- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:21.1-21.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼巧立“空税”名目聚敛钱财,并将官职出卖给恶徒以纵容其掠夺地方,待其暴富后再罗织罪名抄没其全家财产。
Ταῦτα μὲν οὖν τῇδε βασιλεῖ τῷδε εἶχε. πρὸς δὲ τοῦ τῶν πραιτωρίων ἐπάρχου ἀνὰ πᾶν ἔτος πλέον ἢ τριάκοντα κεντηνάρια πρὸς τοῖς δημοσίοις ἐπράσσετο φόροις.
对于这位皇帝来说,情况便是如此。而且每年从近卫总长那里,除常规国税之外,还要额外征收三十多肯特纳里昂。
οἷς δὴ ὄνομα τὸ ἀερικὸν ἐπιτέθεικεν, ἐκεῖνο, οἶμαι, παραδηλῶν, ὅτι δὴ οὐ τεταγμένη τις οὐδὲ ξυνειθισμένη οὖσα ἡ φορὰ ἐτύγχανεν αὕτη, ἀλλὰ τύχῃ τινὶ ὥσπερ ἐξ ἀέρος ἀεὶ αὐτὴν φερομένην ἐλάμβανε, δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν ἔργα.1
〔皇帝〕给这笔税款冠以“空税”之名,据我看来,乃是暗指这种赋税既非既定,亦非惯例,而是仿佛它凭某种机缘不断从空中飘落而由他收取,然而这本应被称为他自己邪恶行径的产物。
ὧν δὴ τῷ ὀνόματι οἱ ἐπὶ τῆς ἀρχῆς τεταγμένοι ἀδεέστερον ἀεὶ ταῖς ἐς τοὺς κατηκόους λῃστείαις ἐχρῶντο.
在这一名义下,担任官职之人对臣民的掳掠日益无所忌惮。
καὶ ταῦτα μὲν τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίουν, αὐτοὶ δὲ πλοῦτον βασιλικὸν περιεβάλλοντο οὐδενὶ πόνῳ.
他们认为将这笔款项上缴皇帝是理所当然的,而他们自己则毫不费力地聚敛起王公般的财富。
ὧνπερ Ἰουστινιανὸς ἐπιστροφὴν οὐδεμίαν ἐδικαίου ποιεῖσθαι, καιροφυλακῶν ὅπως, ἐπειδὰν τάχιστα πλούτου τι μέγα περιβάλωνται χρῆμα, ἔγκλημα ὅ τι δὴ αὐτοῖς ἐπενεγκὼν ἀπροφάσιστον ἀθρόον αὐτοῖς ἀφαιρεῖσθαι τὴν οὐσίαν ἱκανὸς εἴη. ὅπερ καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο.
查士丁尼认为完全无须过问他们,而是静待时机,以便一旦他们聚敛起巨额财富,便能给他们罗织莫须有的罪名,从而能一举剥夺其全部家产。他对待卡帕多西亚的约翰亦是如此行事。
ἅπαντες οὖν ἀμέλει ὅσοι τῆς τιμῆς ὑπὸ τὸν χρόνον τοῦτον ἐλαμβάνοντο πλούσιοι ἐξαπιναίως οὐδενὶ γεγένηνται μέτρῳ, δυοῖν μέντοι χωρὶς, Φωκᾶ τε, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ δικαίου ἐς τὸ ἀκρότατον ἐπιμελητοῦ γεγονότος· κέρδους γὰρ ὁτουοῦν οὗτος ὁ ἀνὴρ ἐν τῷ ἀξιώματι καθαρὸς ἔμεινε, καὶ Βάσσου, ὃς δὴ ἐν χρόνῳ τῷ ὑστέρῳ τὴν ἀρχὴν ἔλαβεν.
因此,在这一时期担任该要职的所有人,无一不突然暴富到无以复加的地步,但有两人除外:其一为福卡斯,我在前文叙述中曾提及他是极尽维护正义之人——因为此人在任职期间对任何财利都洁身自好;其二为巴苏斯,他在稍后的时期担任该职。
ὧνπερ οὐδέτερος ἐνιαυτὸν διασώσασθαι τὴν τιμὴν ἔσχεν, ἀλλ’ ἅτε ἀχρεῖοί τε καὶ τοῦ καιροῦ τὸ παράπαν ἀλλόκοτοι μηνῶν που ὀλίγων τοῦ ἀξιώματος ἔξω γεγένηνται.
这两人中没有一个能保住官职满一年,反而因被视为毫无用处且与时势完全格格不入,在短短数月之内便被免去职位。
ἵνα δὲ μὴ τὸ καθ’ ἕκαστόν μοι διηγουμένῳ ἀτελεύτητος ὁ λόγος εἴη, ταῦτα κἀν ταῖς ἄλλαις ἐπράσσετο ταῖς ἐν Βυζαντίῳ ἀρχαῖς.
为了避免我逐一叙述而使篇幅冗长无尽,拜占庭的其他官职中也同样推行着这套做法。
Πανταχόθι μέντοι τῆς Ῥωμαίων ἀρχῆς ὁ Ἰουστινιανὸς ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων ἀπολεξάμενος διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι χρημάτων μεγάλων.
