- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:24.1-24.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节揭露查士丁尼利用稽核官操纵军籍、扣留并侵吞军饷、以各类罚款与勒索削弱军力并导致意大利战局崩溃,进而通过欠薪与撤编瓦解边防军的行径。
Οὐ μὴν οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς πονηροτάτους ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς κείσεται.1
此外,对于他对士兵们所做的事情,亦不可付诸沉默。他在他们之上设立了全天下最邪恶之人,命令他们尽可能从中搜刮钱财,因为他们深知,所获财物的十二分之一将归自己所有。
ὄνομα δὲ λογοθέτας αὐτοῖς ἔθετο. οἱ δὲ ἀνὰ πᾶν ἔτος ἐπενόουν τάδε. τὰς στρατιωτικὰς συντάξεις οὐχ ὁμοίως νόμος χορηγεῖσθαι ἐφεξῆς ἅπασιν, ἀλλὰ νέοις μὲν ἔτι αὐτοῖς οὖσι καὶ στρατευσαμένοις ἀρτίως ἐλάσσων ὁ πόρος, πεπονηκόσι δὲ καὶ μέσοις που ἤδη καταλόγου γεγενημένοις ἐπὶ μεῖζον χωρεῖ.
他给这些人冠以“稽核官”的头衔。而这些人每年都策划出如下伎俩。按法律规定,军饷并非按次序均等地发给所有人,而是对尚且年轻、刚入伍不久者补贴较少,对于历经劳苦、军籍名册已升至中阶者则数额递增。
γεγηρακόσι μέντοι καὶ μέλλουσι τῆς στρατείας ἀφίεσθαι πολλῷ ἔτι κομπωδεστέρα ἡ σύνταξις, ὅπως αὐτοί τε τὸ λοιπὸν ἰδίᾳ βιοῦντες ἐς τὸ ἀποζῆν διαρκῶς ἔχοιεν, καὶ ἐπειδὰν αὐτοῖς ξυμμετρήσασθαι τὸν βίον ξυμβαίη, παραψυχήν τινα τῶν οἰκείων ἀπολιπεῖν τοῖς κατὰ τὴν οἰκίαν δυνατοὶ εἶεν. ὁ τοίνυν χρόνος τῶν στρατιωτῶν τοὺς καταδεεστέρους ἐς τῶν τετελευτηκότων ἢ τῆς στρατείας ἀφειμένων τοὺς βαθμοὺς ἀεὶ ἀναβιβάζων πρυτανεύει κατὰ πρεσβεῖα τὰς ἐκ τοῦ δημοσίου συντάξεις ἑκάστῳ.
至于年迈而即将退役之人,军饷则更为优厚,以便他们此后在私人生活中拥有充足的自给资财,且在寿数终了之时,能够给家中之人留下些许遗产作为抚慰。因此,随着时间的推移,下阶士兵不断晋升至亡故者或退役者的品阶,国库发放的薪饷便依照资历依次核拨给每人。
ἀλλ’ οἱ λογοθέται καλούμενοι οὐκ εἴων ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ τῶν τετελευτηκότων ὀνόματα, καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ τοὺς πολέμους συχνοὺς γινομένους, τῶν πλείστων. οὐ μὴν οὐδὲ τοὺς καταλόγους ἔτι ἐπλήρουν, καὶ ταῦτα χρόνου συχνοῦ.
然而所谓的稽核官们却不许将亡故者的姓名从军籍名册中勾除,尽管尤其是在频繁发生的战争中,大部分人一同丧生。不仅如此,他们也不再补充名册中的缺额,且这种情况持续了很长时间。
καὶ ἀπ’ αὐτοῦ περιειστήκει τῇ μὲν πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων διωθουμένοις ἐπὶ μοίρας παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ κατὰ τὴν προσήκουσαν κομίζεσθαι τάξιν, τοῖς δὲ λογοθέταις διαλαγχάνειν2 Ἰουστινιανῷ τῶν στρατιωτικῶν χρημάτων πάντα τοῦτον τὸν χρόνον.
由此导致的结果是:于国家而言,服役士兵的人数始终不足;于幸存的士兵而言,受早已亡故之人的阻碍而无法晋升,被迫滞留在与自身功劳不相符的低级序列,领取的军饷亦低于其应得的等级;于稽核官而言,则在整个时期内与查士丁尼瓜分这些军费。
Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον, ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος τὸ παράπαν τινὶ γενναίῳ γενέσθαι, τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο,3 καίπερ ἀμφὶ τούτῳ γράμματα βασιλέως ἐνδεικνυμένοις, ἅπερ οἱ λογοθέται διαβάλλειν οὐδεμιᾷ ὀκνήσει ἐτόλμων· ἄλλοις δὲ, ὅτι δὴ τῶν ἑταίρων ἡμέρας σφίσιν ἀπολελεῖφθαί τινας ξυμβαίη.
此外,他们还以许多其他名目的罚款折磨士兵,仿佛是在以此酬答他们在战火中所冒的危险:指责有些人是希腊人,仿佛希腊出身者绝不可能英勇一般;又指责有些人未经皇帝诏命而服役,哪怕士兵出示了关于此事的皇帝敕书,稽核官们也毫无顾忌地诬指敕书为伪造;对另一些人,则指控他们曾离开同袍若干日。
ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴν Ῥωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιποὺς, ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται, χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυμεῖσθαι ξυνέβη.
