← 普罗科皮乌斯

秘史

§23.1-23.12

拒绝豁免陈欠赋税与对灾地的严苛课征

本节揭露查士丁尼三十二年间从未依照惯例免除赋税余欠,导致百姓流亡并饱受诬告陷害,且在蛮族肆虐之后仅对沦陷城市给予一年的微薄免税,更在此后以强制征购等苛重赋役残酷盘剥田主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

Πρῶτον μὲν εἰθισμένον ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι1 πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι,2 συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο.

第一,自古以来的惯例是,凡执掌罗马帝国统治权者,不仅一次,而是屡次将拖欠的赋税余欠恩赐免除给所有臣民,以使那些贫困困顿、绝无办法偿还这些余欠的人不致持续窒息受压,亦不给企图讹诈那些全无欠税的纳税人的税吏提供借口;然而此人在长达三十二年的时间内,对臣民未曾施予任何此等恩惠。

§23.2

καὶ ἀπ’ αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ μηδενὶ ἔτι ἐπανιέναι.

因此,贫困者除了逃亡且永不再返之外别无他法。

§23.3

καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγκειμένης τῷ χωρίῳ φορᾶς.

诬告者则通过挥舞指控来折磨那些较为宽厚忠厚之人,声称他们自古以来缴纳的赋税一直低于田产所承担的税额标准。

§23.4

οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύνεσθαι φόροις.

因为这些可怜人所畏惧的,倒不单是这新收取的赋税,而是无缘无故地被如此长年累月的税赋所压垮。

§23.5

πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι ἀπηλλάσσοντο.

许多人索性将自己的财产让与诬告者或充归国库,以此脱身而去。

§23.6

ἔπειτα δὲ Μήδων μὲν καὶ Σαρακηνῶν τῆς Ἀσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων χώραν ἑκάστην ταῖς καθ’ ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων3 ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς ἁλούσαις τῶν πόλεων μόνον.

其次,尽管米底人与萨拉森人劫掠了亚洲的大部分土地,匈人、斯拉夫人与安特斯人蹂躏了整个欧洲,将一些城市夷为平地,将另一些城市搜刮得毫厘不剩,并把百姓连同所有财物悉数掠为奴隶,每日的袭扰更使各处乡野荒无人烟,然而他却未曾免除普天下任何一人的赋税,仅对被攻陷的城市破例免除了仅仅一年。

§23.7

καίτοι εἰ καθάπερ Ἀναστάσιος βασιλεὺς ἑπτάετες ταῖς ἁλούσαις τὰ τέλη ἐπιχωρεῖν ἔγνω, οἶμαι ἂν οὐδ’ ὣς αὐτὸν πεποιῆσθαι τὰ δέοντα, ἐπεὶ Καβάδης μὲν ταῖς οἰκοδομίαις ὡς ἥκιστα λυμηνάμενος ἀπιὼν ᾤχετο, Χοσρόης δὲ ἅπαντα πυρπολήσας ἐς ἔδαφος καθεῖλε, μείζω τε προσετρίψατο τοῖς περιπεπτωκόσι τὰ πάθη.

然而,即便是他效法阿纳斯塔修斯皇帝,决意免除被攻陷城市七年的赋税,我认为他此举也仍旧未尽本分;因为喀瓦德撤走时几乎未曾毁坏建筑物,而霍斯劳却纵火焚尽一切并将其夷为平地,给蒙难之人施加了更为沉重的苦难。

§23.8

καὶ τούτοις μὲν τοῖς ἀνθρώποις οἷσπερ τὸ γελοιῶδες τοῦτο τοῦ φόρου ἀφῆκε καὶ τοῖς ἄλλοις ἅπασι, πολλάκις μὲν δεξαμένοις τὸν Μήδων στρατὸν, διηνεκὲς δὲ Οὔννων τε καὶ Σαρακηνῶν γῆν τὴν ἑῴαν ληϊσαμένων, οὐδὲν δὲ ἧσσον καὶ τῶν ἐπὶ τῆς Εὐρώπης βαρβάρων ταῦτα ἐργαζομένων ἀεὶ καὶ καθ’ ἑκάστην τοὺς ἐκείνῃ Ῥωμαίους, βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε βαρβάρων ἁπάντων.

