- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:22.26-22.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉因沉迷巫术而极力庇护彼得,并操纵昏庸易受摆布的查士丁尼罢免善良的约翰,复立彼得为国库总管。彼得克扣年金并贬值金币以搜刮民财,随后作者转向记述其对各地土地所有者的残酷剥削。
καίτοι καὶ ταῦτα ἡ βασιλὶς ἀκούσασα οὐ μεθῆκε τὴν ἐς τὸν ἄνθρωπον εὔνοιαν, ἀλλὰ μᾶλλον ἔτι διὰ ταῦτα περιστέλλειν τε καὶ ἀγαπᾶν ἔγνω.
然而,皇后即便是听闻了这些事,也未曾放弃对此人的偏爱,反倒因此更加决意要庇护并宠待他。
μάγοις τε γὰρ καὶ φαρμακεῦσι καὶ αὐτὴ ὁμιλήσασα ἐκ παιδὸς ἅτε τῶν ἐπιτηδευμάτων αὐτὴν ἐς τοῦτο ἀγόντων διεβίω πιστεύουσά τε τῷ πράγματι τούτῳ καὶ αὐτῷ τὸ θαρσεῖν ἐς ἀεὶ ἔχουσα.
因为她自己也是自幼便与术士巫医往来,既然其行当引她走上此途,她便终生笃信此事,并始终对其深信不疑。
λέγεται δὲ καὶ τὸν Ἰουστινιανὸν οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ τῶν δαιμονίων ἀνάγκῃ.1
据说,她使查士丁尼变得驯服,倒与其说是借由奉承谄媚,不如说是仰赖鬼怪魔力的强加拘束。
οὐ γάρ τις ἦν εὔφρων ἢ δίκαιος ὅδε ἀνὴρ ἢ ἐς τὸ ἀγαθὸν βέβαιος, ὥστε κρείσσων ποτὲ τῆς τοιαύτης ἐπιβουλῆς εἶναι, ἀλλὰ φόνων μὲν καὶ χρημάτων ἔρωτος διαφανῶς ἥσσων, τοῖς δὲ αὐτὸν ἐξαπατῶσι καὶ κολακεύουσιν οὐ χαλεπῶς εἴκων.
因为此人既不明达亦非公义,亦不坚定于善道,以至于根本无法胜过这等图谋;相反,他显见地屈服于杀戮与财货之欲,极易向欺瞒与谄媚自己之人屈服让步。
ἔν τε πράξεσι ταῖς μάλιστά οἱ ἐσπουδασμέναις μετεβάλλετό τε οὐδενὶ λόγῳ καὶ κονιορτῷ ἐνδελεχέστατα ἐμφερὴς ἐγεγόνει.
即便在他最为热衷的事务上,他也毫无条理地反复无常,始终好似一阵尘土般变动不居。
ταῦτά τοι οὐδέ τις τῶν αὐτοῦ ξυγγενῶν ἢ ἄλλως γνωρίμων ἐλπίδα τινά ποτε ἀσφαλῆ ἐπ’ αὐτῷ ἔσχεν, ἀλλὰ μεταναστάσεις αὐτῷ ἐς ἀεὶ τῆς ἐς τὰ ἐπιτηδεύματα ἐγίνοντο γνώμης.
正因如此,他的亲属或其他相识之人,从未曾对他抱有任何可靠的指望,他对各项营生的主意总在不断反复迁易。
οὕτω τε καὶ τοῖς φαρμακεῦσιν, ὅπερ ἐρρήθη, εὐέφοδος ὢν καὶ τῇ Θεοδώρᾳ πόνῳ οὐδενὶ ὑποχείριος ἐγεγόνει, καὶ ἀπ’ αὐτοῦ μάλιστα ἡ βασιλὶς ἅτε σπουδαῖον τὰ τοιαῦτα τὸν Πέτρον ὄντα ὑπερηγάπα.
正如同前文所述,他既然易为术士所左右,便不费吹灰之力地受制于狄奥多拉;正因如此,皇后见彼得对此类伎俩热衷备至,便对他格外宠溺。
ἀρχῆς μὲν οὖν ἧς τὰ πρότερα εἶχε βασιλεὺς αὐτὸν παρέλυσε μόλις, Θεοδώρας δὲ ἐγκειμένης οὐ πολλῷ ὕστερον ἄρχοντα τῶν θησαυρῶν αὐτὸν κατεστήσατο, Ἰωάννην παραλύσας ταύτης δὴ τῆς τιμῆς, ὅσπερ αὐτὴν παρειληφὼς μησί που ὀλίγοις πρότερον ἔτυχεν.
皇帝起初虽勉强革除了他先前所掌的职位,但在狄奥多拉的百般纠缠之下,不久便任命他为国库总管,并将刚任此职数月之久的约翰革职。
ἦν δὲ οὗτος ἀνὴρ γένος μὲν Παλαιστῖνος, πρᾷος δὲ καὶ ἀγαθὸς ἄγαν, καὶ οὔτε πορίζεσθαι χρημάτων ἀδίκων πόρους εἰδὼς, οὔτε τῳ λυμηνάμενος πώποτε τῶν πάντων ἀνθρώπων.
