- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:27.1-27.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯开始讲述查士丁尼任命保罗为亚历山大里亚总主教、罗敦为长官及派遣阿尔塞纽斯的始末,以及在助祭普索埃斯被拷打致死后,皇帝在皇后逼迫下骤然反噬这三人的经过,以此揭露其伪善与贪婪。
Τὰ μὲν οὖν Ἰουστινιανῷ εἰργασμένα τοσαῦτά ἐστιν, ὥστε μηδὲ τὸν πάντα αἰῶνα τῷ περὶ αὐτῶν λόγῳ ἐπαρκεῖν δύνασθαι.
查士丁尼所作的恶行如此之多,以至于哪怕穷尽整整万世之久,亦不足以尽数叙说。
ὀλίγα δέ μοι ἄττα ἐκ πάντων ἀπολεξαμένῳ εἰπεῖν ἀποχρήσει, δι’ ὧν αὐτοῦ ἔνδηλον καὶ τοῖς ὄπισθεν γενησομένοις τὸ ἦθος ἅπαν διαφανῶς ἔσται, ὡς εἴρων τε ἦν καὶ οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων αὐτῷ ἔμελεν, οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι,1 οὐ μὴν οὔτε τινὸς τὸ παράπαν αἰδοῦς ἢ τοῦ τῆς πολιτείας ξυμφόρου ἢ ὅτου τι προὔργου ἐς αὐτὴν γένοιτο, ἢ ὅπως σκήψεώς τινος τὰ πρασσόμενα τυχεῖν δύναιτο, οὔτε ἄλλο τι αὐτὸν ἐσῄει, ὅτι μὴ μόνη ἀφαίρεσις τῶν ἐν πάσῃ γῇ κειμένων χρημάτων. ἄρξομαι δὲ ἐνθένδε.
然而,若由我从全体事件中选出区区数事加以陈述便已足够,通过这些事,他的全部品性亦将昭然若揭地展现给后世之人:他是一个伪善者,既不在乎上帝、祭司,亦不在乎法律,甚至不在乎那被认为受到他热心庇护的派系,而且全然毫无羞耻之心,不顾及国家利益,亦不考虑任何对城邦有益之事,抑或其所作所为能否找到某种托词,除了掠夺全地所有的财产之外,任何其他念头都未曾进入他的头脑。我将从此处讲起。
Ἀρχιερέα κατεστήσατο Ἀλεξανδρεῦσιν αὐτὸς Παῦλον ὄνομα. ἐτύγχανε δὲ Ῥόδων τις, Φοῖνιξ γένος, ἔχων τηνικάδε τὴν Ἀλεξανδρείας ἀρχήν.
他亲自为亚历山大里亚人任命了一位总主教,名叫保罗。当时恰有一名叫罗敦的腓尼基人担任亚历山大里亚的长官。
ᾧ δὴ ἐπέστελλεν ἐς ἅπαντα Παύλῳ ὑπηρετεῖν προθυμίᾳ τῇ πάσῃ, ὅπως δὴ ἀτελεύτητον μένοι τῶν πρὸς αὐτοῦ ἐπαγγελλομένων μηδέν.
皇帝向他下达敕令,要在一切事务中全力以赴侍奉保罗,以使保罗所传达的命令无一落空。
ταύτῃ γὰρ τῶν Ἀλεξανδρέων τοὺς αἱρετικοὺς ἑταιρίζεσθαι αὐτὸν ἐς τὴν ἐν Καλχηδόνι σύνοδον ᾤετο δυνατὸν ἔσεσθαι.
因为他认为,唯有借此方式,保罗才有可能争取亚历山大里亚的异端分子归附迦克墩公会议。
ἦν δέ τις Ἀρσένιος, Παλαιστῖνος γένος, ὅσπερ Θεοδώρᾳ τῇ βασιλίδι ἐν τοῖς μάλιστα ἀναγκαιοτάτοις ἐπιτήδειος γεγονὼς, καὶ ἀπ’ αὐτοῦ δύναμίν τε πολλὴν μεγάλα τε περιβαλλόμενος χρήματα ἐς βουλῆς ἀξίωμα ἦλθε, καίπερ μιαρώτατος ὤν.
另有一位名叫阿尔塞纽斯的巴勒斯坦人,他因在极为私密的要事上效力于狄奥多拉皇后而得其宠信,由此攫取了巨大的权力和巨额的财富,并位列元老院之尊,尽管他是一个极其卑鄙恶劣之徒。
οὗτος Σαμαρείτης μὲν ἦν, τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν2 ὀνόματος ἀντιλαβέσθαι τοῦ Χριστιανῶν ἔγνω.
此人原本是撒玛利亚人,但为了不丧失已有的权势,他决定披上基督徒的名号。
ὁ μέντοι πατήρ τε καὶ ἀδελφὸς τῇ τούτου δυνάμει θαρσοῦντες διαγεγόνασι μὲν ἐν Σκυθοπόλει, περιστέλλοντες τὴν πάτριον δόξαν, γνώμῃ δὲ αὐτοῦ ἀνήκεστα τοὺς Χριστιανοὺς εἰργάζοντο πάντας.
然而他的父亲和兄弟倚仗他的权势,一直住在斯基托波利斯,守着他们祖传的信仰,并且在他的默许指使下,给所有基督徒造成了无法弥补的惨重伤害。
διὸ δὴ οἱ πολῖται σφίσιν ἐπαναστάντες ἄμφω ἔκτειναν θανάτῳ οἰκτίστῳ, κακά τε πολλὰ ξυνηνέχθη Παλαιστίνοις ἐνθένδε γενέσθαι.
