← 普罗科皮乌斯

秘史

§26.17-26.28

粮食专卖与断水对穷人的折磨及侍从的困境

作者揭露了必需品专卖制导致面包价格飞涨且掺杂炉灰,以及引水道失修导致穷人严重缺水的情形,随后转向意大利宫廷侍从俸禄的话题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.17

διαρκῶς δεδιηγῆσθαι οἶμαι. ὡς δὲ καὶ τοὺς ἄλλους εὐδαίμονας δοκοῦντας εἶναι συκοφαντίᾳ περιιὼν ἀφαιρεῖσθαι τὰ χρήματα ἴσχυσεν, ἱκανώτατά μοι εἰρῆσθαι νομίζω, οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι πᾶσιν ὑπηρετοῦντας1 καὶ τοὺς ἐν Παλατίῳ στρατευομένους, γεωργούς τε καὶ χωρίων κτήτορας καὶ κυρίους καὶ οἷς ἐν λόγοις τὰ ἐπιτηδεύματά ἐστιν, ἀλλὰ μὴν ἐμπόρους τε καὶ ναυκλήρους καὶ ναύτας βαναύσους τε καὶ χειρώνακτας καὶ ἀγοραίους καὶ οἷς ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδευμάτων ὁ βίος, καὶ μὴν καὶ τοὺς ἄλλους ὡς εἰπεῖν ἅπαντας, ἐς οὓς διικνεῖσθαι βλάβος τὸ ἐκ τοῦδε συμβαίνει.

我认为这已叙述得十分充分。至于他是如何通过诬陷得以剥夺其他被视为富有人士的财产,我也认为自己已经说得极其完备了——然而,对于士兵们、侍奉所有长官的差役们、在皇宫供职者、农夫们、田产的所有者和地主们、从事文辞修辞之业者,乃至商贾、船主、水手、手工匠人、手艺人、集市商贩以及依靠舞台演出维生之人,乃至可以说遭受由此产生之损害的其余一切众人,[所当言者仍未穷尽]。

§26.18

Οἷα δὲ τούς τε προσαιτητὰς καὶ ἀγελαίους ἀνθρώπους καὶ πτωχούς τε καὶ λώβῃ πάσῃ ἐχομένους εἰργάσατο, αὐτίκα ἐροῦμεν· τὰ γὰρ ἀμφὶ τοῖς ἱερεῦσιν αὐτῷ πεπραγμένα ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται.

至于他对乞丐、平民大众、穷人以及受各种残疾折磨之人所施加的行径,我们随即道来;因为关于他对神职人员所做的一切,将在后文中予以讲述。

§26.19

πρῶτα μὲν, ὅπερ εἴρηται, ἅπαντα περιβεβλημένος τὰ πωλητήρια καὶ ὠνίων τῶν ἀναγκαιοτάτων τὰ λεγόμενα καταστησάμενος μονοπώλια πλέον ἢ τριπλάσια τιμήματα πάντας ἀνθρώπους ἐπράττετο.

首先,正如前文所述,他控制了所有的店铺,就最必需的日用商品设立了所谓的专卖制度,向所有人索取三倍以上的价钱。

§26.20

καὶ τὰ μὲν ἄλλα ἐπεὶ ἀνάριθμά μοι ἔδοξεν εἶναι, οὐκ ἂν ἔγωγε λόγῳ ἀτελευτήτῳ καταλέγειν φιλονεικοίην· ἀπὸ δὲ τῶν τοὺς ἄρτους ὠνουμένων πικρότατα ἐς πάντα τὸν αἰῶνα ἐσύλει, οὓς δὴ καὶ χειρώνακτας καὶ πτωχοὺς καὶ πάσῃ λώβῃ ἐχομένους ἀνθρώπους μὴ οὐκ ὠνεῖσθαι ἀδύνατον.2

