← 普罗科皮乌斯

秘史

§20.13-20.23

官职间的惩办竞争与法务官的败坏

查士丁尼令新设官职与掌民长官竞相争办并迅速惩办百姓,又任意处分法务官一职,先后任用不谙法律的尤尼卢斯和贪婪专横的君士坦丁,使政风极度败坏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.13

Ὕστερον δὲ ὁ παλαμναῖος οὗτος ταύταις τε καὶ τῇ τῷ δήμῳ ἐφεστώσῃ ἀρχῇ πάντων ὁμοίως ἐπιμελεῖσθαι τῶν ἐγκλημάτων ἐπέστελλεν, ἐρίζειν σφίσι πρὸς ἀλλήλους εἰπὼν ὅστις αὐτῶν πλείους τε καὶ θᾶσσον διαφθείρειν ἱκανὸς εἴη.

后来,这个凶手命令这两个官职以及掌管民众的长官同样审理所有罪行,并让他们彼此竞争,看他们中何人能够更迅速地消灭更多的人。

§20.14

καὶ αὐτῶν ἕνα μὲν αὐτὸν εὐθὺς ἐρέσθαι φασὶν, ἢν ἐς τοὺς τρεῖς τίς ποτε διαβάλλοιτο, τίνος ἂν αὐτῶν ἡ τοῦ πράγματος διάγνωσις εἴη· τὸν δὲ ὑπολαβόντα φάναι, ὅστις ἂν αὐτῶν προτερήσας τοὺς ἄλλους φθάνοι.1

据说,他们中的一人随即询问他,若有人同时被控告至这三处官署,究竟由他们中的何人来裁决此案;而他回答道,他们中何人抢得先机并占了上风,便归何人裁决。

§20.15

ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ τὰ ἐς τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου, εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο.

不仅如此,他还毫无规矩地处置所谓法务官(奎斯托尔)的职位;而先前的统治者们,可以说,对此职无不格外重视,务使执掌此职者在其他方面经验丰富、尤精法律,且在金钱上昭然不受贿赂,盖因他们深知,若持有此官职者陷于任何无知或纵容贪欲,必将给国家带来不可估量的灭顶之灾。

§20.16

ὁ δὲ βασιλεὺς οὗτος πρῶτον μὲν ἐπὶ ταύτης Τριβωνιανὸν κατεστήσατο, οὗπερ τὰ ἐπιτηδεύματα ἐν τοῖς ἔμπροσθεν λόγοις διαρκῶς εἴρητο.

然而,这位皇帝首先任命了特里博尼安担任此职,此人的行径在前面的记述中已有详尽交代。

§20.17

ἐπεὶ δὲ ὁ Τριβωνιανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ τῆς οὐσίας ἀφείλετο, καίτοι παιδός τέ οἱ ἀπολελειμμένου καὶ πλήθους ἐκγόνων, ἐπεὶ ἐπεγένετο τῷ ἀνθρώπῳ ἡ τέλειος ἡμέρα τοῦ βίου, Ἰούνιλον δὲ Λίβυν γένος ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης, νόμου μὲν οὐδὲ ὅσον ἀκοὴν ἔχοντα, ἐπεὶ οὐδὲ τῶν ῥητόρων τις ἦν, γράμματα δὲ Λατῖνα μὲν ἐξεπιστάμενον, Ἑλληνικῶν μέντοι ἕνεκα οὐδὲ πεφοιτηκότα πρὸς γραμματιστοῦ πώποτε, οὐδὲ τὴν γλῶσσαν αὐτὴν ἑλληνίζειν δυνάμενον ʽπολλάκις ἀμέλει φωνὴν Ἑλληνίδα προθυμηθεὶς ἀφεῖναι πρὸς τῶν ὑπηρετούντων γέλωτα ὦφλεν̓, ἐς δὲ τὴν αἰσχροκέρδειαν δαιμονίως ἐσπουδακότα, ὅς γε γράμματα μὲν τὰ βασιλέως ἐν δημοσίῳ ἀπεμπολῶν ὡς ἥκιστα κατεδύετο.

当特里博尼安离世时,尽管此人在生命末日降临之际遗留了子女和众多后代,皇帝却夺走了其部分家产,并将利比亚出身的尤尼卢斯任命于此高位;此人对法律毫无耳闻,因他甚至根本不是辩护士之一;他虽通晓拉丁文字,但就希腊语而言,却从未上过任何启蒙师的门庭,甚至根本无法用希腊语本身交谈(事实上,他常常试图说出一句希腊语,便引来下属们的讥笑);他极度沉溺于卑劣的牟利,竟公然出卖皇帝的诏书而丝毫不感羞耻。

§20.18

ἑνὸς δὲ στατῆρος χρυσοῦ ἕνεκα τὴν χεῖρα ὀρέγειν τοῖς ἐντυγχάνουσιν οὐδαμῆ ὤκνει.

