← 普罗科皮乌斯

秘史

§25.13-25.26

丝绸限价与官营垄断对丝织业的毁灭

查士丁尼颁布丝绸限价令迫使商人破产,狄奥多拉重罚暗中售货者。随后掌库官彼得·巴尔苏梅斯获准垄断丝绸贸易并索取暴利,致使推罗和贝鲁特的丝织业全面崩溃、民众流亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.13

Ἐπεὶ δὲ οἱ βασιλεῖς οὗτοι τῶν ὠνίων τὰ πλεῖστα εἰς τὰ καλούμενα περιστήσαντες μονοπώλια, τούς τι ὠνήσασθαι βουλομένους ἀεὶ καθ’ ἑκάστην ἀπέπνιγον, μόνα δὲ αὐτοῖς ἀνέφαπτα τὰ τῆς ἐσθῆτος ἐλέλειπτο πωλητήρια, μηχανῶνται καὶ ἀμφ’ αὐτοῖς τάδε.

既然这些统治者把大部分货品都转变为所谓的专卖,每日盘剥那些想要购买物品的人,只剩下经营衣物的店铺未曾受到侵扰,他们便针对它们也设下了如下圈套。

§25.14

ἱμάτια τὰ ἐκ μετάξης ἐν Βηρυτῷ μὲν καὶ Τύρῳ πόλεσι ταῖς ἐπὶ Φοινίκης ἐργάζεσθαι ἐκ παλαιοῦ εἰώθει.

自古以来,丝绸制成的衣物就习惯在腓尼基的贝鲁特斯和推罗这两座城市制作。

§25.15

οἵ τε τούτων ἔμποροί τε καὶ ἐπιδημιουργοὶ καὶ τεχνῖται ἐνταῦθα τὸ ἀνέκαθεν ᾤκουν, ἐνθένδε τε ἐς γῆν ἅπασαν φέρεσθαι τὸ ἐμπόλημα τοῦτο ξυνέβαινεν.

经营这些衣物的商人、作坊主和工匠自古便居住在当地,这种商品也由此运往世界各地。

§25.16

ἐπεὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος οἱ ἐπὶ ταύτῃ τῇ ἐργασίᾳ ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ὄντες ἀξιωτέραν ἀπεδίδοντο τὴν ἐσθῆτα ταύτην, αἰτιώμενοι μεῖζον μὲν ἢ πρότερον ἐν χρόνῳ τῷ παρόντι ὑπὲρ αὐτῆς καταβάλλεσθαι τὸ τίμημα Πέρσαις, πλείω δὲ νῦν τὰ δεκατευτήρια εἶναι ἐν γῇ τῇ Ῥωμαίων, δόκησιν ἅπασιν ὁ αὐτοκράτωρ παρεχόμενος ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη,1 νόμῳ ἅπασιν ἀπεῖπε μὴ πλέον ἢ ὀκτὼ χρυσῶν τῆς τοιαύτης ἐσθῆτος τὴν λίτραν εἶναι.

然而在查士丁尼在位期间,在拜占庭及其他各城市经营此业的人开始以更高昂的价格出售这种衣物,其借口是在眼下的时期向波斯人支付的货价高过以往,且如今罗马境内的税关也增加了;于是皇帝向众人做出仿佛对此大为震怒的假象,以法律向众人明令禁止此类衣物每磅售价超过八枚金币。

§25.17

καὶ προστίμημα ἔκειτο τοῖς παραβησομένοις τὸν νόμον τῶν ὑπαρχόντων στερεῖσθαι χρημάτων. ταῦτα τοῖς ἀνθρώποις ἀμήχανά τε καὶ ἄπορα ἐδόκει παντάπασιν εἶναι. οὐ γὰρ οἷόν τε ἦν τοὺς ἐμπόρους μείζονος τιμῆς τὰ φορτία ταῦτα ἐωνημένους ἐλάσσονος αὐτὰ τοῖς ξυμβάλλουσιν ἀποδίδοσθαι.