不仅对这些获准享有此种可笑减免的人,而且对所有其他人而言——他们多次蒙受米底人军队的蹂躏,东方大地持续遭受匈人与萨拉森人的掳掠,欧洲的蛮族对那里的罗马人亦同样每日不绝地施加此类劫难——这位皇帝竟随即变得比所有蛮族更为残酷苛暴。

§23.9

συνωναῖς τε γὰρ καὶ ταῖς καλουμέναις ἐπιβολαῖς τε καὶ διαγραφαῖς οἱ τῶν χωρίων κύριοι τῶν πολεμίων ἀνακεχωρηκότων αὐτίκα μάλα ἡλίσκοντο.

因为敌人方一退去,田产的所有者们便立刻陷入了强制购销以及所谓的附加税与摊派之中。

§23.10

ὅ τι δὲ τὰ ὀνόματά ἐστί τε καὶ βούλεται ταῦτα, ἐγὼ δηλώσω.

至于这些名称是什么以及意味着什么,我将予以说明。

§23.11

Τοὺς τὰ χωρία κεκτημένους ἀναγκάζουσι τὸν Ῥωμαίων ἐκτρέφειν στρατὸν κατὰ τὸ μέτρον τῆς κειμένης ἑκάστῳ φορᾶς, τιμημάτων καταβαλλομένων οὐχ ᾗπερ ἐφίησιν ὁ παρὼν τῇ χρείᾳ καιρὸς, ἀλλ’ ᾗπερ ἔξεστι καὶ διώρισται, οὐ διερευνώμενοι δὲ, εἴπερ αὐτοῖς τὰ ἐπιτήδεια ἐν τῇ χώρᾳ ξυμβαίνει.

他们强迫田产拥有者按照每个人承担的既定赋税配额来供养罗马军队,给付的价款并非依照当时实需所允许的市价,而是依照官定的核准标准,却全然不察看他们当地是否确有这些物资。

§23.12

περιέστηκέ τε τοὺς δειλαίους τούτους ἀνάγκη τὰ μὲν ἐπιτήδεια στρατιώταις τε καὶ ἵπποις ἐσκομίζεσθαι, πάντα ὠνουμένους αὐτὰ τιμημάτων πολλῶν ἐς ἄγαν ἀξιωτέρων καὶ ταῦτα ἐκ χώρας, ἂν οὕτω τύχοι, μακράν που οὔσης ἐς τὸ χωρίον, οὗ δὴ τὸ στρατόπεδον ξυμβαίνει εἶναι, μετρεῖν τε τοῖς τῶν στρατιωτῶν χορηγοῖς, οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος,

这些可怜人不得不承受这样的强逼:他们必须为士兵和军马运送补给品,而且往往要以远高于实际价值的高价采买全部物资,并且若遇不巧,还要从遥远之地运往驻军碰巧所在的处所,再交付给军需官,其手段与普天下人类的通例大相径庭,

语法注3 条
  1. 23.1Πρῶτον μὲν εἰθισμένον ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα... δωρεῖσθαι

    句首分词 εἰθισμένον 为无人称独立宾格(accusative absolute),表示让步或背景(“尽管自古以来的惯例是……”)。它支配不定式复合结构 ἕκαστον... δωρεῖσθαι,与后文的主句 οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο... εἰργάσατο 形成强烈对比。

  2. 23.1τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι

    此句为带冠词属格表示目的的结构(τοῦ 引导的目的属格不定式),其后由 μήτε... μήτε... 并列连接两个不定式:ἀποπνίγεσθαι(其逻辑主语为宾格 τοὺς ἀπορουμένους... ἔχοντας)与 παρέχεσθαι(意为“给税吏提供借口”)。

  3. 23.6καὶ τούτοις μὲν τοῖς ἀνθρώποις... καὶ τοῖς ἄλλοις ἅπασι... βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε βαρβάρων ἁπάντων.

    该长句的骨干为 τούτοις μὲν τοῖς ἀνθρώποις... καὶ τοῖς ἄλλοις ἅπασι... βασιλεὺς οὗτος χαλεπώτερος... γέγονε,句首的与格成分从属于比较级形容词 χαλεπώτερος(意为“对这些人以及所有其他人而言更为苛暴”)。其间穿插了与格分词(δεξαμένοις)以及数个独立属格结构(ληϊσαμένων, ἐργαζομένων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:23.1-23.12