这位约翰是巴勒斯坦人,为人极度温和善良,既不知如何聚敛不义之财,更从未害过普天下的任何一人。
ἀμέλει καὶ διαφερόντως ἠγάπων αὐτὸν ὁ λεὼς ἅπας. διά τοι τοῦτο Ἰουστινιανόν τε καὶ τὴν ὁμόζυγα οὐδαμῆ ἤρεσκεν, οἵπερ ἐπειδὴ τῶν σφίσιν ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν,2 ἰλιγγιῶντες καὶ δυσφορούμενοι ἐς τὰ μάλιστα πάσῃ μηχανῇ αὐτὸν ὅτι τάχιστα διωθεῖσθαι ἐν σπουδῇ ἐποιοῦντο.
所有百姓自然都格外爱戴他。然而正因如此,他根本不讨查士丁尼及其夫人的欢心;二人若见属下中竟出乎意料地有人品行高洁善良,便头晕目眩、厌恶至极,不惜用尽一切手段急于将其驱逐。
Οὕτω γοῦν καὶ τοῦτον τὸν Ἰωάννην ὁ Πέτρος ἐκδεξάμενος θησαυρῶν τε τῶν βασιλικῶν προὔστη καὶ ξυμφορῶν αὖθις μεγάλων αἰτιώτατος ἅπασι γέγονεν.
于是,彼得便如此同样接替了这位约翰,执掌了皇家财库,再次成了降临在所有人头上的天大灾祸的罪魁祸首。
ἀποτεμνόμενος γὰρ τῶν χρημάτων τὸ πλεῖστον μέρος, ἅπερ ἐν παραψυχῆς λόγῳ πολλοῖς χορηγεῖσθαι ἀνὰ πᾶν ἔτος πρὸς βασιλέως ἐκ παλαιοῦ διατέτακται, αὐτὸς μὲν τοῖς δημοσίοις οὐ δέον ἐπλούτει καὶ μοῖραν ἐνθένδε βασιλεῖ ἀνέφερεν.
因为依照自古以来的规制,皇帝本该每年向许多人发放慰勉金,但他却将其中大部分克扣截留,借着公款行不义之举大发横财,并从中抽取一部分进呈给皇帝。
οἱ δὲ τὰ χρήματα περιῃρημένοι ἐν πένθει μεγάλῳ περιεκάθηντο, ἐπεὶ καὶ τὸ χρυσοῦν νόμισμα οὐχ ᾗπερ εἰώθει ἐκφέρειν ἠξίου, ἀλλ’ ἔλασσον αὐτὸ καταστησάμενος, πρᾶγμα οὐδεπώποτε γεγονὸς πρότερον.
被剥夺了钱财的人们陷入巨大的悲痛之中,况且他甚至还不肯按常规发行金币,反而将其减损,这是以往从未发生过的事情。
Τὰ μὲν ἀμφὶ τοῖς ἄρχουσι βασιλεῖ ταύτῃ πη εἶχεν. ὅπως δὲ τοὺς τὰ χωρία κεκτημένους πανταχῆ διέφθειρεν ἐρῶν ἔρχομαι.
关于皇帝麾下各级长官的情形大略如此。接下来,我将陈述他是如何将各地的田产所有者们尽数摧毁的。
ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ τῶν ἀνθρώπων σημῆναι τὰ πάθη.3 πρώτους γὰρ οἱ ἄρχοντες οὗτοι τοὺς τῶν χωρίων κυρίους βιαζόμενοι ἐληΐζοντο, καὶ ὣς δὲ τἄλλα εἰρήσεται πάντα.
其实,我们方才提到了派往各城市的官吏,本已足以说明这些田产所有者的苦难;因为那些官吏正是率先用强力搜刮劫掠了这些田主,但无论如何,其余的情形我仍将尽数道来。
- 22.28οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ τῶν δαιμονίων ἀνάγκῃ
在关联比较结构 οὐ τοσοῦτον ... ὅσον(“与其说……不如说……”)中,两项平行的成分在句法上呈现出非对称的不规则搭配(variatio):前者为表示方式手段的分词 θωπεύουσα(“借由奉承”),后者为表示手段的与格短语 τῇ ... ἀνάγκῃ(“借由……的强迫”)。两者在语义上并列,皆充当使查士丁尼顺从的手段状语。
- 22.35ἐπειδὴ τῶν σφίσιν ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν
时间连词 ἐπειδή 后接希求式 ἴδοιεν,表示过去多次发生的习惯性动作(过去反复希求式,“每当他们看见……”),与主句的未完成过去时动词 ἐποιοῦντο 呼应。动词的直接宾语为不定代词 τινά,受形容词短语 καλόν τε καὶ ἀγαθόν 修饰,而前置的属格成分 τῶν σφίσιν ὑπουργούντων 则是依存于 τινά 的部分属格。
- 22.40ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ τῶν ἀνθρώπων σημῆναι τὰ πάθη
非人称动词 ἀπέχρη(未完成过去时,“本已足够”)统领作为主语的不定词 σημῆναι 和动作发出者的与格代词 ἡμῖν。不定过去分词 ἐπιμνησθεῖσιν 支配属格 ἀρχόντων,并在格位上与与格代词 ἡμῖν 一致,表示伴随或先行条件(“在提到了……之后”)。未完成过去时 ἀπέχρη 带有假想或与事实相反的潜台词(“本已足够,但仍要继续叙述”),与后文的 καὶ ὣς δὲ τἄλλα εἰρήσεται(“但无论如何其余诸事仍将被陈述”)形成对比。
