← 普罗科皮乌斯

秘史

§21.17-21.29

践踏誓言法与领薪官吏之搜刮

记述查士丁尼践踏自立的反贪法令,公然鬻官并委任领薪官吏大肆搜刮,致使官吏之恶递增不止,并揭露皇帝纵容匈人劫掠却反而严惩自卫夺回亲产的本地农夫之暴政。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.17

μήτε λήψεσθαι. ἀράς τε πάσας ἐπέβαλεν, ὅσαι πρὸς τῶν παλαιοτάτων ὠνομασμέναι εἰσὶν, ἤν τις τῶν γεγραμμένων ἐκβαίη.

并且也不接受任何财物。他还规定,若有人违背所写下的条文,便要承受古人所列举的一切诅咒。

§21.18

ἀλλὰ τοῦ νόμου τεθέντος οὔπω ἐνιαυτὸν1 αὐτὸς μὲν τῶν γεγραμμένων καὶ κατηραμένων ὀλιγωρήσας, καὶ τῆς ὑπὲρ τούτων αἰσχύνης ἀδεέστερον τὰ τιμήματα τῶν ἀρχῶν οὐκ ἐν παραβύστῳ, ἀλλ’ ἐς τὸ δημόσιον τῆς ἀγορᾶς ἔπραττεν.

然而,此法颁布尚不足一年,皇帝本人便漠视了写下的条文与诅咒,更无惧于对此事的羞耻,不再暗中行事,而是公然在市集广场上索取官职的价金。

§21.19

οἱ δὲ τὰς ἀρχὰς ὠνημένοι διώμοτοι2 μᾶλλον ἢ πρότερον πάντα ἐσύλων.

而那些买下官职的人,尽管立下重誓,却比以往更加肆无忌惮地劫掠一切。

§21.20

Ὕστερον δὲ καὶ ἄλλο τι ἐπετεχνήσατο ἀκοῆς κρεῖσσον. τῶν ἀρχῶν, ἅσπερ ἀξιωτάτας ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ᾤετο εἶναι, οὐκέτι ἀπεμπολεῖν ἔγνω ᾗπερ τὰ πρότερα, μισθωτοὺς δὲ διερευνώμενος ἐχειροτόνει, τάξας αὐτοῖς ὅ τι δὴ μισθαρνοῦντας ἀποφέρειν αὐτῷ τὰ φώρια πάντα.3

后来,他又设计出另一套匪夷所思的手段。对于他认为在拜占庭以及其他城市中最具价值的官职,他决定不再像从前那样售卖,而是物色领取薪俸的人并任命他们,规定他们在领受定额薪俸的同时,须将全部赃物尽数上缴与他。

§21.21

οἱ δὲ τὴν μίσθωσιν κεκομισμένοι ἀδεέστερον ξυμφορήσαντες ἐκ πάσης γῆς ἅπαντα ἔφερον καὶ περιήρχετο μισθοφόρος ἐξουσία τῷ τῆς ἀρχῆς ὀνόματι καταληϊζομένη τοὺς ὑπηκόους.

这些人领取了薪俸,便毫无顾忌地从全境搜刮一切并尽数带走,一股受雇领薪的特权势力假借官职之名四处劫掠属民。

§21.22

οὕτως ὁ βασιλεὺς ἀκριβολογούμενος τὸν ἅπαντα χρόνον ἐκείνους ἐφίστη τοῖς πράγμασιν οἳ δὴ πάντων κατὰ τὸν ἀληθῆ λόγον μιαρώτατοι ἦσαν, ἀεί τε τὸ κακὸν τοῦτο ἰχνηλατῶν κατετύγχανεν. ἡνίκα οὖν ἀμέλει τοὺς πρώτους πονηροὺς ἐπὶ τῆς ἀρχῆς κατεστήσατο ἐς φῶς τε αὐτῶν ἡ τῆς δυνάμεως ἐξουσία τὴν κακοτροπίαν ἐξήνεγκεν, ἐθαυμάζομέν γε ὅπως δὴ κακότητα τοσαύτην ἀνθρώπου φύσις ἐχώρησεν.

