- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:19.1-19.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了查士丁尼如何通过荒唐的海上营建工程与向蛮族大肆挥霍,耗尽了阿纳斯塔修斯所遗留的巨额国库储备,并以罗织罪名与强夺遗产来掠夺臣民,从而应验了一个预示性的梦境。
Ὅπως δὲ καὶ τὰ χρήματα ἀφείλετο ἁπαξάπαντα ἐρῶν ἔρχομαι,1 ὄψιν ὀνείρου ὑπειπὼν πρότερον ἥνπερ κατ’ ἀρχὰς τῆς Ἰουστίνου βασιλείας τῶν τινι ἐπιφανῶν ἰδεῖν ξυνηνέχθη.
至于他如何连所有财富也洗劫一空,我接下来将予以述说,不过在此之前,我先要交代在查士丁统治初期某位显贵偶然得见的一个梦境之象。
ἔφη γάρ οἱ δοκεῖν ἐν τῷ ὀνείρῳ ἑστάναι μέν που ἐν Βυζαντίῳ παρὰ τὴν τῆς θαλάσσης ἠιόνα, ἣ δὴ Χαλκηδόνος καταντικρύ ἐστιν, ὁρᾶν δὲ τοῦτον κατὰ τὸν ἐκείνῃ πορθμὸν ἑστῶτα μέσον.
盖因他声称自己在梦中仿佛站在拜占庭境内正对迦克墩的海滨,并看到此人正立于彼处的海峡中央。
καὶ πρῶτον μὲν τὸ ὕδωρ τῆς θαλάσσης αὐτὸν ἐκπιεῖν ὅλον, ὥστε οἴεσθαι τὸ λοιπὸν αὐτὸν ἐπὶ τῆς ἠπείρου ἑστάναι, οὐκέτι τοῦ πορθμοῦ ταύτῃ ἐπιόντος, ἔπειτα δὲ ὕδωρ ἄλλο ῥύπου τε πολλοῦ καὶ φορυτοῦ γέμον, βρύσαν ἐξ ὑπονόμων ἑκατέρωθεν ὄντων, ἐνταῦθα γενέσθαι, καὶ αὐτὸ μὲν τοῦτον ἐκπιεῖν ἅμα, γυμνόν τε αὖθις ἐξεργάσασθαι τοῦ πορθμοῦ χῶρον.
起初,此人将海中的水一饮而尽,以致他以为此人自此立于陆地之上,海峡之水不再涌入此处;继而,从两岸下水道涌出的另一股充斥着大量污秽与垃圾的水出现在该处,而此人又立刻将此水吞饮殆尽,使海峡之处再度沦为干涸之所。
Ἡ μὲν τοῦ ὀνείρου ὄψις ἐδήλου τοιαῦτα. Ἰουστινιανὸς δὲ οὗτος, ἡνίκα οἱ ὁ θεῖος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε, χρημάτων δημοσίων ἔμπλεων τὴν πολιτείαν εὗρεν.
梦中所见之象预示的便是这等情由。当此人查士丁尼的叔父查士丁执掌帝位之时,他发现国家库藏充盈着巨额公帑。
Ἀναστάσιος γὰρ προνοητικώτατός τε ἅμα καὶ οἰκονομικώτατος πάντων αὐτοκρατόρων γενόμενος, δείσας ὅπερ ἐγένετο, μή οἱ ὁ τὴν βασιλείαν ἐκδεξόμενος χρημάτων ὑποσπανίζων ἴσως τοὺς κατηκόους ληΐζηται, χρυσοῦ τοὺς θησαυροὺς ἅπαντας κατακόρως ἐμπλησάμενος, τὸν βίον ξυνεμετρήσατο.
盖因阿纳斯塔修斯乃所有皇帝中最有远见且最精于理财之人,因担忧果真发生之事——即继承皇位者恐因匮乏钱财而掠夺臣民——便将所有金库充斥黄金直至满溢,方才了结其生平。
οὕσπερ ἅπαντας Ἰουστινιανὸς ὡς τάχιστα διεσπάσατο, πὴ μὲν θαλασσίοις οἰκοδομίαις λόγον οὐκ ἐχούσαις, πὴ δὲ τῇ ἐς τοὺς βαρβάρους φιλότητι· καίτοι ᾠήθη ἄν τις αὐτοὺς βασιλεῖ ἐς ἄγαν ἀσώτῳ ἐσομένῳ ἐτῶν ἑκατὸν ἐπαρκέσειν.