因此,城中的公民们起义反抗他们,以极其悲惨的方式处死了他们两人,由此巴勒斯坦人遭受了许多不幸。
τότε μὲν οὖν αὐτὸν οὔτε Ἰουστινιανὸς οὔτε βασιλὶς κακόν τι ἔδρασαν, καίπερ αἰτιώτατον γεγονότα δυσκόλων ἁπάντων, ἀπεῖπον δὲ αὐτῷ ἐς Παλάτιον μηκέτι ἰέναι· ἐνδελεχέστατα γὰρ τούτου δὴ ἕνεκα πρὸς τῶν Χριστιανῶν ἠνωχλοῦντο.
当时查士丁尼和皇后虽然明知他是一切动乱的罪魁祸首,却未对他施加任何惩罚,只是禁止他再踏入皇宫;因为基督徒为了此事而不断地向他们激烈抗议。
οὗτος Ἀρσένιος βασιλεῖ χαριεῖσθαι οἰόμενος οὐ πολλῷ ὕστερον ξὺν τῷ Παύλῳ ἐς τὴν Ἀλεξάνδρειαν στέλλεται, ὡς δὴ τά τε ἄλλα ὑπηρετήσων καὶ τὴν ἐς τοὺς Ἀλεξανδρεῖς πειθὼ ξυγκατεργασόμενος αὐτῷ δυνάμει τῇ πάσῃ.
这位阿尔塞纽斯为了讨好皇帝,不久之后便与保罗一同被派往亚历山大里亚,名义上是在其他各方面服侍他,并竭尽全力协助他游说亚历山大里亚人。
ἰσχυρίζετο γὰρ ὑπὸ τὸν χρόνον τοῦτον, ἡνίκα οἱ τοῦ Παλατίου ἀποκεκλεῖσθαι ξυνέπεσε, τῶν ἐν Χριστιανοῖς οὐκ ἀμελέτητος γεγονέναι δογμάτων ἁπάντων.
因为他声称,在这段碰巧被逐出皇宫的时期里,他已不再对基督徒的所有教义生疏未修。
ὅπερ τὴν Θεοδώραν ἠνίασε· τὴν ἐναντίαν γὰρ ἐσκήπτετο τῷ βασιλεῖ ἐς τοῦτο ἰέναι, ὥς μοι ἐν τοῖς ἔμπροσθεν λόγοις εἴρηται.
此事激怒了狄奥多拉;因为正如我在前文所述,她在此事上假装与皇帝采取截然相反的立场。
ἐπεὶ οὖν ἐν Ἀλεξανδρεῦσιν ἐγένοντο, διάκονόν τινα Ψόην ὄνομα Ῥόδωνι Παῦλος παρέδωκε τεθνηξόμενον, φάσκων δὴ αὐτὸν μόνον οἱ αὐτῷ ἐμποδὼν ἵστασθαι τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα ὑποτελέσαι.3
于是,当他们抵达亚历山大里亚人中间时,保罗将一名叫普索埃斯的助祭移交给罗敦处死,声称正是此人独力阻挠他履行皇帝的旨意。
τοῖς δὲ βασιλέως γράμμασι Ῥόδων ἠγμένος, συχνοῖς τε οὖσι καὶ λίαν σπουδαίοις, αἰκίζεσθαι τὸν ἄνθρωπον ἔγνω. καὶ ὃς ὑπὸ τῆς βασάνου κατατεινόμενος αὐτίκα θνήσκει.
罗敦受皇帝频繁而极其严厉的敕信驱使,决定对那人施以酷刑。而那人在拷打的拉伸折磨下随即毙命。
ἅπερ ἐπεὶ ἐς βασιλέα ἦλθεν, ἐγκειμένης ἰσχυρότατα τῆς βασιλίδος, ἅπαντα βασιλεὺς ἐπὶ Παύλῳ τε καὶ Ῥόδωνι καὶ Ἀρσενίῳ εὐθὺς ἐκίνει, ὥσπερ τῶν πρὸς αὐτοῦ τούτοις δὴ τοῖς ἀνθρώποις ἐπηγγελμένων ἐπιλελησμένος ἁπάντων.
当此事传到皇帝耳中,在皇后极力催逼之下,皇帝立刻动用一切手段对付保罗、罗敦和阿尔塞纽斯,宛如完全遗忘了自己曾对这些人发出的所有命令一般。
- 27.2οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι
该属格短语与前文的 οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων 构成并列,同受非人称动词 ἔμελεν(支配表关涉对象的属格)的管辖。虽然形式上亦可能被误读为属格绝对构式,但依据前后连续的 οὔτε... 否定并列结构,将其视为 ἔμελεν 的宾格性属格更为自然。分词 δοκοῦντος 与 δήμου 一致,意为“那看似受到他热心支持的人民”。
- 27.7τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν
带定冠词的属格不定式表示目的,由 μή 否定,意为“为了不丧失已有的权势”。句中主动词 ἔγνω 支配补充不定式 ἀντιλαβέσθαι。
- 27.14τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα ὑποτελέσαι
接在表示阻碍的短语(ἐμποδὼν ἵστασθαι)之后的带 μή 冠词属格不定式,表示“阻碍……履行皇帝的旨意”。在古典希腊语中,阻碍类动词之后常规性地伴随带否定词 μή 的不定式以表达防止或阻碍的内容。
