- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:24.14-24.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯详述了查士丁尼废除边防军导致边疆防务崩塌,通过勒索近卫军与侍卫官、停发长达三十二年的五年期赏金,以及剥夺文武官吏年金待遇而使全境陷入贫困的行径。
τὸ λοιπὸν τὰ μὲν ὅρια τῆς Ῥωμαίων ἀρχῆς φυλακτηρίων ἐκτὸς ἔμεινεν, οἱ δὲ στρατιῶται ἐξαπιναίως ἔβλεπον εἰς τῶν εὐσεβεῖν εἰωθότων τὰς χεῖρας.
其结果是,罗马帝国的疆界失去了戍卫部队,而士兵们顿时只能指望虔敬之人的施舍之手。
Ἕτεροι στρατιῶται οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι τὰ ἐξ ἀρχῆς ἐπὶ φυλακῇ τοῦ Παλατίου κατέστησαν, οὕσπερ σχολαρίους καλοῦσι.
另有士兵,其人数不少于三千五百人,最初是为守卫皇宫而设立的,他们被称为侍从军。
καὶ αὐτοῖς συντάξεις ἀνέκαθεν πλείους ἢ τοῖς ἄλλοις ἅπασι τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε. τούτους οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἐξ Ἀρμενίων ἐς ταύτην δὴ τὴν τιμὴν ἦγον.
自古以来,国库通常向他们发放比其他所有人更多的军饷。早先的历代皇帝从亚美尼亚人中择优选拔他们,将他们提升至这一崇高职位。
ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο καὶ ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι τούτου δὴ τοῦ ὀνόματος ἐπιβατεύειν.
然而自芝诺执政以来,任何人,哪怕完全懦弱且不习征战,皆可僭取这一名衔。
προϊόντος δὲ τοῦ χρόνου καὶ ἀνδράποδα κατατιθέντες τίμημα τὴν στρατείαν ὠνοῦντο ταύτην. ἡνίκα τοίνυν Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, οὗτος Ἰουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο ταύτην, χρήματα μεγάλα περιβαλόμενος.
随着时间的推移,甚至奴隶只要缴纳价金也能买得这一军职。因此,当查士丁登基执政时,这位查士丁尼将许多人安插进这一荣誉之位,为自己敛聚了巨额资财。
ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν ᾔσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ ὑπεραρίθμους ἐκάλουν.
然而,当他察觉到这些名册已无任何缺额时,他又向其中塞进了大约两千人,这些人被称为编外人员。
ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους δὴ τοὺς ὑπεραρίθμους ἀπεσείσατο αὐτίκα μάλα, τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποδοὺς σφίσιν.
及至他自己登上皇位,他立即将这些编外人员一举黜退,却没有返还给他们一文钱。
Ἐς μέντοι τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢ Ἰταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη,1 καὶ αὐτοῖς ὡς ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ τοῦτο ἵνα μὴ γένηται δείσαντες χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν.2 ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνηνέχθη παθεῖν.
然而,对于那些属于侍从军正额之内的士兵,他策划了如下伎俩。每当预期将有军队发往利比亚、意大利或攻打波斯时,他便命令他们也收拾行装,仿佛将一同出征一般,尽管他心知肚明他们最不适合从军征战;而他们生怕此事成真,便向他放弃了特定期限的薪饷。侍从军屡屡遭逢这种不幸。
καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου καλουμένου εἶχεν ἀρχὴν, ἀεὶ καθ’ ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε.
在彼得担任所谓的军政长官的整个时期内,他也以不可言说的克扣侵吞每日折磨着他们。
πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδὼς, κλεπτίστατος δὲ ἀνθρώπων ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸν Ἀμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς εἰργασμένου.
因为他为人固然和善且极少行凌辱之举,却是全天下最贪婪行窃之人,满身尽是卑劣的污垢。正是这位彼得,我在前文的叙述中曾提及他是谋害狄奥多里克之女阿玛拉逊莎的凶手。
Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ τῆς στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται3 καὶ ἀνέκαθεν ἀμελέτητοί εἰσι πολεμίων ἔργων.
在皇宫中还有其他人,其品位远为尊崇,因为国库向他们发放的俸禄更多,他们为换取这从军的名衔所缴纳的金钱亦更巨;这些人被称为侍卫官和亲卫兵,他们自古以来就不谙征战之事。
τάξεως γὰρ καὶ προσώπου ἕνεκα μόνον ἐν Παλατίῳ εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ ἐπί τε Γαλατίας ἐκ παλαιοῦ καὶ χωρίων ἑτέρων ἵδρυνται.
因为他们通常仅为虚荣和排场而被录入皇宫名册。他们之中有的人驻留在拜占庭,有的人则自古以来安置在加拉太及其他地方。
ἀλλὰ καὶ τούτους Ἰουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν προσηκουσῶν σφίσι συντάξεων.
