← 普罗科皮乌斯

秘史

§26.29-26.44

地方行省公款被夺与救济配给的废除

查士丁尼的心腹亚历山大废除了罗马乞丐的口粮配给,并以驻防温泉关为名强行吞并了全希腊各城的市政款项。在亚历山大里亚,长官赫淮斯托斯垄断了商业贸易与粮食买卖,更废除了戴克里先设立的赈恤配给以充实国库。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.29

τοῖς τε προσαιτηταῖς οἳ παρὰ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν δίαιταν εἶχον, τρισχιλίους σίτου μεδίμνους χορηγεῖν ἀεὶ τὸ δημόσιον ἀνὰ πᾶν ἔτος διώρισεν· ἅπερ ἅπαντες οὗτοι διαγεγόνασι κομιζόμενοι1 ἕως Ἀλέξανδρος ὁ Ψαλίδιος ἐς τὴν Ἰταλίαν ἀφίκετο.

至于在使徒彼得教堂旁安居的乞丐们,他曾规定国库每年常例供给三千麦地那的粮食;所有这些人一直领取这批口粮,直到绰号为剪刀的亚历山大抵达意大利。

§26.30

πάντα γὰρ εὐθὺς οὗτος ἀνὴρ ὀκνήσει οὐδεμιᾷ περιελεῖν ἔγνω. ταῦτα μαθὼν Ἰουστινιανὸς Ῥωμαίων αὐτοκράτωρ τήν τε πρᾶξιν προσήκατο ταύτην καὶ τὸν Ἀλέξανδρον ἔτι μᾶλλον ἢ πρότερον διὰ τιμῆς ἔσχεν. ἐν ταύτῃ Ἀλέξανδρος τῇ πορείᾳ καὶ τοὺς Ἕλληνας εἰργάσατο τάδε.

因为这个人立刻毫不迟疑地决定剥夺这一切。罗马皇帝查士丁尼得知此事后,嘉许了这一行径,对亚历山大比以往更为尊崇。亚历山大在此次行程中对希腊人亦施加了如下恶行:

§26.31

Τοῦ ἐν Θερμοπύλαις φυλακτηρίου οἱ τὰ ἐκείνῃ γεωργοῦντες χωρία ἐκ παλαιοῦ ἐπεμελοῦντο, ἐκ περιτροπῆς τε τὸ ἐνταῦθα τεῖχος ἐφύλασσον, ἡνίκα δὴ ἔφοδος βαρβάρων τινῶν ὡς ἐπισκήψει ἐς τὴν Πελοπόννησον ἐπίδοξος ἦν.

自古以来,耕种彼处田产的人们照管着温泉关的防哨,每当预料会有蛮族入侵伯罗奔尼撒时,他们便轮流把守那里的城墙。

§26.32

ἀλλ’ ἐνταῦθα γενόμενος τότε Ἀλέξανδρος οὗτος προνοεῖν Πελοποννησίων σκηπτόμενος οὐκ ἔφη γεωργοῖς τὸ ταύτῃ φυλακτήριον ἐπιτρέψειν.

但当时来到该处的这位亚历山大却假托关照伯罗奔尼撒人,声称决不能将那里的防哨托付给农夫。

§26.33

στρατιώτας οὖν ἐνταῦθα εἰς δισχιλίους καταστησάμενος οὐκ ἐκ τοῦ δημοσίου χορηγεῖσθαι σφίσι τὰς συντάξεις διώρισεν, ἀλλὰ τῶν ἐν τῇ Ἑλλάδι πασῶν πόλεων τά τε πολιτικὰ καὶ θεωρητικὰ ξύμπαντα χρήματα ἐς τὸ δημόσιον ἐπὶ τῷ προσχήματι τούτῳ μετήνεγκεν, ἐφ’ ᾧ ἐνθένδε οἱ στρατιῶται οὗτοι σιτίζοιντο,2 καὶ ἀπ’ αὐτοῦ ἔν τε τῇ ἄλλῃ πάσῃ Ἑλλάδι καὶ οὐχ ἥκιστα ἐν Ἀθήναις αὐταῖς οὔτε τις ἐν δημοσίῳ οἰκοδομία ἀνενεώθη οὔτε ἄλλο ἀγαθὸν οἷόν τε ἦν γίνεσθαι.

于是他在彼处驻扎了多达两千名士兵,却未规定由国库拨发他们的薪饷,反而以此为借口,将希腊所有城市全部的市政资金与剧场专款悉数收归国库,条件是以此供养这些士兵;由此带来的后果是,在希腊其余各地乃至雅典城本身,既无任何公共建筑得到修缮,亦无法促成任何善举。

§26.34

Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ μελλήσει ἐπέρρωσε.

然而查士丁尼毫不拖延地批准了剪刀在彼处的安排。

§26.35

Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς ἐν Ἀλεξανδρείᾳ πτωχούς. Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ παραλαβὼν τὴν Ἀλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε, φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις ἐνδέδεικται πᾶσι.