而查士丁尼却以极快的速度将这全部财富挥霍殆尽,一则耗费于毫无道理的海上营建工程,二则耗费于施惠于蛮族的结好交纳之中;然而人们本会以为,这些财富即便是对于一位极度挥霍无度的君主,亦足可支撑百年之久。
ἰσχυρίζοντο γὰρ οἱ τοῖς θησαυροῖς τε καὶ ταμείοις καὶ ἄλλοις ἅπασι τοῖς βασιλικοῖς χρήμασιν ἐφεστῶτες, Ἀναστάσιον μὲν Ῥωμαίων ἔτη πλέον ἢ ἑπτὰ καὶ εἴκοσιν ἄρξαντα διακόσια καὶ τρισχίλια χρυσοῦ κεντηνάρια ἐν δημοσίῳ ἀπολιπεῖν.
盖因掌管金库、府库及所有其他皇家财物者坚称,阿纳斯塔修斯统领罗马人凡二十七年有余,在国库中留下了三千二百肯特纳里亚的黄金。
ἐπὶ μέντοι Ἰουστίνου ἔτη ἐννέα τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τούτου Ἰουστινιανοῦ ξύγχυσίν τε καὶ ἀκοσμίαν τῇ πολιτείᾳ προστριψαμένου, τετρακισχίλια κεντηνάρια ἐς τὴν βασιλείαν εἰσκομισθῆναι οὐδενὶ νόμῳ, καὶ τούτων ἁπάντων οὐδ’ ὁτιοῦν ἀπολελεῖφθαι, ἀλλ’ ἔτι περιόντος Ἰουστίνου πρὸς τοῦδε τοῦ ἀνθρώπου δεδαπανῆσθαι ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις.
然而,在查士丁掌握专制大权的九年间,由于此人查士丁尼将混乱与无序强加给国家,以非法手段运入宫廷的黄金达四千肯特纳里亚之巨,而这全部钱财竟丝毫无存,反倒在查士丁尚在人世之时,便已尽数被此人挥霍,一如我在此前的叙述中所言。
ἅπερ γὰρ αὐτὸς ἐν τῷ παντὶ χρόνῳ σφετερίζεσθαί τε οὐ δέον καὶ ἀναλοῦν ἴσχυσεν, οὐδ’ ἄν τινα λόγον ἢ λογισμὸν ἢ μέτρον φανῆναι μηχανή τις οὐδεμία ἐστίν.
盖因对于他在整个时期内非法侵吞据为己有并予以耗尽的数额,绝无任何办法能呈现出任何账目、清算或度量。
ὥσπερ γάρ τις ποταμὸς ἀένναος ἐς ἡμέραν ἑκάστην ἐκδηιούμενος κατεληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα τοῖς βαρβάροις εὐθύς.2
因为他犹如一条川流不息的江河,日复一日地蹂躏劫掠臣民,而所有的一切旋即又尽数流向蛮族。
Πλοῦτον οὕτω τὸν δημόσιον εὐθὺς ἐκφορήσας ἐπὶ τοὺς κατηκόους τὸ βλέμμα ἦγε, πλείστους τε αὐτίκα τὰς οὐσίας ἀφείλετο ἁρπάζων τε καὶ βιαζόμενος οὐδενὶ λόγῳ, τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων τοὺς εὐδαίμονας ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ δοκοῦντας εἶναι, καὶ τοῖς μὲν πολυθεΐαν, τοῖς δὲ δόξης ἐν Χριστιανοῖς οὐκ ὀρθῆς αἵρεσιν, τοῖς δὲ παιδεραστίας, ἑτέροις ἱερῶν γυναικῶν ἔρωτας, ἢ ἄλλας τινὰς οὐ θεμιτὰς μίξεις, ἄλλοις στάσεως ἀφορμὴν, ἢ μέρους Πρασίνου στοργὴν, ἢ ἐς αὐτὸν ὑβρίζειν, ἢ ὄνομα ὁτιοῦν ἄλλο ἐπενεγκὼν, ἢ κληρονόμος αὐτόματος τοῖς τετελευτηκόσιν ἢ καὶ περιοῦσιν, ἂν οὕτω τύχοι, ἅτε ἐσποιητὸς πρὸς αὐτῶν γενόμενος.3
在如此迅速耗空公帑之后,他便将目光投向了臣民,借由巧取豪夺与蛮横霸道,在毫无正当由头的情况下立即剥夺了极多人的产业;他以无中生有的指控,将拜占庭及各城市中被视为富贵之人卷入罪责之中:对某些人扣上崇奉多神教之罪,对某些人扣上基督徒中不正统的异端信仰之罪,对某些人指控为鸡奸男色,对另一些人指控为爱恋修女或其他非法苟合,对其他人则指控为煽动内讧、或偏爱绿党、抑或侮辱他本人,抑或罗织任何其他的罪名;或者对于亡故之人、甚至在机缘凑巧时对尚在人世之人,伪称已成为其嗣子,从而擅自充当遗产继承人。
αἱ γὰρ δὴ σεμνόταται τῶν πράξεων αὐτῷ τοιαῦται ἦσαν. ὅπως δὲ καὶ τὴν γενομένην ἐπ’ αὐτὸν στάσιν, ἣν Νίκα ἐκάλουν, διοικησάμενος πᾶσι κληρονόμος τοῖς ἐκ βουλῆς εὐθὺς γέγονεν ἤδη μοι ἔναγχος δεδιήγηται, καὶ ὅπως τῆς στάσεως πρότερον οὐκ ὀλίγων αὐτὸς ἰδίᾳ ἑκάστου τὴν οὐσίαν ἀφείλετο.