此外,还对违法者规定了没收既有财产的附加罚则。对人们来说,这似乎是完全无法施行且行不通的。因为对于那些以更高价购入这批货物的商人而言,绝不可能以更低的价格转卖给交易者。

§25.18

διὸ δὴ ταύτην μὲν τὴν ἐμπορίαν ἐργολαβεῖν οὐκέτι ἠξίουν, ἐπικλοπώτερον δὲ φορτίων τῶν σφίσιν ἀπολελειμμένων ἐποιοῦντο κατὰ βραχὺ τὰς πράσεις, δηλονότι τῶν γνωρίμων τισὶν, οἷσπερ τὰ τοιαῦτα καλλωπίζειν τὰ σφέτερα αὐτῶν προϊεμένοις ἐν ἡδονῇ ἦν ἢ τρόπῳ τῳ ἀναγκαῖον ἐγίνετο.

因此,他们不再认为值得承担这种贸易,而是开始暗中一点点变卖手头残留的存货,显然是卖给某些相熟之人——这些人乐于舍弃自家的钱财用此类衣物装扮自己,或是出于某种缘由必须置办。

§25.19

ὧν δὴ ἡ βασιλὶς ἐπιψιθυριζόντων τινῶν αἰσθομένη, καίπερ οὐ βασανίσασα τὰ θρυλλούμενα, ξύμπαντα εὐθὺς τὰ φορτία τοὺς ἀνθρώπους ἀφείλετο, καὶ χρυσίον αὐτοὺς ἐς κεντηνάριον ἐπιτιμησαμένη.2 ἄρχει δὲ ταύτης ἔν γε Ῥωμαίοις τῆς ἐργασίας ὁ τοῖς βασιλικοῖς ἐφεστὼς θησαυροῖς.

皇后从一些窃窃私语的人那里察觉到此事,甚至未加核实那些流言,便立时剥夺了那些人的全部货物,并且对他们课以高达一百磅金币的罚款。而在罗马人中,掌管帝室宝库的官员正是有权管辖这门行业的长官。

§25.20

Πέτρον οὖν τὸν Βαρσύμην ἐπίκλησιν ἐπὶ ταύτης καταστησάμενοι τῆς τιμῆς οὐ πολλῷ ὕστερον ἐπεχώρουν αὐτῷ πράσσειν ἀνόσια ἔργα.

因此,他们不久之后便任命绰号巴尔苏梅斯的彼得担任此职,听凭他行不义之举。

§25.21

τοὺς μὲν γὰρ ἄλλους ἅπαντας τὸν νόμον ἐς τὸ ἀκριβὲς ἐδικαίου τηρεῖν, τοὺς δὲ τοῦ ἔργου τούτου τεχνίτας αὑτῷ μόνῳ ἀναγκάζων ἐργάζεσθαι ἀπεδίδοτο, οὐκέτι ἐπικρυπτόμενος, ἀλλ’ ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς βαφῆς μὲν τῆς προστυχούσης τὴν οὐγκίαν οὐχ ἧσσον ἢ κατὰ ἓξ χρυσῶν, βάμματος δὲ τοῦ βασιλικοῦ, ὅπερ καλεῖν ὁλόβηρον νενομίκασι, πλέον ἢ τεσσάρων καὶ εἴκοσι χρυσῶν.

因为他虽然要求其他所有人严格遵守这项法令,却强迫从事此项技艺的工匠只为他一人劳作;他不再藏匿隐蔽,而是在市场的公共场所公然出售:普通染色的每盎司不低于六枚金币,而惯称为“全紫”的帝家染料衣物则超过二十四枚金币。

§25.22

καὶ βασιλεῖ μὲν ἐνθένδε μεγάλα χρήματα ἔφερεν, αὐτὸς δὲ περιβαλλόμενος πλείω ἐλάνθανεν,3 ὅπερ ἀπ’ αὐτοῦ ἀρξάμενον ἐς ἀεὶ ἔμεινε. μόνος γὰρ ἐς τόδε τοῦ χρόνου ἔμπορός τε ἀπαρακαλύπτως καὶ κάπηλος τοῦ ἐμπολήματος τοῦδε καθίσταται.

