- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:22.13-22.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
彼得·巴尔西梅斯通过强卖劣谷与苛刻征购(强购粮)牟取暴利,激起百姓与军队的公愤。查士丁尼皇帝因其贪污巨款欲将其革职,但狄奥多拉因与其恶性相投及受其巫术蛊惑而力保彼得。
ἐξ οὗ γὰρ ὅδε ὁ τύραννος τὰ πράγματα διῳκήσατο, ἐν ἀρχῇ ἑκάστῃ τοὺς τοῖς ὑπηρετοῦσι προσήκοντας πόρους πὴ μὲν αὐτὸς, πὴ δὲ ὁ τὴν τιμὴν ἔχων προσεποιοῦντο1 οὐδενὶ λόγῳ, οἵ τε αὐτοῖς ἐπιτάττουσιν ὑπουργοῦντες πενόμενοι τὰ ἔσχατα πάντα τοῦτον τὸν χρόνον δουλοπρεπέστατα ὑπουργεῖν ἠναγκάζοντο.
因为自从这位暴君执政以来,在各个官署中,本属于属官的收入,有时是他自己,有时是任职官员,全无道理地予以侵吞,而服侍发号施令者的属员们则陷入极度的贫困,在这一整个时期被迫以极尽奴颜婢膝的方式供职。
Σίτου δὲ πολλοῦ κομιδῆ ἐς Βυζάντιον κεκομισμένου ἐσεσήπει μὲν ὁ πλεῖστος ἤδη, αὐτὸς δὲ τοῦτον πόλεσι ταῖς ἑῴαις ἐπέβαλλε κατὰ λόγον ἑκάστῃ, καίπερ οὐκ ἔχοντα ἐπιτηδείως ἐς βρῶσιν ἀνθρώπων, ἐπέβαλλέ τε, οὐχ ᾗπερ ἀποδίδοσθαι τὸν κάλλιστον σῖτον εἰώθει, ἀλλὰ καὶ πολλῷ ἀξιώτερον, ἦν τε τοῖς ὠνουμένοις ἐπάναγκες χρήματα μεγάλα προεμένοις ἐπὶ τιμήμασι φορτικωτάτοις, εἶτα τὸν σῖτον ἐς τὴν θάλασσαν ἢ ἔς τινα ὑδροχόην ἀπορριπτεῖν.
当时大批谷物被运往拜占庭,其中绝大部分早已腐烂,但他却将这些粮食分摊派给东方的各城市,尽管这些粮食已根本不适于人类食用;而且他派售的价格不仅并非通常售卖上等粮食的标准,反倒要昂贵得多,以至于购买者们在以极其沉重的代价付出一大笔金钱之后,不得不把粮食倒入大海或下水道中。
ἐπεὶ δὲ καὶ σίτου ἀκραιφνοῦς τε καὶ οὔπω σεσηπότος μέγα τι πλῆθος ἐνταῦθα ἀπέκειτο, καὶ τοῦτο πλείστων τῶν πόλεων ταῖς σίτου ὑποσπανιζούσαις ἀπεμπολεῖν ἔγνω.
由于那里还贮存着大量完好未腐的粮食,他便决定将这些粮食转售给大多数城市中那些缺粮的城市。
ταύτῃ γὰρ διπλάσια τὰ χρήματα ἐποίει ἅπερ τοῖς ὑποτελέσι τὸ δημόσιον ὑπὲρ τοῦδε τοῦ σίτου τὰ πρότερα ἐλελόγιστο.
借此手段,他所搜括的钱财相当于国库先前因这批粮食记在纳税人账上的两倍。
ἀλλ’ ἐπεὶ ἐς νέωτα οὐκέτι ὁμοίως ἡ τῶν καρπῶν φορὰ ἤκμαζεν, ἐνδεεστέρως μὲν ἢ κατὰ χρείαν ἐς Βυζάντιον ὁ σιταγωγὸς στόλος ἀφίκετο, Πέτρος δὲ τοῖς παροῦσι διαπορούμενος, ἐκ τῶν ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πρίασθαι μέγα τι χρῆμα σίτου ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν ἐς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη2 τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ αὐτοῦ κατατιθέναι.
