- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:20.1-20.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼推行导致物价飞涨和假冒伪劣的垄断及市集管辖制度,并设立了“平民裁判官”与“审查官”两个新官职,以加速掠夺与迫害臣民。
Πρῶτα τῷ δήμῳ ἔπαρχον ἐν Βυζαντίῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐφίστη, ὃς δὴ ἔμελλε τοῖς τὰ πωλητήρια ἔχουσι πόρου ἐνιαυσίου ἐνθένδε διαλαγχάνων ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐμβιβάζειν τοῦ τὰ ὤνια ὅπῃ βούλοιντο ἀποδίδοσθαι.
首先,他在拜占庭大多委任了一名民众长官,此人理应通过从中分得一笔年度收益,从而使开店铺者享有以他们所愿的任意价格出售货物的特权。
καὶ περιεστήκει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι1 τὰ ἐπιτήδεια, τριπλασίονα μὲν καταβαλλομένοις τιμήματα, ὅτῳ δὲ ἂν διὰ ταῦτα ἐπικαλοῖεν, καλοῖεν, οὐδαμῆ ἔχουσι.2 μέγα τε τὸ ἀπὸ τοῦ ἔργου βλάβος ἠγείρετο. μέρος γὰρ τῆς βασιλείας τοῦδε φερομένης τοῦ πόρου πλουτεῖν ἀπ’ αὐτοῦ ἡ τῷ πράγματι ἐφεστῶσα ἀρχὴ ἤθελε.
彼处的人们落入不得不以三倍的价格购买必需品的境地,却无处可就此事进行申诉。由此举引发了巨大的危害。盖因朝廷既然从中收取此项收益的一部分,主管此事务的长官便妄图以此致富。
τὸ δὲ ἐνθένδε οἵ τε τῆς ἀρχῆς ὑπηρέται τῆς αἰσχρᾶς ταύτης ὑπουργίας ἐπειλημμένοι καὶ οἱ τὰ πωλητήρια ἔχοντες τῆς τοῦ παρανομεῖν ἐξουσίας δραξάμενοι ἀνήκεστα ἔργα τοὺς τότε ὠνεῖσθαι δεομένους εἰργάζοντο, οὐχ ὅσον πολλαπλάσια τὰ τιμήματα κομιζόμενοι, ἀλλὰ καὶ δολώσεις ἐν τοῖς ὠνίοις μηχανώμενοι ἀμυθήτους τινάς.
于是,受雇于这一卑劣职务的长官属下,以及攫取了违法特权的店铺主,对当时需要购物的人们犯下了无可救药的恶行,不仅索取数倍的价钱,更在商品中设下种种难以言表的欺诈手段。
Ἔπειτα δὲ πολλὰ καταστησάμενος τὰ καλούμενα μονοπώλια τήν τε κατηκόων σωτηρίαν ἀπεμπολήσας τοῖς τὸ ἄγος τοῦτο ἐνεργολαβεῖν ἀξιοῦσιν, αὐτὸς μὲν τίμημα τοῦ ἔργου τούτου ἀντιφορτισάμενος ἀπηλλάσσετο, τοῖς δὲ αὐτῷ ξυμβεβληκόσι παρείχετο τὴν ἐργασίαν ᾗ βούλοιντο διοικήσασθαι. ὅπερ ἀπαρακαλύπτως ἡμαρτάνετο κἀν ταῖς ἄλλαις ἁπάσαις ἀρχαῖς. βασιλέως γὰρ μοῖράν τινα οὐ πολλὴν ἀεὶ τῶν φωρίων κομιζομένου αἵ τε ἀρχαὶ ἀπ’ αὐτοῦ καὶ οἱ πράγματι ἐφεστῶτες ἑκάστῳ ἀδεέστερον τοὺς σφίσι παραπίπτοντας ἐληΐζοντο.
随后,他又设立了许多所谓的专营权,将臣民的安全出卖给那些自认值得包揽这种罪恶勾当的人,他自己则在收取了这笔交易的对价后抽身离去,任由与他签约之人按其所愿经营此项业务。同样的罪行亦毫无掩饰地发生在所有其他官职之中。盖因皇帝总是能从赃物中分得不大的一份,由此,官职以及主管各项事务之人,便更加肆无忌惮地掠夺落入其手之人。
ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων ἀρχῶν,3 ἑτέρας δύο ἐπὶ τῇ πολιτείᾳ ἐπετεχνήσατο, καίτοι ἅπαντα μετῄει πρότερον τὰ ἐγκλήματα ἡ τῷ δήμῳ ἐφεστῶσα ἀρχή.
然而,仿佛早已设置的官职对他达到此目的尚不充分似的,他又为国家捏造了另外两个官职,尽管此前主管民众的长官负责审理所有罪行。
ἀλλ’ ὅπως ἀεὶ πλείους τε οἱ συκοφάνται εἶεν καὶ πολλῷ ἔτι θᾶσσον τῶν οὐδὲν ἐπταικότων ἀνθρώπων τὰ σώματα αἰκίζοιτο, ταύτας δὴ τὰς ἀρχὰς ἐπινοεῖν ἔγνω.