他不仅由此为皇帝输送了巨额金钱,自己更暗中攫取了更多钱财;这种始于他的做法竟从此沿袭不衰。因为直到今日,唯有他一人公然充当这一商品的批发商兼零售贩。

§25.24

ἔμποροι μὲν οὖν ὅσοι πρότερον τὴν ἐργασίαν ταύτην μετῄεσαν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ θαλαττουργοί τε καὶ ἔγγειοι ἐφέροντο ὡς τὸ εἰκὸς τὰ ἐκ τῆς ἐργασίας κακά.

于是,从前在拜占庭及各城市从事这门行业的商人,无论是海运商还是内陆商,自然都遭受了由这门行业带来的灾祸。

§25.25

ἐν δὲ πόλεσιν ὁ δῆμος σχεδόν τι ὅλος ταῖς εἰρημέναις προσαιτητὴς ἐξαπιναίως ἐγένετο. βάναυσοι γὰρ ἄνθρωποι καὶ χειρώνακτες λιμῷ παλαίειν, ὡς τὸ εἰκὸς, ἠναγκάζοντο, πολλοί τε ἀπ’ αὐτοῦ τὴν πολιτείαν μεταβαλλόμενοι φεύγοντες ᾤχοντο ἐς τὰ Περσῶν ἤθη.

在上述那些城市中,几乎全体民众骤然沦为乞丐。因为工匠和体力劳动者自然不得不与饥荒搏斗,许多人更因此改换国籍,流亡迁往波斯人的地域。

§25.26

μόνος δὲ ἀεὶ ὁ τῶν θησαυρῶν ἄρχων ἐνεργολαβῶν τὸ ἐμπόλημα τοῦτο μοῖραν μὲν βασιλεῖ, ὥσπερ εἴρηται, πόρων τῶν ἐνθένδε ἀποφέρειν ἠξίου, αὐτὸς δὲ τὰ πλείω φερόμενος δημοσίαις συμφοραῖς ἐπλούτει. ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν.

而唯有这位掌管宝库的官员始终独揽这项贸易,正如前文所述,他固然将由此获得的部分收益纳给皇帝,自己却拿走了绝大部分,借着公共的灾难大发横财。这些事情便是这样发展的。

语法注3 条
  1. 25.16δόκησιν ἅπασιν ὁ αὐτοκράτωρ παρεχόμενος ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη

    在由连词 ὅτι 引导的名词性从句(作 δόκησιν 的同位语说明内容)中使用了祈愿语气动词 ἀγανακτοίη。此为间接引语或从属从句中的斜格祈愿语气(oblique optative),表明该愤怒只是当事人(皇帝)所宣称或假装的内心态度(“对此感到愤怒”),而非陈述客观事实。

  2. 25.19χρυσίον αὐτοὺς ἐς κεντηνάριον ἐπιτιμησαμένη

    动词 ἐπιτιμάω 支配双宾格结构:表示被罚之人的 αὐτούς 与表示罚金额度的 χρυσίον ... ἐς κεντηνάριον。“人 + 钱财”即表示“对某人处以某额罚金”。介词短语 ἐς κεντηνάριον 表示数量限度,意为“高达一百磅(百金斤)黄金”。

  3. 25.22αὐτὸς δὲ περιβαλλόμενος πλείω ἐλάνθανεν

    动词 λανθάνω 配合分词(περιβαλλόμενος)构成的惯用句式,意为“某人暗中/背地里做某事”。此处表明彼得自己背着旁人中饱私囊,攫取(περιβάλλομαι)了比献给皇帝更多的财富。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:25.13-25.26