然而到了次年,农产收获不再像以往那样丰饶,运粮船队抵达拜占庭的粮食少于实际需求,彼得面对眼前困境束手无策,便下令从比提尼亚、弗里吉亚和色雷斯等地区强购大批谷物。 于是当地居民不得不付出艰辛的劳力将这些货物运到海边,冒着危险运往拜占庭,名义上仅从他那里拿到微薄的补偿,而他们所承受的损失却大到如此地步,以至于只要有人准许他们将粮食白白进奉给公库并额外倒贴一份代价,他们便心满意足了。
τοῦτό ἐστι τὸ ἄχθος ὅπερ καλεῖν συνωνὴν νενομίκασιν. ἐπεὶ δὲ οὐδ’ ὣς σῖτος ἐν Βυζαντίῳ κατὰ τὴν χρείαν ἱκανὸς ἐγεγόνει, πολλοὶ τὸ πρᾶγμα ἐς βασιλέα διέβαλλον.
这就是人们习称为“强购粮”的沉重负担。但即使如此,拜占庭的粮食依然无法满足需求,许多人便向皇帝告发此事。
ἅμα δὲ καὶ οἱ στρατευόμενοι σχεδόν τι ἅπαντες ἅτε τὰς εἰωθυίας οὐ κεκομισμένοι ξυντάξεις, θορύβῳ τε ἀνὰ τὴν πόλιν καὶ ταραχῇ πολλῇ εἴχοντο.
与此同时,几乎所有服役的军士因未领到应得的军饷,在全城引发了骚动与巨大的动乱。
βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι, ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως λυμαίνεσθαι.
皇帝因而看似已对他怒不可遏,正欲将其革职,这既是因为上述各节,也是因为皇帝听闻他藏匿了一笔数额惊人的巨款,此款正是他从公库劫掠所得。而事实确系如此。但狄奥多拉不许丈夫〔这样做〕。在我看来,她异常宠幸巴尔西梅斯,乃是因其奸恶以及在残害属民方面的特殊本领。
αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν.
因为她本人便极尽残暴,全然充斥着非人道,并要求其侍奉者在性情上尽可能与她契合。
φασὶ δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου ἀκούσιον αὐτῷ εὐνοϊκῶς ἔχειν.
人们还说,她是被彼得施了魔法,才身不由己地对他偏爱有加。
περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει ὁ Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν προστατεῖν ἐκ τοῦ ἐμφανοῦς οὐδαμῆ ἀπηξίου.
因为这位巴尔西梅斯对巫蛊术士与妖异精怪极尽钻研之事,崇拜所谓的摩尼教徒,且绝不耻于公开庇护他们。
- 22.13πὴ μὲν αὐτὸς, πὴ δὲ ὁ τὴν τιμὴν ἔχων προσεποιοῦντο
虽然主语是两个单数成分(代词 αὐτός 与短语 ὁ τὴν τιμὴν ἔχων),由分配副词短语 πὴ μέν... πὴ δέ(“一方面……另一方面……”)并列,但谓语动词 προσεποιοῦντο 却采用了复数形式。这种语法现象属于根据意义一致(concordia ad sensum),动词与两者构成的复数概念取得了一致。
- 22.18ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη
在引导结果从句的 ὥστε 之后,不定式 ἀγαπᾶν(“甘心、满足于”)后接由 ἤν 与祈愿语气动词 ἐῴη 构成的条件从句作为其实质宾语。动词 ἀγαπάω 习惯上后接条件从句(εἰ/ἐάν/ἤν),用以表达“若能准许……便心满意足/谢天谢地”的惯用结构。
