- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:25.1-25.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼在两条海峡设立税关大肆掠夺商船,并在拜占庭迫害航运造成民不聊生,更通过变更铜币与金币的兑换比率剥削民众资财。
Τοὺς μὲν στρατευομένους οὕτως ὁ τύραννος ὅδε διεχρήσατο. ἅπερ δὲ αὐτῷ ἐς ἐμπόρους τε καὶ ναύτας καὶ βαναύσους καὶ ἀγοραίους ἀνθρώπους, δι᾽ αὐτῶν τε καὶ ἐς τοὺς ἄλλους ἅπαντας εἴργασται, φράσων ἔρχομαι. πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν,1 ἅτερος μὲν ἐφ’ Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου καλουμένου Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται.
这位僭主便是如此对待从军之人的。至于他对商人、水手、工匠和集市平民所做的事,以及通过他们对所有其他人所造成的侵害,我也将进而陈述。在拜占庭的两侧有两条海峡:一条在赫勒斯滂,位于塞斯托斯和阿比多斯一带;另一条在所谓优克辛诺斯彭托斯海的入口处,即名为希埃隆的地方。
ἐν μὲν οὖν τῷ Ἑλλησπόντου πορθμῷ τελωνεῖον μὲν ἐν δημοσίῳ ὡς ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐν Ἀβύδῳ καθῆστο, διερευνώμενος μὲν, ἢν ναῦς ὅπλα φέρουσα ἐς Βυζάντιον οὐ βασιλέως ἴοι γνώμῃ, καὶ ἤν τις ἐκ Βυζαντίου ἀνάγοιτο οὐ φερόμενος γράμματα τῶν ἀνδρῶν καὶ σημεῖα οἷς ἐπίκειται ἡ τιμὴ αὕτη2 (οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι οὐκ ἀφειμένον πρὸς τῶν ἀνδρῶν, οἳ τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ ὑπουργοῦσι) πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος3 οὐδενὶ αἴσθησιν παρεχόμενον ἀλλ’ ὥσπερ τινὰ μισθὸν ὁ ταύτην δὴ τὴν ἀρχὴν ἔχων τοῦ ἔργου τούτου λαμβάνειν ἠξίου·
在赫勒斯滂海峡,原先绝无公设的海关,而是由皇帝派出的一名官吏驻扎在阿比多斯,负责盘查是否有船只未经皇帝允准私运武器前往拜占庭,以及是否有人从拜占庭启航而未携带有权之人的文书和印信(因为未经侍奉所谓军政长官公署的官员放行,任何人擅自驶离拜占庭皆属违法);他从船主那里收取的税金不致引起任何人的不满,担任此职者认为收取这笔钱不过是此项差事的酬劳而已。
ὁ μέντοι ἐπὶ πορθμοῦ τοῦ ἑτέρου στελλόμενος τὸν μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἦν καὶ διερευνώμενος ἐς τὸ ἀκριβὲς ταῦτά τε, ἅπερ μοι εἴρηται, καὶ ἤν τι ἐς τοὺς βαρβάρους κομίζοιτο, οἳ παρὰ τὸν Εὔξεινον ἵδρυνται Πόντον, ὧνπερ οὐ θέμις ἐκ Ῥωμαίων τῆς γῆς ἐς τοὺς πολεμίους κομίζεσθαι.4 οὐδὲν μέντοι ἐξῆν τῷ ἀνδρὶ τούτῳ πρὸς τῶν τῇδε ναυτιλλομένων προσίεσθαι.