后来,皇宫卫士中的某些人被派遣至罗马帝国全境,表面上以查验名册中最不适宜从军者为名,竟胆敢以毫无用处或年老为由剥夺其中一些人的军带,这些人此后在集市的公众场所向虔敬之人乞求口粮,成为所有目击者泪水与哀叹的源头;而对于其余的人,为了使他们〔其余士兵〕也不致遭受同样的厄运,〔卫士们〕则勒索巨款,以至于士兵们在诸多手段下被彻底击垮,变得极度贫困,全然没有征战之心。
ὅθεν Ῥωμαίοις καὶ τὰ ἐν Ἰταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴ Ἀλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲ Ἰταλοὺς χρήματα ἔπραττε, τῶν ἐς Θευδέριχον καὶ Γότθους πεπολιτευμένων ἀμύνεσθαι φάσκων.
由此,罗马人在意大利的局势也随之土崩瓦解。被派往该处的稽核官亚历山大毫无顾忌地敢于对士兵施加这些构陷,同时又向意大利人勒索金钱,声称这是要惩罚他们对待狄奥多里克与哥特人的政治行为。
οὐ μόνοι δὲ οἱ στρατιῶται πενίᾳ τε καὶ ἀπορίᾳ πρὸς τῶν λογοθετῶν ἐπιέζοντο, ἀλλὰ καὶ οἱ πᾶσιν ὑπηρετοῦντες τοῖς στρατηγοῖς παμπληθεῖς τε καὶ δόξῃ μεγάλοι τὰ πρότερα ὄντες, λιμῷ καὶ πενίᾳ δεινῇ ἤχθοντο.
不仅士兵们被稽核官逼入贫困与绝境,就连侍奉所有将领的随从们——他们此前人数众多且声望极高——也备受饥馑与赤贫的折磨。
οὐ γὰρ εἶχον ὅθεν τὰ εἰωθότα σφίσι πορίσονται.
因为他们失去了筹措日常应得给养的来源。
Προσθήσω δέ τι τούτοις καὶ ἕτερον, ἐπεί με ὁ τῶν στρατιωτῶν λόγος ἐς τοῦτο ἄγει. οἱ Ῥωμαίων βεβασιλευκότες ἐν τοῖς ἄνω χρόνοις πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς, κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν ταύτῃ τὰς ἐφόδους Περσῶν τε καὶ Σαρακηνῶν ἀναστέλλοντες, οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς ὁ βασιλεὺς κατ’ ἀρχὰς μὲν οὕτω δὴ παρέργως τε καὶ φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι,4 καὶ ἐπειδὰν Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ.
既然士兵之论将我引向此处,我还要补充另一事。早先统治罗马人的历代君主,在国家的所有边陲配置了极多的兵员,以驻守罗马帝国的疆界,尤以东方为甚,借此阻遏波斯人与萨拉森人的进犯,这些人被称为边防军。对他们,皇帝查士丁尼起初极为轻慢忽视,以至于负责核发军饷者竟拖欠达四五年之久;而当罗马人与波斯人达成和约之时,这些可怜之人被迫打着同样坐享和平福泽的幌子,将一定时期内积欠他们的薪饷捐献给国库;及至后来,他竟毫无正当理由地剥夺了他们从军的资格与名分。
- 24.1εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς κείσεται
宾格分词 εἰδότας 在语法上与主动词 κελεύσας 的宾语代词 σφᾶς(指代稽核官)保持一致,构成说明主词动作伴随状态或动机的从属结构,意为“(命令他们搜刮,)而他们深知……”。
- 24.6περιειστήκει τῇ μὲν πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων διωθουμένοις ἐπὶ μοίρας παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ κατὰ τὴν προσήκουσαν κομίζεσθαι τάξιν, τοῖς δὲ λογοθέταις διαλαγχάνειν
过去完成时动词 περιειστήκει 用作非人称或表示结局(“事情落得如此地步……”),统领一系列并列的“宾格加不定词”结构。三个与格(τῇ μὲν πολιτείᾳ、τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι、τοῖς δὲ λογοθέταις)分别指示受影响的主体,与四个不定词(εἶναι、ἀπολελεῖφθαι、κομίζεσθαι、διαλαγχάνειν)构成层次分明的对比排比句式。
- 24.7ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν ... τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο
动词分词 ἐπικαλοῦντες 支配被指控对象的与格(τοῖς μὲν ... τοῖς δὲ),并通过引导间接引语的 ὡς 从句(从属谓语采用斜法希求式 εἶεν 与 στρατεύοιντο)转述控罪内容。在后一分句中,ἐπιτεταγμένον 为非人称的独立宾格(accusative absolute),表背景或让步(“尽管并未奉皇帝诏命”)。
- 24.13τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι
由 ὥστε 引导的结果从句中的“宾格加不定词”结构。不定词 εἶναι 的主语为 τοὺς χορηγούς(军饷发放官),表语形容词 ὑπερημέρους(逾期的、拖欠的)支配时间属格 τεσσάρων ἢ πέντε ... ἐνιαυτῶν 及范围属格 τῶν συντάξεων,意为发放官员在发放军饷上拖欠达四至五年之久。