仅仅为了一枚金币,他便毫不犹豫地向路遇之人伸出索贿之手。

§20.19

οὐχ ἧσσόν τε ἢ ἑπτὰ ἐνιαυτῶν χρόνον τοῦτον ἡ πολιτεία τὸν γέλωτα ὦφλεν.

在不少于整整七年的时间里,国家蒙受了这种笑柄。

§20.20

ἐπεὶ δὲ καὶ Ἰούνιλος ἐς τὸ μέτρον τοῦ βίου ἀφίκετο, Κωνσταντῖνον ἐπὶ τοῦδε τοῦ ἀξιώματος κατεστήσατο, νόμων μὲν ὄντα οὐκ ἀμελέτητον, νέον δὲ κομιδῆ καὶ οὔπω ἀγωνίας δικανικῆς ἐς πεῖραν ἐλθόντα, κλεπτίστατον δὲ καὶ ἀλαζονικώτατον ἀνθρώπων ἁπάντων.

当尤尼卢斯亦寿终正寝时,他又任命了君士坦丁出任此要职;此人虽非未谙法律,却极为年轻,尚未在法庭辩论中经受过历练,在所有人中最为贪得无厌且最为自吹自擂。

§20.21

οὗτος Ἰουστινιανῷ ποθεινότατός τε ἄγαν καὶ φίλτατος ἐν τοῖς μάλιστα ἐγεγόνει, ἐπεὶ καὶ δι’ αὐτοῦ κλέπτειν τε καὶ δικάζειν ἀεὶ ὁ βασιλεὺς οὗτος οὐδαμῆ ἀπηξίου.

此人成了查士丁尼极度渴望且至为宠爱之人,盖因这位皇帝从未认为借他之手不断进行偷窃并断案有损身份。

§20.22

διὸ δὴ χρήματα μεγάλα χρόνου ὀλίγου Κωνσταντῖνος ἔσχε καὶ ὑπερφυεῖ τινι κόμπῳ ἐχρῆτο, ἀεροβατῶν τε καὶ πάντας ἀνθρώπους περιφρονῶν, κἂν μέν τινες αὐτῷ πολλὰ βούλοιντο χρήματα προέσθαι, ταῦτα δὴ κατατιθέντες τῶν οἱ πιστοτάτων τισὶ τὰ σφίσιν ἐσπουδασμένα κατορθοῦν ἴσχυον.

因此,君士坦丁在短时间内聚敛了巨额财富,并极度不可一世,飘飘然蔑视世间所有人;若有人愿向其奉献大笔金钱,只要将财物交由其最信任的数名心腹,便能促成自己所热望之事。

§20.23

αὐτῷ μέντοι ἐντυχεῖν ἢ ξυγγενέσθαι τῶν πάντων οὐδενὶ γέγονε δυνατὸν, ὅτι μὴ ἐς βασιλέα δρόμῳ ἰόντι ἢ ἀπαλλασσομένῳ ἐνθένδε οὐ βάδην, ἀλλὰ σπουδῇ τε καὶ τάχει πολλῷ τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας προστρίβεσθαι.2

然而,任何人要想面见他或与他接触,都绝无可能,除非是在他奔向皇帝或离开彼处之时——他并非徐行,而是步履匆匆、疾驰而去,免得接近之人给他增添任何无利可图的麻烦。

语法注2 条
  1. 20.14ὅστις ἂν αὐτῶν προτερήσας τοὺς ἄλλους φθάνοι

    间接引语中 ἄν 搭配希求法(φθάνοι)的句式。由于受过去时态叙述(由表示过去言说的动词不定式 φάναι 引导)所支配,原直接引语中的一般/将来条件从句(原为 ἄν 加虚拟式 ὅστις ἂν ... φθάσῃ)转换为希求法,或表潜势希求法(“凡能先行抢占者”)。分词 προτερήσας 与动词 φθάνοι 语义重叠,构成叠言,用以强调抢占先机、捷足先登。

  2. 20.23τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας προστρίβεσθαι

    由定冠词属格 τοῦ 加上否定词 μή 以及不定式 προστρίβεσθαι 构成的表示否定目的的结构(“为了不让……”)。宾格 τοὺς προσιόντας 作不定式的逻辑主语(“前来接近的人”)。动词 προστρίβεσθαι 支配与格间接宾语(附着代词 οἱ,“施加于他”)与宾格直接宾语(τινὰ ... ἀκερδῆ ἀσχολίαν,“无益的麻烦”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:20.13-20.23