至于派往另一条海峡的官吏,一向由皇帝发放薪饷,严加盘查我所说的那些事项,以及是否有任何物资被运往定居于彭托斯优克辛诺斯沿岸的蛮族那里——因为按律严禁将罗马境内的物资输送给敌人。然而,此人绝不被允许从当地过往的航海者那里接受任何财物。
ἐξ οὗ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε, τελωνεῖόν τε δημόσιον κατεστήσατο ἐν πορθμῷ ἑκατέρῳ καὶ μισθοφόρους ἄρχοντας δύο ἐς ἀεὶ πέμπων μίσθωσιν μὲν αὐτοῖς παρείχετο τὴν ξυγκειμένην, ἐπήγγελλε δὲ χρήματά οἱ ὅτι πλεῖστα ἐνθένδε ἀποφέρειν δυνάμει τῇ πάσῃ.
自查士丁尼登基以来,他在两条海峡各设立了公设海关,常年派遣两名领取俸饷的官吏,一方面发给他们约定的薪金,另一方面勒令他们竭尽全力从海峡为他敛取尽可能多的钱财。
οἱ δὲ ἄλλο οὐδὲν ἢ εὔνοιάν οἱ τὴν ἐς αὐτὸν ἐνδείκνυσθαι ἐν σπουδῇ ἔχοντες ἁπαξάπαντα πρὸς τῶν πλεόντων τὰ τῶν φορτίων τιμήματα ληϊζόμενοι ἀπηλλάσσοντο.
而这些官吏一心只想向他献媚表忠,竟将过往航海者全部货物的估价洗劫一空方才罢手。
Ἐν μὲν οὖν πορθμῷ ἑκατέρῳ ταῦτα ἐποίει· ἐν δὲ Βυζαντίῳ ἐπενόει τάδε. τῶν τινά οἱ ἐπιτηδείων προὐστήσατο, Σύρον μὲν γένος, ὄνομα δὲ Ἀδδαῖον, ᾧ δὴ ἐπήγγελλεν ἐκ νηῶν τῶν ἐνταῦθα καταιρουσῶν ὄνησίν τινά οἱ πορίζεσθαι.
在两条海峡他便是这般行事;在拜占庭城中,他则策划了如下伎俩。他起用了一名心腹,叙利亚裔,名叫阿代奥斯,勒令他从靠港的船只中为自己榨取收益。
ὁ δὲ πλοῖα ἅπαντα τὰ καταίροντα ἐς τὸν Βυζάντιον λιμένα οὐκέτι ἐνθένδε ἠφίει, ἀλλὰ τοὺς ναυκλήρους ἢ τοῖς τιμήμασιν ἐζημίου νηῶν τῶν σφετέρων ἢ ἀναφορεῖν ἔς τε Λιβύην καὶ Ἰταλίαν ἠνάγκαζε. καὶ αὐτῶν οἱ μὲν οὔτε ἀντιφορτίζεσθαι οὔτε θαλαττουργεῖν ἔτι ἤθελον, ἀλλὰ καύσαντες τὰ σφέτερα πλοῖα εὐθὺς ἄσμενοι ἀπηλλάσσοντο.
而这名官吏不再放行任何驶入拜占庭港口的船只,要么按船只估价向船主课以重罚,要么强逼他们将货物运往利比亚和意大利。于是他们当中有些人既不愿再装运回程货物,也不愿再从事航海营生,索性焚毁自己的船只,欣然离去。
ὅσοις μέντοι ἐπάναγκες ἦν ἐκ ταύτης δὴ τῆς ἐργασίας τὸν βίον ποιεῖσθαι, οὗτοι δὴ τριπλασίαν πρὸς τῶν ἐμπόρων τὴν μίσθωσιν κεκομισμένοι τὸ λοιπὸν ἐφορτίζοντο τοῖς τε ἐμπόροις περιειστήκει ταύτην σφίσιν αὐτοῖς τὴν ζημίαν πρὸς τῶν τὰ φορτία ὠνουμένων ἰάσασθαι,5 οὕτω τε λιμοκτονεῖσθαι πάσῃ μηχανῇ τοὺς Ῥωμαίους ξυνέβαινεν.
