- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:27.17-27.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗柯比记述了查士丁尼在处理亚历山大里亚凶杀案时罢黜保罗并处决其部下,事后却收受保罗巨额贿赂试图恢复其圣职;同样,因异端罪名被流放的福斯蒂努斯也在缴纳巨款后被撤销判决并重获要职。
Λιβέριον οὖν τῶν ἐκ Ῥώμης ἄνδρα πατρίκιον καταστησάμενος ἐπὶ τῆς Ἀλεξανδρέων ἀρχῆς καὶ τῶν δοκίμων ἱερέων τινὰς ἐς τὴν Ἀλεξάνδρειαν ἔστειλε τὴν τοῦ πράγματος ποιησομένους διάγνωσιν, ἐν οἷς καὶ ὁ Ῥώμης ἀρχιδιάκονος Πελάγιος ἦν, τὸ Βιγιλίου τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον, ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ Βιγιλίου·1
因此,皇帝任命罗马的贵族利伯里乌斯统辖亚历山大里亚人,并派遣若干受人尊敬的司祭前往亚历山大里亚对该事件进行调查审理;其中亦有罗马的首席助祭佩拉吉乌斯,他代行大主教维吉利乌斯的职权,因为正是维吉利乌斯将这一使命委任于他。
τοῦ τε φόνου ἐληλεγμένου Παῦλον τῆς ἱερωσύνης εὐθὺς καθεῖλον, φυγόντα δὲ Ῥόδωνα ἐς Βυζάντιον τήν τε κεφαλὴν ἀφείλετο ὁ βασιλεὺς καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο, καίπερ τρισκαίδεκα ἐπιστολὰς τοῦ ἀνθρώπου ἐνδειξαμένου, ἅσπερ αὐτῷ βασιλεὺς ἔγραψε σπουδάζων τε καὶ διατεινόμενος ἄγαν ἐπαγγέλλων τε ἅπαντα τῷ Παύλῳ ὑπηρετεῖν ἐπιτάττοντι καὶ μηδ’ ὁτιοῦν ἀντιτείνειν, ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη.2
谋杀被查实后,他们立刻将保罗免黜了圣职;而当罗敦逃往拜占庭时,皇帝将他斩首,并把他的财产没收充公,尽管那人出示了皇帝写给他的十三封信函,信中皇帝曾极为急迫且强硬地严令他服从保罗所吩咐的一切,不得有丝毫反抗,以便他能在信仰教规之事上贯彻既定的决议。
Ἀρσένιόν τε Λιβέριος γνώμῃ Θεοδώρας ἀνεσκολόπισε, καὶ αὐτοῦ τὰ χρήματα δημοσιοῦν βασιλεὺς ἔγνω, καίπερ οὐδὲν αὐτῷ ἐπεγκαλεῖν ἔχων ἢ ὅτι ξὺν τῷ Παύλῳ δίαιταν εἶχε.
至于阿尔塞纽斯,利伯里乌斯依狄奥多拉的意旨将其刺死于尖桩之上,皇帝则决意将他的财产充公,尽管皇帝除了他与保罗同居共处之外,对他无可指责。
Ταῦτα μὲν οὖν εἴτε ὀρθῶς εἴτε ἄλλῃ πη αὐτῷ εἴργασται, οὐκ ἔχω εἰπεῖν, ὅτου δὲ δὴ ἕνεκα ταῦτά μοι εἴρηται αὐτίκα δηλώσω.
皇帝行这些事究竟正当与否,我无法评说;但我叙述这些事的原因,即刻便会讲明。
ὁ Παῦλος χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἥκων ἑπτά τε χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ τούτῳ προέμενος ἠξίου τὴν ἱερωσύνην ἀπολαβεῖν ἅτε αὐτὴν οὐδενὶ νόμῳ ἀφῃρημένος.