其余各项物资由于在我看来难以数计,我无意以冗长无止的篇幅一一列举;但他从购买面包的人身上永久地进行最残酷的盘剥——而手艺人、穷人以及身患各种残疾之人是不可能不买面包的。

§26.21

αὐτὸς μὲν γὰρ ἐς τρία κεντηνάρια φέρεσθαι ἀνὰ πᾶν ἔτος ἐνθένδε ἠξίου, ὅπως οἱ ἄρτοι ἀξιώτεροι ὦσι καὶ σποδοῦ ἔμπλεῳ· οὐδὲ γὰρ ἐς τοῦτο δὴ τὸ τῆς αἰσχροκερδείας ἀσέβημα ὁ βασιλεὺς οὗτος ὀκνηρὸς ᾔει·

因为他本人要求每年从中抽得三个肯特纳里,致使面包更为昂贵且充满炉灰;因为这位皇帝即便走向这种卑劣牟利的渎圣行径也毫不迟疑。

§26.22

ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο ἡ τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν.

以此为借口营谋私利的执掌此职者,自己极易聚敛起巨额的财富,却在丰收之年也出人意料地给穷人们带来人造的饥荒,因为根本不准任何人从别处运进粮食,所有人都必须购买并食用这等面包。

§26.23

Τὸν δὲ τῆς πόλεως ὀχετὸν διερρωγότα τε ὁρῶντες καὶ μοῖραν ὕδατος ὀλίγην τινὰ ἐς τὴν πόλιν εἰσάγοντα ὑπερεώρων τε καὶ οὐδ’ ὁτιοῦν αὐτῷ προέσθαι ἤθελον, καίπερ ὁμίλου ἀεὶ ἀμφὶ τὰς κρήνας ἀποπνιγομένου πολλοῦ, καὶ τῶν βαλανείων ἀποκεκλεισμένων ἁπάντων· καίτοι ἐς οἰκοδομίας θαλασσίους τε καὶ ἀνοήτους ἄλλας μέγεθος χρημάτων οὐδενὶ λόγῳ προΐετο, πανταχόθι τῶν προαστείων ἐπιτεχνώμενος, ὥσπερ τῶν βασιλείων αὐτοὺς οὐ χωρούντων, ἐν οἷς δὴ ἅπαντες οἱ πρότερον βεβασιλευκότες διαβιοῦν ἐς ἀεὶ ἤθελον.

他们眼见城中的引水道破损,只能给城内输送极少量的水,却视若无睹,不愿为此花费分文,尽管泉水周围总是挤满了几乎窒息的密集人群,所有的公共浴场也尽数关闭。然而,他却在海滨建筑和其他毫无意义的建筑上毫无道理地挥霍巨款,在城郊各处巧作营建,仿佛容纳以往所有皇帝终生起居的皇宫如今竟容不下他们一般。

§26.24

οὕτως οὐ χρημάτων φειδοῖ, ἀλλὰ φθόρου ἀνθρώπων ἕνεκα τῆς τοῦ ὀχετοῦ οἰκοδομίας ὀλιγωρεῖν ἔγνω, ἐπεὶ οὐδεὶς ἐκ τοῦ παντὸς χρόνου Ἰουστινιανοῦ τοῦδε ἑτοιμότερος γέγονεν ἀνθρώπων ἁπάντων χρήματά τε προσποιεῖσθαι κακῶς, καὶ ταῦτα χειρόνως αὐτίκα δὴ μάλα προέσθαι.

因此,他并非出于爱惜钱财,而是为了毁灭人类,才决意忽视引水道的修缮;因为自古以来,在全人类中未曾有人比这查士丁尼更善于巧取不义之财,又随即以更恶劣的方式将其挥霍一空。

§26.25

δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ ἄρτου,3 δι’ ἀμφοῖν αὐτοὺς, ὥσπερ μοι δεδιήγηται, βασιλεὺς ὅδε ἔβλαψε, τὸ μὲν ἄπορον σφίσι, τὸν δὲ πολλῷ ἀξιώτερον ἐργασάμενος.