然而查士丁尼亦用前述的方式始终恫吓他们,强迫他们放弃自己应得的俸饷。
ἐν κεφαλαίῳ δὲ τοῦτο εἰρήσεται. νόμος ἦν ἀνὰ πενταετηρίδα ἑκάστην τὸν βασιλέα τῶν στρατιωτῶν ἕκαστον δωρεῖσθαι χρυσίῳ τακτῷ.
概而言之,这便应当说明:按法律规定,每届满五年,皇帝须向每位士兵赐予固定数额的黄金。
πέμποντες δὲ ἀνὰ πεντάετες4 πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς παρείχοντο στατῆρας χρυσοῦς στρατιώτῃ ἑκάστῳ πέντε.
他们每隔五年派员前往罗马帝国各地,发给每名士兵五枚金币。
καὶ τοῦτο οὐχ οἷόν τε ἦν μὴ πράσσεσθαι ἀεὶ μηχανῇ πάσῃ. ἐξ ὅτου δὲ ἀνὴρ ὅδε διῳκήσατο τὴν πολιτείαν, τοιοῦτο οὐδὲν οὔτε διεπράξατο οὔτε ἐμέλλησε, καίπερ χρόνου δύο καὶ τριάκοντα ἐνιαυτῶν τριβέντος ἤδη, ὥστε καὶ λήθην τοῦ ἔργου τούτου τοῖς ἀνθρώποις γενέσθαι τινά.
这件事按理无论如何都绝不可能废止。然而自从这人掌理国政以来,尽管三十二个年头已经消逝,他却既未施行亦未曾打算施行这等事,以至于人们甚至对这种惯例产生了一种遗忘。
Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς καταλόγοις ἀρχὴν ἔσχατοι, προϊόντος δὲ τοῦ χρόνου ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἢ ὑπεξιόντων τὴν χώραν τάξεως ἕκαστοι τῆς κατ’ αὐτοὺς ἐς τόδε χωροῦσιν,5 ἕως ἄν τις βαθμοῦ ἐπιβεβηκὼς τοῦ πρώτου ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας.
我还将进而陈述另一种掠夺臣民的方式。那些在拜占庭侍奉皇帝和各级官吏之人,无论是武装随从、处理文书、抑或担任其他任何差役,起初在名册中皆列于最末,但随着时光推移,他们不断递补进亡故或离任者的位置,各自按其序列晋升,直至有人登上首席之位,达到这职分的顶峰。
καὶ τοῖς ἐς τοῦτο ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ αὐτούς τε γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ πλεῖστον τῆς ἔνθεν ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα ἐπὶ μέγα εὐπορίας ἀεὶ ταύτῃ ἐχώρει.
对于达到这一尊位之人,自古便规定了极丰厚的款项,以至于每年为他们筹集的黄金超过一百肯特那利翁,其结果是他们自己在晚年得到赡养,许多其他人亦从他们那里最大程度地分享由此带来的益处,国家的事务亦由此始终走向巨大的繁荣。
ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι ἁπάντων, αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει, οἷς τι καὶ πρότερον ὠφελείας μετῆν.
然而这位皇帝几乎剥夺了他们的这一切,给他们自己和他人带来了灾难。因为贫困首先袭向他们,继而蔓延至此前分享其益处的其他人。
καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτοὺς ἀποστερεῖσθαι ξυνέπεσε.
倘若有人计算这三十二年间由此带给他们的损失,便会发现他们所被剥夺的财富规模是何等巨大。
- 24.21ἐπίδοξον εἴη
由 ἡνίκα 引导的表示重复发生的时间从句中使用祈愿语气,并统领由 ὡς σταλήσεται(将来时直陈语气)构成的从句,表示“预期……将被派遣”。谓语形容词 ἐπίδοξος 常接将来时不定式或 ὡς 引导的将来时直陈从句表示预期。
- 24.21χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν
短语 χρόνου... ῥητοῦ 为表示时间范围的属格(“在一定期限内”)。附着语代词 οἱ 为第三人称单数与格,在此作利益或受害与格指代查士丁尼(“向他放弃其薪饷”)。
- 24.24οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται
关系代词 οἵ 的先行词为主句中的 ἕτεροι。被动语态动词 ἐπικαλοῦνται 统领主格表语 δομέστικοί τε καὶ προτίκτωρες,意为“他们被称为侍卫官和亲卫兵”。
- 24.28πέμποντες δὲ ἀνὰ πεντάετες
主格分词 πέμποντες 与主动词 παρείχοντο 未明确表达的主语(历代君主或中央官署)保持一致,其宾语(使节或官员)在上下文中承前省略,构成伴随或方式分词(“每隔五年派遣[官员],发放……”)。
- 24.30τάξεως ἕκαστοι τῆς κατ’ αὐτοὺς ἐς τόδε χωροῦσιν
短语 τάξεως... τῆς κατ’ αὐτούς 是修饰 ἐς τόδε 的属格短语,指“各自所属序列的品阶”,与后文的 ἕως 从句(“直到有人登上首席”)相呼应,用以描绘逐级晋升的过程。