然而,对于那些必须靠这营生糊口的人而言,他们自此便向商人索取三倍的运费才肯装货,而商人不得不把自己的这笔损失转嫁到购买货物的顾客身上,于是罗马人遂在各个方面陷入挨饿受困的境地。
Ἀλλὰ ταῦτα μὲν τῇδε κατὰ τὴν πολιτείαν ἐφέρετο. ἃ δὲ καὶ ἐς τὰ κέρματα τοῖς βασιλεῦσιν εἴργασται, οὔ μοι παριτέον οἴομαι εἶναι.
在国家之中,事态便是如此发展的。然而我认为,统治者们在小额硬币上所做的勾当,亦不容我略而不谈。
τῶν γὰρ ἀργυραμοιβῶν πρότερον δέκα καὶ διακοσίους ὀβολοὺς, οὓς φόλλεις καλοῦσιν, ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων, αὐτοὶ ἐπιτεχνώμενοι κέρδη οἰκεῖα ὀγδοήκοντα καὶ ἑκατὸν μόνους ὑπὲρ τοῦ στατῆρος δίδοσθαι τοὺς ὀβολοὺς διετάξαντο.6 ταύτῃ δὲ νομίσματος ἑκάστου χρυσοῦ ἕκτην ἀπέτεμον μοῖραν πάντων ἀνθρώπων.
因为钱币兑换商先前通常按一枚金币付给交易者两百一十枚被称为“福利斯”的铜币,但〔统治者们〕为了谋取一己之私利,竟下令每枚金币仅兑换一百八十枚铜币。通过这种手段,他们从天下所有人手中将每一枚金币削减了六分之一。
- 25.2πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν
πορθμὼ 与 ἐστὸν 皆为双数形式(主格双数名词及 εἰμί 的第三人称双数现在时)。副词 ἑκατέρωθεν(“在两侧”)构建了并列对比拜占庭两侧两条海峡(赫勒斯滂与博斯普鲁斯)的句式骨架。
- 25.3οἷς ἐπίκειται ἡ τιμὴ αὕτη
关系代词 οἷς 为与格,受动词 ἐπίκειται 支配,意为“被赋予……职责/权限”。其先行词为 τῶν ἀνδρῶν,指负责签发通行证的高官。
- 25.3διερευνώμενος μὲν... πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος
修饰 ἄρχων 的两个现在分词 διερευνώμενος 与 πραττόμενος 由 μέν...δέ 构成对称并列。动词 πράσσω 在此作接双宾格(人与金额)用法,分别接宾格 τοὺς τῶν πλοίων κυρίους(船主)与 τέλος(税金)。
- 25.4ὧνπερ οὐ θέμις ἐκ Ῥωμαίων τῆς γῆς ἐς τοὺς πολεμίους κομίζεσθαι
ὧνπερ 为属格,依附于前文的不定代词 τι(见 ἤν τι... κομίζοιτο),属部分属格。非人称短语 θέμις [ἐστί] 支配不定式 κομίζεσθαι,整句意为“(那些物品中)按律严禁自罗马土地运往敌境者”。
- 25.10τοῖς τε ἐμπόροις περιειστήκει ταύτην σφίσιν αὐτοῖς τὴν ζημίαν πρὸς τῶν τὰ φορτία ὠνουμένων ἰάσασθαι
过去完成时动词 περιειστήκει 作非人称用法,统辖与格 τοῖς ἐμπόροις 与不定式 ἰάσασθαι,意为“事态沦为商人不得不去弥补(ἰάσασθαι)这一损失”。介词短语 πρὸς τῶν... 指明补救来源(“从货物买家身上”)。
- 25.12τῶν γὰρ ἀργυραμοιβῶν πρότερον... εἰωθότων, αὐτοὶ... διετάξαντο
前置的属格独立结构 τῶν γὰρ ἀργυραμοιβῶν πρότερον... εἰωθότων 说明以往的兑换常态,与主句的主语 αὐτοί(统治者们)及谓语动词 διετάξαντο(下令规定)形成鲜明对照,交代官方强制改变兑换比率。
