- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:26.1-26.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼剥夺了辩护士、医生与自由学艺教师的公共津贴,并将各城市的市政与观演财源并入国库,叫停各类公众演出并废止了执政官体制,使全帝国的城市文化与民众生计陷入深重的贫困与破败之中。
Ὅντινα δὲ τρόπον τῶν πόλεων τοὺς κόσμους καὶ τὰ ἐγκαλλωπίσματα πάντα ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ καθελεῖν ἴσχυσεν αὐτίκα ἐροῦμεν.
至于他究竟以何种方式成功摧毁了拜占庭以及各城市的一切妆点与荣光,我们随即道来。
πρῶτα μὲν καταλύειν τὸ τῶν ῥητόρων ἀξίωμα ἔγνω. τά τε γὰρ ἔπαθλα αὐτοὺς ἀφείλετο εὐθὺς ἅπαντα, οἷσπερ τρυφᾶν τε τὰ πρότερα καὶ ἐγκαλλωπίζεσθαι τῆς συνηγορίας ἀφειμένοι1 εἰώθασι, καὶ διωμότους συνίστασθαι τοὺς διαφερομένους ἐκέλευσε, καὶ ἀπ’ αὐτοῦ περιυβρισμένοι ἐν πολλῇ ἀθυμίᾳ ἐγένοντο.
首先,他决意废除辩护士们的尊严。因为他立时剥夺了他们所有的酬金——他们往日结束辩护后,本习惯凭这些酬劳享用奢华、夸耀体面——并且他命令诉讼双方在互相起誓后方得立案,他们由此备受屈辱,陷入极大的沮丧之中。
ἐπεὶ δὲ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων εὐδαιμόνων δοκούντων εἶναι ἔν τε Βυζαντίῳ καὶ πάσῃ τῇ Ῥωμαίων ἀρχῇ πάσας, ὥσπερ ἐρρήθη, τὰς οὐσίας ἀφείλετο, ἀργεῖν τὸ λοιπὸν τῷ ἐπιτηδεύματι τούτῳ ἐλέλειπτο.
加之,正如前文所言,既然他在拜占庭以及整个罗马帝国全境,剥夺了元老院议员以及其他被视为富有人士的全部产业,这项职业往后便唯有陷于停滞了。
οὐ γὰρ εἶχον ἄνθρωποι λόγου ὁτουοῦν οὐδὲν ἄξιον, οὗπερ ἂν καὶ ἀμφισβητοῖεν ἀλλήλοις. αὐτίκα τοίνυν ἐκ πολλῶν μὲν ὀλίγοι, ἐξ ἐνδόξων δὲ λίαν κομιδῆ ἄδοξοι πανταχόθι γεγονότες τῆς γῆς πενίᾳ μὲν, ὡς τὸ εἰκὸς, πολλῇ εἴχοντο, μόνην δὲ ὕβριν τὴν ἀπὸ τοῦ ἔργου φερόμενοι ἀπηλλάσσοντο.
因为人们已没有任何值得一提的财产,足以让他们彼此争执。于是转瞬之间,他们由多变少,从显赫之士在普天之下彻底沦为默默无闻之人,自然被深重的贫困所困扼,从自己的行当里只能领受羞辱而离去。
Ἀλλὰ καὶ τοὺς ἰατρούς τε καὶ διδασκάλους τῶν ἐλευθερίων τῶν ἀναγκαίων ἀπορεῖσθαι πεποίηκε. τάς τε γὰρ σιτήσεις, ἃς οἱ πρότερον βεβασιλευκότες ἐκ τοῦ δημοσίου χορηγεῖσθαι τούτοις δὴ τοῖς ἐπιτηδεύμασιν ἔταξαν, ταύτας δὴ οὗτος ἀφείλετο πάσας.