然而在整个罗马帝国的范围内,查士丁尼实行的是如下手段:他挑选出人类中最邪恶之徒,以巨额金钱将官职出卖给他们,任凭〔官职〕败坏。
σώφρονι γὰρ ἀνδρὶ ἢ ξυνέσεως ὁπωστιοῦν μεταλαχόντι ἔννοια οὐδεμία ἐγένετο χρήματα οἰκεῖα προΐεσθαι, ἐφ’ ᾧ δὴ τοὺς οὐδὲν ἠδικηκότας ληΐζηται.
因为一个明智之人,或稍有见识之人,绝不会起意倾荡私财,只为了去劫掠那些未犯下任何过错的人。
τοῦτό τε τὸ χρυσίον πρὸς τῶν ξυμβαλλόντων κεκομισμένος ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐνεβίβαζε τοῦ τοὺς κατηκόους πάντα ἐργάζεσθαι. ἀφ̓ ὧν ἔμελλον τὰς χώρας αὐτοῖς ἀνθρώποις2 ἀπολοῦντες ἁπάσας πλούσιοι τὸ λοιπὸν ἔσεσθαι αὐτοί.
皇帝从签约者手中收取了这笔黄金之后,便赋予他们对臣民为所欲为的权力;凭借这一权力,他们势必在使各地连同居民一同沦于毁灭的同时,自己从此跻身富豪之列。
οἱ δὲ τὰς τῶν πόλεων τιμὰς ἐπὶ τόκοις ἁδροῖς τισιν ἀπὸ τῆς τραπέζης δεδανεισμένοι καὶ τῷ ἀποδεδομένῳ ἀπαριθμήσαντες, ἐπειδὴ ἐγίνοντο ἐν ταῖς πόλεσι, πᾶσαν κακοῦ ἰδέαν ἐς τοὺς ἀρχομένους ἀεὶ ἐνδεικνύμενοι οὐκ ἄλλου του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς χρήσταις τὰ ὡμολογημένα τελέσειαν3 καὶ αὐτοὶ τὸ λοιπὸν ἐν τοῖς πλουσιωτάτοις τετάξονται, οὐκ ἔχοντος αὐτοῖς κίνδυνόν τινα ἢ ὕβριν τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον, ὅσῳ καὶ πλείους τῶν σφίσι παραπεπτωκότων οὐδενὶ λόγῳ ἀποκτείναντες ληΐζεσθαι ἴσχυον.
他们以高利向银行借来各城的价款,并将其悉数付予出卖者;一旦抵达各城,便对属民无所不用其极地施加种种恶行,他们所关心的无非是如何向债权人偿清约定之数,并使自己今后列于极富者之列。
τὸ γὰρ τοῦ φονέως τε καὶ λῃστοῦ ὄνομα ἐς τὸ τοῦ δραστηρίου αὐτοῖς ἀποκεκρίσθαι ξυνέβαινεν.
这种行径既不会给他们带来危险或耻辱,反而甚至带来某种声誉,其声誉的大小取决于他们毫无理由地杀害并掳掠落在他们手中的人的多寡;因为在他们身上,“杀人犯”与“强盗”之名恰好转变为了“能干之士”的美称。
ὅσους μέντοι τῶν ἐχόντων ἀρχὰς ᾔσθετο πλούτῳ ἀκμάζοντας, τούτους δὴ σκήψεσι σαγηνεύσας εὐθὺς ἅπαντα συλλήβδην ἀφῃρεῖτο τὰ χρήματα.
然而,只要查士丁尼发觉有何官员财富丰盈,便以莫须有的借口将他们网罗其中,当即将其全部钱财一举剥夺。
Μετὰ δὲ νόμον τοὺς τὰς ἀρχὰς ἔγραψε μετιόντας ὀμνύναι ἦ μὴν καθαροὺς ἀπὸ πάσης κλοπῆς σφᾶς αὐτοὺς ἔσεσθαι, καὶ μήτε τι δώσειν τῆς ἀρχῆς ἕνεκα
此后,他立下一道法律,规定谋求官职者必须起誓保持自身清白、不染指任何盗窃,且绝不为谋取官职而支付任何财物。
- 21.2δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν ἔργα
非人称动词 δεῖ 的中性单数分词 δέον 在此构成宾格绝对独立结构(accusative absolute),带有让步或转折意味(“而这本应被称为……”)。它置于 ὅτι 从句之末,严厉揭露了将皇帝自身的邪恶劫掠粉饰为偶发天降之财的虚伪行径。
- 21.12αὐτοῖς ἀνθρώποις
由代词 αὐτός 与与格名词构成伴随与格(associative dative),意为“连同居民一起”、“居民也一并”,是一种强调彻底毁灭的习惯表达,指不仅土地遭殃,其上居留的人口亦被一同毁灭。
- 21.13οὐκ ἄλλου του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς χρήσταις τὰ ὡμολογημένα τελέσειαν
迂回表达 ἐν ἐπιμελείᾳ καθίσταμαι(专注于、留意于)后接属格 ἄλλου του,并与表示排除的连词 ἤ(除……之外)相关联,后者引导带有希求语气(τελέσειαν)的 ὅπως 目的从句。整句表示绝无他顾的专一态度:“除……之外,绝不关心任何其他事情”。
