大幅度的倒置分离结构(hyperbaton),其骨干结构为 καὶ ἀνδρὸς δέ τινος... τὰ γράμματα δαιμονίως μιμησάμενος... παρέδωκεν(“并神乎其技地模仿了某人的手迹……递交了”)。
- 28.9νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι
承接 νόμον ἔγραψεν(“颁布法律”)的宾格加不定式结构。不定式 ἀποκεκλεῖσθαι 的逻辑主语是宾格 τὰς ἐκκλησίας(“教会”),并支配表示分离的属格 δικῶν τῶν αὐταῖς προσηκουσῶν(“从属于它们的诉讼中”)。时间或量度与格短语 οὐ χρόνοις... τοῖς καθήκουσιν 与 ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει 并列,表明教会丧失起诉权的时效并非通常的法定期限,而是长达百年之后。
- 28.14ἀναδυόμενόν τε τὴν πρᾶξιν
中动分词 ἀναδυόμενον 出自动词 ἀναδύομαι(本义为“浮出水面”,引申为“退缩、迟疑、回避”),此处带有宾格宾语 τὴν πρᾶξιν(“这一行动/事情”),意为在朗吉努斯命其交出所有伪造文书时,普里斯库斯“对执行这一行动犹豫不决、试图推脱躲闪”。