过了一段时间,保罗来到拜占庭,向这位皇帝奉献了七百金镑,要求恢复圣职,理由是他被剥夺职位本属非法。
Ἰουστινιανὸς δὲ τά τε χρήματα ἐδέξατο πρᾴως καὶ τὸν ἄνθρωπον ἐν τιμῇ ἔσχεν, ἀρχιερέα τε ὡμολόγησεν Ἀλεξανδρεῦσιν αὐτὸν καταστήσεσθαι αὐτίκα δὴ μάλα, καίπερ ἑτέρου τὴν τιμὴν ἔχοντος, ὥσπερ οὐκ εἰδὼς ὅτι δὴ τοὺς αὐτῷ ξυνοικήσαντάς τε καὶ ὑπουργεῖν τετολμηκότας ἔκτεινέ τε αὐτὸς καὶ τὰς οὐσίας ἀφείλετο.
查士丁尼和颜悦色地收下了金钱,尊崇礼遇其人,并应允立刻让他重新担任亚历山大里亚人的大主教,尽管当时已有他人居于该职;宛如皇帝完全不知晓正是自己亲手处死了曾与保罗同居并敢于服侍他的人,并且剥夺了他们的家产。
ὁ μὲν οὖν Σεβαστὸς ἐς ἄγαν διατεινόμενος τὸ πρᾶγμα ἐν σπουδῇ ἐποιεῖτο, Παῦλος δὲ διαρρήδην ἐπίδοξος ἦν τὴν ἱερωσύνην ἀπολήψεσθαι μηχανῇ πάσῃ.
于是皇帝竭力推动此事,而保罗显然也被预料必将以一切手段重获圣职。
ἀλλὰ Βιγίλιος τηνικάδε παρὼν εἴκειν βασιλεῖ τὸ τοιοῦτον ἐπιτάττοντι οὐδαμῇ ἔγνω. ἔφασκε γὰρ οὐχ οἷός τε εἶναι ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον διειργάσθαι,3 τὴν Πελαγίου παραδηλῶν γνῶσιν. οὕτως ἄλλου οὐδενὸς τῷ βασιλεῖ τούτῳ ὅτι μὴ χρημάτων ἀφαιρέσεως ἀεὶ ἔμελεν. εἰρήσεται δὲ καὶ ἄλλο τοιόνδε.
然而,当时身在现场的维吉利乌斯绝不顺从皇帝下达的这一命令。他声称,自己绝不能亲自撤销并重审自己的判决——他暗指的正是佩拉吉乌斯所作出的裁定。由此可见,对于这位皇帝而言,除了掠夺钱财之外,他从未关心过任何其他事情。另外一件类似的事亦当道来。
Φαυστῖνος ἦν τις, Παλαιστῖνος γένος, Σαμαρείτης μὲν γεγονὼς ἄνωθεν, ὀνόματος δὲ τοῦ Χριστιανῶν ἀντιλαμβανόμενος ἀνάγκῃ τοῦ νόμου.
有一名叫福斯蒂努斯的人,是巴勒斯坦人,原为撒玛利亚人后裔,但由于法律的强迫而披上了基督徒的名义。
οὗτος ὁ Φαυστῖνος ἔς τε βουλῆς ἀξίωμα ἦλθε καὶ τῆς χώρας τὴν ἀρχὴν ἔσχεν, ἧσπερ αὐτὸν παραλυθέντα οὐ πολλῷ ὕστερον ἔς τε τὸ Βυζάντιον ἥκοντα τῶν τινες ἱερέων διέβαλλον ἐπενεγκάμενοι ὡς Σαμαρειτῶν νόμιμα περιστέλλει, καὶ Χριστιανοὺς δράσειε τοὺς ἐν Παλαιστίνῃ ᾠκημένους ἀνόσια ἔργα.
这位福斯蒂努斯晋升至元老院之尊,并担任了该地的长官;当他卸任不久并来到拜占庭时,几位司祭告发了他,控告他暗中谨守撒玛利亚人的习俗,并对居住在巴勒斯坦的基督徒犯下了不敬之罪行。
Ἰουστινιανὸς δὲ ἀγριαίνεσθαί τε καὶ δεινὰ ποιεῖσθαι διὰ ταῦτα ἐδόκει, ὅτι δὴ αὐτοῦ τὴν Ῥωμαίων ἀρχὴν ἔχοντος τὸ τοῦ Χριστοῦ ὄνομα ὑφ’ ὁτουοῦν διασύροιτο.
查士丁尼为此显得勃然大怒、惊骇不已,声称正当他统治罗马帝国之际,基督之名竟遭到任何人的诋毁。
οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς τὴν διάγνωσιν πεποιημένοι τοῦ πράγματος φυγῇ τὸν Φαυστῖνον ἐζημίωσαν, βασιλέως ἐγκειμένου σφίσι.