不仅如此,他还使得医生和自由学艺的教师们陷入必需品的匮乏之中。因为先前在位的主政者们规定从国库中拨给这些行业的口粮津贴,此人竟将其全数剥夺。
καὶ μὴν καὶ ὅσους οἱ τὰς πόλεις οἰκοῦντες ἁπάσας πολιτικῶν σφίσιν ἢ θεωρητικῶν οἴκοθεν πεποίηνται πόρους, καὶ τούτους μεταγαγὼν φόροις ἀναμῖξαι τοῖς δημοσίοις ἐτόλμησε.
更有甚者,全境各城市的居民们为市政或观演之用从本地筹集的所有款项,他也竟敢挪用并混入国家的税赋之中。
καὶ οὔτε ἰατρῶν τις ἢ διδασκάλων τὸ λοιπὸν ἐγίνετο λόγος οὔτε δημοσίας τις ἔτι οἰκοδομίας προνοεῖν ἴσχυσεν οὔτε λύχνα ταῖς πόλεσιν ἐν δημοσίῳ ἐκάετο οὔτε τις ἦν ἄλλη παραψυχὴ τοῖς ταύτας οἰκοῦσι.
从此以后,既无人再看重医生或教师,亦无人再有能力顾及公共建筑的修缮,城市街道上不再点燃公家路灯,对城中居民而言亦无任何其他慰藉。
τά τε γὰρ θέατρα καὶ ἱππόδρομοι καὶ κυνηγέσια ἐκ τοῦ ἐπὶ πλεῖστον ἅπαντα ἤργει, οὗ δή οἱ τὴν γυναῖκα τετέχθαι τε καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι ξυνέβαινεν.
因为剧场、赛马场和野兽狩猎场绝大部分都已歇业,而他的妻子恰恰正是在那里出生、成长和受训的。
ὕστερον δὲ ταῦτα δὴ ἀργεῖν ἐν Βυζαντίῳ ἐκέλευσε τὰ θεάματα, τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον2 πολλοῖς τε καὶ σχεδόν τι ἀναρίθμοις οὖσιν, οἷς ἐνθένδε ὁ βίος. ἦν τε ἰδίᾳ τε καὶ κοινῇ λύπη τε καὶ κατήφεια, ὥσπερ ἄλλο τι τῶν ἀπ’ οὐρανοῦ ἐπισκήψασαι πάθος, καὶ βίος πᾶσιν ἀγέλαστος.
后来他更下令在拜占庭停止这些演出,以便国库不必向以此谋生的众多乃至数不胜数的人们供给惯常的津贴。 不论在私下还是公共场合,悲戚与沮丧弥漫四处,宛如又一场从天而降的浩劫,所有人的生活皆失去了欢笑。
ἄλλο τε τὸ παράπαν οὐδὲν ἐφέρετο τοῖς ἀνθρώποις ἐν διηγήμασιν, οἴκοι τε οὖσι καὶ ἀγοράζουσι κἀν τοῖς ἱεροῖς διατρίβουσιν ἢ συμφοραί τε καὶ πάθη καὶ καινοτέρων ἀτυχημάτων ὑπερβολή.
人们无论身居家中、市集购物还是流连神庙,在谈话中所流传的全然没有别的内容,尽是灾难、痛苦以及无以复加的新厄运。
Ταῦτα μὲν οὕτω ταῖς πόλεσιν εἶχεν. ὃ δὲ τῷ λόγῳ λείπεται, τοῦτο εἰπεῖν ἄξιον. ὕπατοι Ῥωμαίων ἀνὰ πᾶν ἔτος ἐγινέσθην δύο, ἅτερος μὲν ἐν Ῥώμῃ, ὁ δὲ δὴ ἕτερος ἐν Βυζαντίῳ.