于是,在饮食方面留给赤贫和穷苦之人的仅有两样东西——水和面包,正如我所叙述的那样,这位皇帝通过这两样东西侵害了他们,使水难以获得,使面包远为昂贵。

§26.26

Οὐ μόνον δὲ τοὺς ἐν Βυζαντίῳ προσαιτητὰς, ἀλλὰ καὶ τῶν ἑτέρωθι ᾠκημένων τινὰς ἔδρασε ταῦτα, ὥσπερ μοι αὐτίκα λελέξεται.

他不仅对拜占庭的乞丐如此行事,对居住在别处的某些人也同样施以此举,正如我随即要讲述的。

§26.27

Ἰταλίαν γὰρ Θευδέριχος ἑλὼν τοὺς ἐν τῷ Ῥώμης Παλατίῳ στρατευομένους αὐτοῦ εἴασεν, ὅπως τι διασώζοιτο πολιτείας ἐνταῦθα τῆς παλαιᾶς ἴχνος, μίαν ἀπολιπὼν σύνταξιν ἐς ἡμέραν ἑκάστῳ.

狄奥多里克在攻取意大利后,容许在罗马皇宫服役的人留在那处,以便古昔政制的痕迹能在那里得以存续片断,并留给每人每日一份津贴。

§26.28

ἦσαν δὲ οὗτοι παμπληθεῖς ἄγαν. οἵ τε γὰρ σιλεντιάριοι καλούμενοι καὶ δομέστικοι καὶ σχολάριοι ἐν αὐτοῖς ἦσαν, οἷς δὴ ἄλλο οὐδὲν ἀπελέλειπτο ἢ τὸ τῆς στρατείας ὄνομα μόνον, καὶ ἡ σύνταξις αὕτη ἐς τὸ ἀποζῆν ἀποχρῶσα μόλις αὐτοῖς, ἅπερ ἔς τε παῖδας καὶ ἀπογόνους Θευδέριχος αὐτοὺς παραπέμπειν ἐκέλευσε.

这些人人数极为庞大。因为所谓的近侍官、扈从官和近卫军皆在其中,除了服役的虚名以及勉强维持生计的这份津贴之外,他们别无所留,狄奥多里克曾下令让他们将这些传给子孙后代。

语法注3 条
  1. 26.17οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι πᾶσιν ὑπηρετοῦντας

    紧随 οὐ μέντοι 之后的一连串宾格名词短语(στρατιώτας ... ἅπαντας)构成了对前句 ἱκανώτατά μοι εἰρῆσθαι νομίζω(我认为已被充分述及)的转折性补充或限制的省略结构。可理解为叙述范围的保留(“然而[关于]士兵们……[尚未穷尽]”),或承接损害/盘剥的意念(“然而[并未放过]士兵们……”)。无论何者,整个宾格长链最终归结于后接的关系从句 ἐς οὓς διικνεῖσθαι βλάβος τὸ ἐκ τοῦδε συμβαίνει(由此产生之损害所波及之人)。

  2. 26.20μὴ οὐκ ὠνεῖσθαι ἀδύνατον

    具有否定含义的形容词 ἀδύνατον(不可能)支配不定式 ὠνεῖσθαι,并带有双重否定词 μὴ οὐ。依据标准古典希腊语语法,此结构表示强烈的必然性:“不可能不买”,即“不得不买”。

  3. 26.25δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ ἄρτου

    短语 δυοῖν ... ἀπολελειμμένοιν ... ὕδατός τε καὶ ἄρτου 采用了双数(dual)形式的属格独立结构,其中 ὕδατός τε καὶ ἄρτου 作为同位语解释 δυοῖν。与格成分 τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν 作为关涉与格依附于分词 ἀπολελειμμένοιν(“留给极度贫困之人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:26.17-26.28