皇帝就这样始终明察秋毫,委派那些按实情乃是全人类中最下流之徒掌管政务,并且总能精准地物色到这种恶类。因此,当他最初将邪恶之徒安置于官位、而权力的行使将他们的恶性暴露于光天化日之下时,我们确实惊叹人类的天性竟能容纳如此巨大的罪恶。

§21.24

ἐπεὶ δὲ αὐτοὺς οἱ χρόνῳ τῳ ἀρχὰς ἐκδεξάμενοι πολλῷ τῷ περιόντι παρελᾶν ἴσχυσαν, διηποροῦντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι ὅντινα τρόπον οἱ πρόσθεν πονηρότατοι δόξαντες τοσούτῳ παραλόγῳ ἅτε αὐτοὶ καλοὶ καὶ ἀγαθοὶ γεγονότες ἐν τοῖς σφετέροις ἐπιτηδεύμασι, πρὸς τῶν ἐπιγενομένων ἡσσήθησαν, αὖθίς τε οἱ τρίτοι τοὺς δευτέρους ὑπερηκόντισαν πονηρίᾳ τῇ πάσῃ, καὶ μετ̓ ἐκείνους ἕτεροι τοῖς τῶν ἐγκλημάτων καινοτομήμασιν ὄνομα χρηστὸν τοῖς φθάσασι προσετρίψαντο.

然而,当后来接任官职的人能以极大的悬殊超越他们时,人们彼此之间惊诧不已:先前被视为极恶之徒的人,仿佛他们自己在行事中倒成了仁人君子,竟然如此反常地被后继者击败;随之第三批人又在一切邪恶上超过了第二批人;继他们之后,另一些人又以罪行上的别出心裁,反倒使前人落得了个良好的名声。

§21.25

μηκυνομένου τε τοῦ κακοῦ πᾶσιν ἐκμεμαθηκέναι τῷ ἔργῳ ξυνέβη ὅτι δὴ τοῖς ἀνθρώποις ἐπ’ ἄπειρον μὲν ἡ πονηρία φύεσθαι εἴωθε, μαθήσει δὲ τῶν προγεγενημένων ἐκτρεφομένη καὶ τῇ τῆς παρρησίας ἐξουσίᾳ ἐς τὸ λυμαίνεσθαι τοῖς παραπίπτουσιν ἐξαγομένη ἐς τοσόνδε ἀεὶ ἐξικνεῖσθαι δοκεῖ ἐς ὅσον δύναται ἡ τῶν βλαπτομένων σταθμᾶσθαι δόξα.

随着这种祸患绵延日久,所有人都在实际经历中明白了一个道理:恶念在人心中向来是无限滋长的,当它受到前人行径的滋养,又在为所欲为地蹂躏落入其手之人的特权引导下,似乎总能膨胀到受害者心中所能推测的最大限度。

§21.26

Ῥωμαίοις μὲν οὖν τά γε ἀμφὶ τοῖς ἄρχουσι ταύτῃ πη εἶχε. Πολλάκις δὲ καὶ Οὔννων πολεμίων στρατῷ ἀνδραποδίσασί τε καὶ ληϊσαμένοις τὴν Ῥωμαίων ἀρχὴν οἱ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν στρατηγοὶ βεβουλευμένοι ἀναχωροῦσιν ἐπιθήσεσθαι4 ἀπεπήδησαν, ἐπεὶ βασιλέως Ἰουστινιανοῦ γράμματα εἶδον, ἀπεροῦντα σφίσι τὴν ἐς τοὺς βαρβάρους ἐπίθεσιν, ἀναγκαίων αὐτῶν ἐς ξυμμαχίαν Ῥωμαίοις ὄντων ἐπὶ Γότθους ἴσως ἢ ἐπὶ ἄλλους πολεμίων τινάς.