但他打定主意设立这些官职,只是为了让告密者始终更为众多,并且让毫无过失之人的肉体能更为迅速地遭受酷刑折磨。
καὶ αὐταῖν τὴν ἑτέραν μὲν τοῖς κλέπταις δῆθεν τῷ λόγῳ ἐπέστησεν, ὄνομα ταύτῃ ἐπιθεὶς πραίτωρα δήμων· τῇ δὲ δὴ ἑτέρᾳ τούς τε παιδεραστοῦντας ἐς ἀεὶ τίννυσθαι καὶ γυναιξὶν οὐ νόμιμα μιγνυμένους ἐπήγγελλε, καὶ εἴ τῳ τὰ ἐς τὸ θεῖον οὐκ ὀρθῶς ἤσκηται, ὄνομα ταύτῃ ἐπιθεὶς κοιαισίτωρα. ὁ μὲν οὖν πραίτωρ εἴ τινα ἐν τοῖς φωρίοις λόγου πολλοῦ ἄξια εὗρε, ταῦτα δὴ τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίου, φάσκων οὐδαμῆ φαίνεσθαι τοὺς τούτων κυρίους. ταύτῃ τε χρημάτων ἀεὶ τῶν τιμιωτάτων διαλαγχάνειν ὁ βασιλεὺς εἶχεν. ὁ δὲ δὴ κοιαισίτωρ καλούμενος τοὺς παραπεπτωκότας κατεργαζόμενος, ἃ μὲν βούλοιτο, βασιλεῖ ἔφερεν, αὐτὸς δὲ οὐδὲν ἧσσον ἐπλούτει τοῖς ἀλλοτρίοις οὐδενὶ νόμῳ.
于是,他在名义上将这两者之一设立用来对付盗贼,冠之以“平民裁判官”之名;至于另一者,他则责令其不断惩罚鸡奸者、与妇女行非法苟合者,以及未曾正当履行对神崇敬之事者,并冠之以“审查官”之名。 因此,这位裁判官若在赃物中发现了价值巨大之物,便声称其物主杳无踪影,从而自认理应将其呈送给皇帝。皇帝由此得以不断分得最贵重的财物。至于所谓审查官,在处置了落入罗网之人后,将自己中意之物献给皇帝,而他本人亦同样违法通过侵吞他人财产而大发横财。
οἱ γὰρ δὴ τούτων τῶν ἀρχῶν ὑπηρέται οὔτε κατηγόρους ἐπήγοντο οὔτε μάρτυρας τῶν πεπραγμένων παρείχοντο, ἀλλὰ διηνεκὲς πάντα τοῦτον τὸν χρόνον ἀκατηγόρητοί τε καὶ ἀνεξέλεγκτοι ὡς λαθραιότατα ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα.4
盖因这些官职的爪牙既不传唤原告,亦不提供所犯行径的证人,反倒在这整个时期内,遇上〔他们〕之人始终未经指控、亦未经定罪,便尽可能隐秘地被处死并被剥夺财产。
- 20.2περιεστήκει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι
περιίστημι 的过去完成时态(περιεστήκει)作无人称用法,搭配与格(τοῖς τῇδε ἀνθρώποις)与不定词(ὠνεῖσθαι),构成表示结果的句式,意为“当地的人们落得不得不购买的境地”。
- 20.2ὅτῳ δὲ ἂν διὰ ταῦτα ἐπικαλοῖεν, οὐδαμῆ ἔχουσι
关系代词 ὅτῳ 搭配 ἄν 及祈愿语气动词(ἐπικαλοῖεν),构成含有潜在含义的从属从句,表示“他们能向谁申诉”。分词 ἔχουσι 与否定副词 οὐδαμῆ 连用,意为“(在任何地方)都没有可……之人”,并通过 μέν...δέ 与前项分词 καταβαλλομένοις 保持一致,同修饰 τοῖς τῇδε ἀνθρώποις。
- 20.7ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων ἀρχῶν
由 ὥσπερ 引导的独立属格结构(οὐχ ἱκανῶν ... οὐσῶν τῶν ... ἀρχῶν),表示主观假托的理由或心态(“仿佛……并不充分似的”)。包孕其中的无重音代词 οἱ 为与格,作形容词 ἱκανῶν 的补足语,表示“对他而言足够”。
- 20.12ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα
无冠词的主格阳性复数分词 ἐντυχόντες(“遇上之人”;部分校勘本补入 <οἱ>)体现了语法主语向受害者的隐性切换,作其后被动语态动词 ἐκτείνοντο(“被处死”)以及保留宾格 τὰ χρήματα 的被动语态动词 ἀφῃροῦντο(“被夺走财产”)的主语。