这些事情便是如此告一段落。但亦当言及亚历山大里亚的穷人。当地修辞学者中曾有一名叫赫淮斯托斯之人,他接管了亚历山大里亚的行政权力后,以使暴徒生畏的姿态制止了民众的内讧,却给当地所有居民带来了最深重的祸患。

§26.36

πάντα γὰρ εὐθὺς τὰ τῆς πόλεως πωλητήρια ἐς τὸ καλούμενον μονοπώλιον καταστησάμενος ἄλλον μὲν ἐμπόρων οὐδένα ταύτην δὴ τὴν ἐργασίαν ἐργάζεσθαι εἴα, μόνος δὲ ἁπάντων αὐτὸς γεγονὼς κάπηλος παρεδίδοτο τὰ ὤνια πάντα, δηλονότι τὰς τούτων τιμὰς τῇ τῆς ἀρχῆς ἐξουσίᾳ σταθμώμενος, ἀπεπνίγετό τε τῇ τῶν ἀναγκαίων σπάνει ἡ τῶν Ἀλεξανδρέων πόλις, οὗ δὴ καὶ τοῖς τὰ ἔσχατα πενομένοις τὰ πρότερα εὔωνα διαρκῶς ἐγεγόνει πάντα, μάλιστα δὲ αὐτοὺς ἀμφὶ τῷ ἄρτῳ ἐπίεζε.

因为他随即把城中所有的零售店铺纳入所谓的专卖制度,不允许任何其他商人经营这门买卖,而由他一人充当一切货物的唯一零售商来发售全部商品,显然是以其官职权威来制定货价;亚历山大里亚城因日用物资匮乏而陷入窒息,而在那座城里,即便对于赤贫者而言,往昔一切物资一向极为低廉,但他尤在面包方面残酷压迫他们。

§26.37

τὸν γὰρ σῖτον αὐτὸς ἐξ Αἰγυπτίων ὠνεῖτο μόνος, οὐδὲ ὅσον ἐς μέδιμνον ἕνα ἑτέρῳ ἐνδιδοὺς πρίασθαι, ταύτῃ τε τοὺς ἄρτους καὶ τὰ τῶν ἄρτων τιμήματα διετίθετο ᾗπερ ἐβούλετο.

因为他独自向埃及人收购粮食,甚至不容许他人购买哪怕一麦地那,以此随意掌控面包及其售价。

§26.38

πλοῦτον τοίνυν ἀμύθητον αὐτός τε δι’ ὀλίγου περιεβάλετο καὶ βασιλεῖ τὴν ἀμφὶ τούτῳ ἐπιθυμίαν ἐνεπλήσατο.

于是他自己在短期内聚敛起难以数计的巨富,并满足了皇帝在这方面的贪欲。

§26.39

καὶ τῶν μὲν Ἀλεξανδρέων ὁ δῆμος δέει τοῦ Ἡφαίστου τὰ παρόντα σφίσιν ἡσυχῇ ἔφερον, ὁ δὲ αὐτοκράτωρ αἰδοῖ τῶν οἱ ἐς ἀεὶ ἐσκομιζομένων χρημάτων ἐν τοῖς μάλιστα ὑπερηγάπα τὸν ἄνθρωπον.

亚历山大里亚的人民由于畏惧赫淮斯托斯而默默忍受现状,皇帝则因源源不断送达的钱财而对这人倍加宠幸。

§26.40

Βουλεύσας δὲ Ἥφαιστος οὗτος ὅπως τὴν βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται, προσεπετεχνήσατο τάδε.

这位赫淮斯托斯为了能够进一步取悦皇帝的心意,又巧设了如下奸计:

§26.41

Διοκλητιανὸς Ῥωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι παρὰ τοῦ δημοσίου τῶν Ἀλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν ἔτος διώρισε.

曾任罗马皇帝的戴克里先规定,国库每年拨出巨量粮食救济亚历山大里亚的贫困者。

§26.42

ταῦτα ὁ δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι δεῦρο παρέπεμψαν.

当时的民众在彼此间分配了这笔口粮,并将其世代相传直至今日。

§26.43

ἀλλ’ Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε, βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ᾗ ξυμφέρει τοῖς πράγμασι μέχρι νῦν ταῦτα οἱ ἄνδρες οὗτοι κομίζοιντο.

但赫淮斯托斯却将此项救济中每年多达约二百万麦地那的粮食从缺乏生活必需品的人手中夺走,充公归入国库,并上书皇帝称这些人至今领取这批粮食既非出于正义,亦不利于国家公事。

§26.44

καὶ ἀπ̓ αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ σπουδῆς αὐτὸν μείζονος ἔσχεν, Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα, ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο.3

由此,皇帝批准了这一举措,对他也更加器重;而亚历山大里亚人中凡以此为唯一生计希望者,在最紧迫的生活匮乏中领受了这种残酷无情的苦果。

语法注3 条
  1. 26.29διαγεγόνασι κομιζόμενοι

    动词 διαγίγνομαι 与补充分词κομιζόμενοι 连用,表示行为或状态的持续(“一直领取/持续获得”)。

  2. 26.33ἐφ’ ᾧ ἐνθένδε οἱ στρατιῶται οὗτοι σιτίζοιντο

    连词 ἐφ’ ᾧ 后接后叙式祈愿语气 σιτίζοιντο(由主句过去时 μετήνεγκεν 引起的转移),引出规定条件或目的(“条件是/以便靠此供养这些士兵”)。

  3. 26.44ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο

    动词 ἀπονίναμαι 通常带属格补足语,表示“享受……的好处”,在此处接 τῆς ἀπανθρωπίας,带强烈的讽刺与辛酸意味,指“领受了这种冷酷无情的恶果/苦果”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:26.29-26.44