罗马人在官吏方面的处境大致便是如此。此外,当身为敌人的匈人率军奴役并洗劫罗马帝国时,色雷斯与伊利里库姆的将领们本已决意在敌人撤退时发起攻击,却屡次在见到查士丁尼皇帝的信函后退缩了;信中禁止他们攻击这些蛮族,理由是罗马人在对抗哥特人或其他敌人时或许需要他们作为盟友。

§21.27

καὶ ἀπ’ αὐτοῦ οἱ βάρβαροι οὗτοι ἐληΐζοντο μὲν ὡς πολέμιοι καὶ ἠνδραποδίζοντο τοὺς τῇδε Ῥωμαίους, ξὺν δὲ τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἅτε φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις ὄντες ἐπ’ οἴκου ἀπεκομίζοντο.

结果,这些蛮族虽像敌人一样洗劫并奴役当地的罗马人,却带着其余的战利品与俘虏,犹如罗马人的朋友和盟友一般启程回国。

§21.28

πολλάκις δὲ καὶ γεωργῶν τῶν ἐνταῦθά τινες, παίδων τε σφετέρων καὶ γυναικῶν πόθῳ ἐξηνδραποδισμένων ἠγμένοι, ἀθρόοι τε γεγενημένοι ἀναχωροῦσι πολλοὺς ἐτύγχανον κτείναντες, καὶ αὐτῶν τοὺς ἵππους ἴσχυσαν ξὺν πάσῃ ἀφελέσθαι τῇ λείᾳ, πραγμάτων μέντοι ἐς πεῖραν ἦλθον ἐνθένδε δυσκόλων.

当地的某些农夫因思念被掳为奴的妻儿,常常聚集成群,在敌人撤退时碰巧杀死了其中许多人,并得以夺走他们的马匹以及全部战利品;然而,他们由此却招致了极为艰难的厄运。

§21.29

ἐκ Βυζαντίου γάρ τινες ἐσταλμένοι αἰκίζεσθαί τε αὐτῶν καὶ λωβᾶσθαι τὰ σώματα καὶ χρήμασι ζημιοῦν οὐδεμιᾷ ὀκνήσει ἠξίουν, ἕως τοὺς ἵππους ἅπαντας δοῖεν οὕσπερ τοὺς βαρβάρους ἀφείλοντο.

因为从拜占庭派遣而来的人毫无顾忌地对他们施以酷刑、残害其肢体并课以罚款,直到他们交出从蛮族手中夺走的所有马匹为止。

语法注4 条
  1. 21.18τοῦ νόμου τεθέντος οὔπω ἐνιαυτὸν

    独立属格结构(τοῦ νόμου τεθέντος)与表示时间跨度的宾格(οὔπω ἐνιαυτὸν)相结合,意为“在该法律颁布尚不足一年之时”。宾格与否定副词 οὔπω 连用,表示自被动分词所指示的时间起点以来的经过时间。

  2. 21.19διώμοτοι

    与主语 οἱ τὰς ἀρχὰς ὠνημένοι(买官者)同格一致的形容词,意为“起过重誓的”。此处指代上一节末尾提到的反贪誓言,在语境中带有让步意味(“尽管立下重誓”)。

  3. 21.20τάξας αὐτοῖς ὅ τι δὴ μισθαρνοῦντας ἀποφέρειν αὐτῷ τὰ φώρια πάντα

    分词 τάξας(规定/命令)支配与格 αὐτοῖς(向他们),并引导不定式补足语 ἀποφέρειν(上缴)。分词 μισθαρνοῦντας(作为报酬领取)用作不定式从句的主语而取宾格,关系代词 ὅ τι δὴ(无论多少[报酬])为其宾语。

  4. 21.26Οὔννων πολεμίων στρατῷ ἀνδραποδίσασί τε καὶ ληϊσαμένοις ... ἀναχωροῦσιν ἐπιθήσεσθαι

    与格分词短语 Οὔννων ... ληϊσαμένοις(当身为敌人的匈人率军奴役并劫掠之时)与 ἀναχωροῦσιν(向撤退的他们)均为不定式 ἐπιθήσεσθαι(进攻)所支配的与格补足语。该句形成了跨越主语 οἱ στρατηγοί 与分词 βεβουλευμένοι 的大幅度倒装隔置(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:21.17-21.29