于是,在皇帝的逼迫下,由元老院元老们对事件进行调查审理后,判处福斯蒂努斯流放之刑。
βασιλεὺς δὲ πρὸς αὐτοῦ χρήματα ὅσα ἐβούλετο κεκομισμένος ἀνάδικα εὐθὺς τὰ δεδικασμένα ἐποίησε.
然而,皇帝从他那里收受了所想要的钱财后,随即宣告已判决的事项重新受审并予以撤销。
Φαυστῖνος δὲ αὖθις τὸ πρότερον ἀξίωμα ἔχων, βασιλεῖ τε ὡμίλει ἐπίτροπός τε καταστὰς τῶν ἐν Παλαιστίνῃ τε καὶ Φοινίκῃ βασιλικῶν χωρίων ἀδεέστερον ἅπαντα κατειργάζετο ὅσα οἱ αὐτῷ βουλομένῳ εἴη.4
福斯蒂努斯重获先前的显赫位阶,与皇帝过从甚密;当他被任命为巴勒斯坦和腓尼基皇室领地的监察官后,便肆无忌惮地推行一切合乎自己心意之事。
ὅντινα μὲν οὖν Ἰουστινιανὸς τρόπον τὰ Χριστιανῶν δικαιώματα περιστέλλειν ἠξίου, καίπερ οὐ πολλῶν εἰρημένων ἡμῖν, ἀλλ’ ἐκ τῶνδε βραχέων ὄντων τεκμηριοῦν ἔστιν.
因此,查士丁尼究竟以何种方式维护基督徒的权益与信仰,即便我们无需多言,亦能从这区区几件简短的事实中得到证明。
ὅπως δὲ καὶ τοὺς νόμους οὐδεμιᾷ ὀκνήσει κατέσειε χρημάτων κειμένων5 βραχυτάτῳ δηλωθήσεται λόγῳ.
至于他在钱财当前之际如何毫无迟疑地颠覆法律,亦将在极简略的叙述中得以彰显。
- 27.17ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ Βιγιλίου
使用中性单数宾格分词ἐπιτεταγμένον的非人称宾格绝对独立结构(accusative absolute)。该结构作为前文佩拉吉乌斯“代行大主教维吉利乌斯职权”(τὸ Βιγιλίου τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον)的背景前提,说明正是维吉利乌斯将此任务委派给了他。
- 27.18ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη
介词短语ἐπὶ τῇ δόξῃ存在不同的理解可能。此处将δόξα置于教会史语境中理解为“信仰/教义”(正统信条),即“以便在信仰教规之事上贯彻既定的决议(如迦克墩会议教义)”。另一种语法上可能的解释是将δόξα理解为一般的“声誉/名望”,即“为了其个人声誉达成决议”;但结合上一语段提及的争取异端归附迦克墩公会议的背景,取“教义/信仰”之义更为确切。
- 27.24ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον διειργάσθαι
由法律专门术语ἀνάδικος(“须重新审理的”、“判决被撤销的”)与完成时不定词διειργάσθαι构成的表述。由于佩拉吉乌斯是代行维吉利乌斯的法人身份(ὑποδὺς πρόσωπον)做出判决,在法理上该判决被视作维吉利乌斯自己的判决(τὴν οἰκείαν)。因此该句表明教皇无法亲自撤销并重审自己此前做出的判决。
- 27.31ὅσα οἱ αὐτῷ βουλομένῳ εἴη
人称代词与格(οἱ αὐτῷ)与分词βουλομένῳ相一致,并与祈愿语气εἴη搭配的习用句式,意为“凡合乎他自己心意之事”。该结构生动展现了福斯蒂努斯在不受任何约束的情况下为所欲为的状态。
- 27.33χρημάτων κειμένων
属格绝对结构,其中动词κεῖμαι取其引申常见义,指奖赏、赌注或金钱“摆在眼前 / 作为悬赏”。此处作状语表示伴随或前提条件(“当金钱摆在面前 / 涉及钱财利益时”),生动刻画出查士丁尼一见到金钱诱惑便毫无顾忌颠覆法律的情状。