各城市的情形便是如此。至于本篇论述中尚余的一事,颇值得一叙。罗马人以往每年设立两名执政官,一人在罗马,另一人则在拜占庭。
ὅστις δὲ εἰς τὴν τιμὴν ἐκαλεῖτο ταύτην πλέον ἢ κεντηνάρια χρυσοῦ εἴκοσιν ἐς τὴν πολιτείαν ἀναλοῦν ἔμελλεν, ὀλίγα μὲν οἰκεῖα, τὰ δὲ πλεῖστα πρὸς βασιλέως κεκομισμένος. ταῦτά τε τὰ χρήματα ἔς τε τοὺς ἄλλους, ὧνπερ ἐμνήσθην, καὶ ἐς τῶν βίων τοὺς ἀπορωτέρους ἐκ τοῦ ἐπὶ πλεῖστον φερόμενα καὶ διαφερόντως ἐς τοὺς ἐπὶ σκηνῆς ἅπαντα τὰ πράγματα ἐς ἀεὶ τῇ πόλει ἀνίστη.
凡蒙召担任此项殊荣者,皆须为国家耗费二十余肯特纳里昂黄金,其中少部分出自私囊,大部分则受自皇帝。 而这笔金钱绝大部分流向了我所提及的其他人以及生计尤为艰难之人,特别是舞台艺人,从而始终使全城的百业焕发生机。
ἐξ οὗ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβεν, οὐκέτι καιροῖς τοῖς καθήκουσι ταῦτα ἐπράσσετο· ἀλλὰ τὰ μὲν πρῶτα πολλοῦ Ῥωμαίοις ὕπατος καθίστατο χρόνου,3 τελευτῶντες δὲ οὐδὲ ὄναρ τὸ πρᾶγμα ἑώρων, ἐξ οὗ δὴ πενίᾳ τινὶ ἐνδελεχέστατα ἐσφίγγετο τὰ ἀνθρώπεια, τὰ μὲν εἰωθότα τοῦ βασιλέως οὐκέτι τοῖς ὑπηκόοις παρεχομένου, τὰ δὲ ὑπάρχοντα τρόποις ἅπασι πανταχόθεν ἀφαιρουμένου.
然而自查士丁尼即位以来,这些仪典便不再于应行之期举行;起初罗马人往往隔许久才设立一次执政官,到最后他们甚至在梦中也未曾再见此职。人世间由此陷入持续不断的极度匮乏之中,因为皇帝不再向臣民提供惯常的赏赐,反而千方百计从各处剥夺他们现有的财产。
Ὡς μὲν οὖν τὰ δημόσια καταπιὼν ξύμπαντα χρήματα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ὁ λυμεὼν οὗτος ἕκαστόν τε ἰδίᾳ καὶ κοινῇ ξύμπαντας τὰς οὐσίας ἀφῄρηται,
因此,这个毁灭者在吞并了全部公家财物之后,如何将元老院议员个个乃至全体的财产尽数剥夺,
- 26.2τῆς συνηγορίας ἀφειμένοι
动词 ἀφίημι 的完成时中动态/被动态分词,支配分离属格 τῆς συνηγορίας,意为“从辩护事务中脱身之后/免去辩护之役后”。虽然另有一种解法将分词理解为中动态的“投身于辩护”(如类推于带有介词短语的用法),但结合上下文来看,此处强调以往的辩护士在完成出庭辩护任务之后,习惯于凭借丰厚酬劳尽情享乐,故采分离意义。
- 26.9τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον
由 τοῦ μή 与不定式 χορηγεῖν 构成的表示目的的属格冠词不定式结构。宾格名词 τὸ δημόσιον(国库/公家)充当不定式 χορηγεῖν 的逻辑主语,τὰ εἰωθότα(惯例津贴)为其直接宾语。该结构揭示了皇帝下令停办演出的财政目的:“为了使国库不必提供惯常的津贴”。
- 26.15πολλοῦ Ῥωμαίοις ὕπατος καθίστατο χρόνου
包含间隔语序(hyperbaton)的结构,属格短语 πολλοῦ ... χρόνου 分隔在主语 ὕπατος 和谓语 καθίστατο 两侧,作时间属格用,意为“相隔漫长的时间之后/每隔许久”。Ῥωμαίοις 为利益与格,意为“对罗马人而言”。整句表达执政官职位的任命变得极其罕见。
