- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:22.1-22.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡帕多西亚的约翰倒台后,查士丁尼与狄奥多拉起用曾为钱币兑换商的恶徒彼得·巴尔西梅斯执掌要职,通过公开鬻官与残酷剥削,使腐败和横征暴敛蔓延至国家的一切官署。
Ἡνίκα δὲ βασιλεύς τε καὶ Θεοδώρα τὸν Καππαδόκην Ἰωάννην ἀνεῖλον, ἀντικαθιστάναι μὲν ἐς τιμὴν τὴν αὐτοῦ ἤθελον, ἄνδρα δέ τινα πονηρότερον εὑρεῖν ἐπὶ κοινῆς ἐν σπουδῇ ἐποιοῦντο, περισκοπούμενοί τε τὸ τοιοῦτο τῆς τυραννίδος ὄργανον καὶ πάσας διερευνῶντες τὰς τῶν ἀνθρώπων γνώμας, ὅπως ἔτι θᾶσσον τοὺς ὑπηκόους ἀπολεῖν δύνωνται.
当皇帝与狄奥多拉罢免了卡帕多西亚的约翰时,他们本想物色一人填补其要职,二人便同心竭力搜寻一个更加邪恶的人;他们到处察看这等合用的专制工具,审察所有人的心术,以便能更加迅速地消灭属民。
ἐν μὲν οὖν τῷ παραυτίκα Θεόδοτον ἀντ’ αὐτοῦ ἐπὶ τῆς ἀρχῆς κατεστήσαντο, ἄνδρα οὐ καλοήθη μὲν, οὐ σφόδρα δὲ ἀρέσκειν αὐτοῖς ἱκανὸν γεγονότα.
当时,他们便暂且任命狄奥多图斯接替此职,此人虽非善类,却未能使他们极为满意。
ὕστερον δὲ ἅπαν διερευνώμενοι περιήρχοντο. εὗρον δὲ παρὰ δόξαν ἀργυραμοιβόν τινα Πέτρον ὀνόματι, Σύρον γένος, ὅνπερ ἐπίκλησιν Βαρσύμην ἐκάλουν· ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει ἐκκρούων.
随后,他们又四处明察暗访。出乎意料的是,他们物色到了一位名叫彼得的叙利亚裔钱币兑换商,人称其外号为巴尔西梅斯。此人长期坐在铜币兑换台前,从这种营生中牟取极其可耻的暴利,他极尽巧思盗取铜钱,总能凭着敏捷的手指动作坑骗顾客。
δεξιὸς γὰρ ἦν κλέψαι μὲν τὰ τῶν αὐτῷ περιπεπτωκότων ἀνέδην, ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ ἁμάρτημα τῷ τῆς γλώττης περικαλύψαι1 θράσει.
因为他极善于肆无忌惮地窃取落入其手之人的财物,而一旦败露,便能赌咒发誓,以舌尖的厚颜来掩盖双手的过失。
ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατιώταις καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας2 ἐλήλακεν ὥστε Θεοδώρᾳ ἀρέσκειν τε ἐν τοῖς μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῇ βουλημάτων ῥᾷστα ὑπουργεῖν τὰ ἀμήχανα.
在被列入近卫长官的属官之列后,他的乖戾妄为达到了这等极点,以至于深得狄奥多拉的欢心,最能轻而易举地协助促成她那些本难以得逞的不义意图。
διὸ δὴ Θεόδοτον μὲν, ὅνπερ μετὰ τὸν Καππαδόκην καταστησάμενοι ἔτυχον, τῆς τιμῆς αὐτίκα παρέλυσαν, Πέτρον δὲ ταύτῃ ἐπέστησαν, ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε γὰρ στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὔτε αἰσχυνθεὶς οὔτε δείσας πώποτε ὤφθη, ἀλλὰ καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προὔθηκεν, ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι, ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις ταῖς τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις ᾗ βούλοιντο χρήσασθαι.
因此,他们立刻将接替卡帕多西亚人任职的狄奥多图斯免职,而令彼得掌管此权。而彼得完全照着他们的心意办成了一切。在剥夺士兵的一切津贴时,从未见他感到羞愧或有所惧怕;相反,他比以往更公然地将官职公开拍卖,在使这些职位更加卑贱之后,将其出卖给那些毫不犹豫从事这种不洁交易之徒,明确准许买官者按其心愿任意处置受统治者的生命与财产。
αὐτῷ τε γὰρ εὐθὺς καὶ τῷ τῆς ἀρχῆς καταβεβληκότι τὸ τίμημα ἡ τοῦ συλᾶν τε καὶ ἄλλως ἁρπάζειν ἐξουσία ξυνέκειτο. καὶ προῄει μὲν ἐκ τοῦ κεφαλαίου τῆς πολιτείας ἡ τῶν βίων ὠνὴ, ἐπράττετό τε τὸ συμβόλαιον τῆς τῶν πόλεων διαφθορᾶς ἔν τε τῶν δικαστηρίων τοῖς προὔχουσι καὶ τῷ δημοσίῳ τῆς ἀγορᾶς περιήρχετο λῃστὴς ἔννομος, ὄνομα τῇ πράξει τιθεὶς τὴν συλλογὴν τῶν ἐπὶ τοῖς τιμήμασι τῆς ἀρχῆς καταβεβλημένων χρημάτων, οὐκ ἐχούσης τινὰ ἐλπίδα τῆς τῶν ἁμαρτανομένων ἐπιστροφῆς.3
因为无论是对他自己,还是对缴付了官职价金的人而言,掠夺与横征暴敛的特权当下便已订立。于是,对人命的交易公然从国家的中枢发端,毁灭各城邦的契约在各最高法庭中执行,一个合法的盗匪公然横行于市集广场之上,将这一行径冠以收回买官所耗金钱的美名,而纠正这些过恶的希望全然荡然无存。
καὶ πάντων δὲ τῶν τῇ ἀρχῇ ὑπηρετούντων, πολλῶν τε καὶ δοκίμων ὄντων, τοὺς πονηροτάτους ἀεὶ ἐς αὑτὸν εἷλκε.
而且供职于该官府者虽人数众多且声誉卓著,但在所有人之中,他总是将最卑劣之徒招引至自己麾下。
τοῦτο δὲ οὐκ αὐτὸς ἐξήμαρτε μόνος, ἀλλὰ καὶ ὅσοι ταύτην πρότερόν τε καὶ ὕστερον τὴν τιμὴν ἔσχον.
犯下这种罪过的不仅是他一人,凡在此前及此后担任此要职的人莫不如此。
Ἡμαρτάνετο δὲ τοιοῦτο κἀν τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ κἀν τοῖς Παλατίνοις, οἳ δὴ ἀμφί τε τοὺς θησαυροὺς καὶ τὰ πριβᾶτα καλούμενα τό τε πατριμώνιον ἐπιτελεῖν ἀεὶ τὴν ὑπουργίαν εἰώθασιν, ἐν πάσαις τε συλλήβδην εἰπεῖν ταῖς ἐν Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις τεταγμέναις ἀρχαῖς.
此类罪行亦同样发生在所谓官长管辖的官署、以及常例掌管金库、所谓私产与皇室产业的宫廷官吏之中,简而言之,发生在设立于拜占庭及其他各城的所有官署之中。
- 22.4δεξιὸς γὰρ ἦν κλέψαι μὲν... ὀμόσαι καὶ... περικαλύψαι
形容词 δεξιός(灵巧的、狡黠的)支配同位/限定性不定式 κλέψαι、ὀμόσαι 与 περικαλύψαι,用以说明其所擅长的具体行为能力。
- 22.5ἐς τοσοῦτον ἀτοπίας
指示代词中性宾格 ἐς τοσοῦτον(达到如此程度)支配部分性属格 ἀτοπίας(乖戾、荒谬之恶)。这是用以表示程度达到极点的希腊语标准惯用句式。
- 22.9οὐκ ἐχούσης τινὰ ἐλπίδα τῆς τῶν ἁμαρτανομένων ἐπιστροφῆς
属格独立结构,以 τῆς τῶν ἁμαρτανομένων ἐπιστροφῆς(对所犯过失的纠正/责罚)为主语,分词 οὐκ ἐχούσης 为谓语。名词 ἐπιστροφή 原义为“回顾、转变”,在此引申指对罪行的“纠正”、“纠举”或“改过”。