盖因他最为庄严神圣的作为亦不过如此。至于他在处置了针对他而爆发的被称为“尼卡”的叛乱之后,如何立刻成为了元老院全体成员的继承人,我方才不久前已作过叙述;在叛乱之前他如何亲自逐一私下剥夺了许多人的家业,亦同样叙述过。
Τοὺς δὲ βαρβάρους ἅπαντας οὐδένα ἀνιεὶς καιρὸν χρήμασιν ἐδωρεῖτο μεγάλοις, ἑῴους τε καὶ ἑσπερίους πρός τε ἄρκτον καὶ μεσημβρίαν, ἄχρι ἐς τοὺς ἐν Βρεττανίαις ᾠκημένους καὶ γῆς πανταχόθι τῆς οἰκουμένης τὰ ἔθνη, ὧνπερ οὐδὲ ὅσον ἀκοὴν πρότερον εἴχομεν, ἀλλὰ πρῶτον ἰδόντες εἶτα τοῦ γένους ὄνομα ἔγνωμεν.
此外,他绝不放过任何时机,向所有的蛮族赏赐巨额的金钱,不论东方还是西方,无论南方还是北方,直至远达不列颠诸岛的居民以及天下各地万邦部落;对于这些人,我们先前甚至未曾有所听闻,只是在初次见到之后,方才知晓其族名。
αὐτοί τε γὰρ πυνθανόμενοι τὸ τοῦ ἀνδρὸς ἦθος ἐπ’ αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς Βυζάντιον.
盖因他们获悉此人的性情之后,便自天下各地蜂拥汇聚至拜占庭奔他而来。
καὶ ὃς οὐδεμιᾷ ὀκνήσει, ἀλλ’ ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος τὸν μὲν Ῥωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ἢ ῥοθίοις τισὶ θαλασσίοις προΐεσθαι, ἀεὶ καθ’ ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν ἀπεπέμπετο.
而他亦毫不迟疑,反倒对这一行径极其欣悦,将汲空罗马人的财富、将其抛掷给蛮族之人或海中的汹涌波涛视作某种天赐横财,终日遣送他们中的每一个人携带着丰厚的金钱离去。
ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦ Ῥωμαίων παντάπασι γεγένηνται πλούτου, ἢ τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ἢ ληϊζόμενοι τὴν τῶν Ῥωμαίων ἀρχὴν, ἢ τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, ἢ τὴν ἐκεχειρίαν ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι ἀποκεκρίσθαι τετύχηκε.4 καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται, δι’ ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε.
如此一来,所有的蛮族完全成了罗马人财富的主人,或是从皇帝手中直接获取钱财,或是肆意劫掠罗马帝国的领土,或是索要俘虏赎金,抑或是出卖停战协定;而我刚才所提及的梦境之象,对于那位得见之人而言,恰在此时应验不爽。此外,他更能够巧妙构想出洗劫臣民的其他手段,凡我力所能及,这些手段将在接下来的叙述中立刻道明;借助这些手段,他得以非一次性地、而是点滴不断地持续掠夺所有人的产业。
- 19.1ἐρῶν ἔρχομαι
动词 ἔρχομαι 与未来分词 ἐρῶν 构成的迂回表达,表示将要或打算进行某动作(“我将要讲述/准备道来”)。
- 19.10κατεληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα τοῖς βαρβάροις εὐθύς
承接前文 ὥσπερ γάρ τις ποταμὸς ἀένναος(犹如一条川流不息的江河)的比喻。前半句描绘皇帝主动劫掠臣民的行径(κατεληΐζετο),后半句以中性复数主语 ἅπαντα(所有财富)搭配单数动词 ἐπέρρει,形象地延续了流水奔涌流向蛮族的比喻。
- 19.11τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων τοὺς εὐδαίμονας ... ἐπενεγκὼν, ἢ κληρονόμος αὐτόματος ... γενόμενος
修饰主语查士丁尼的复合分词结构:其间插入独立属格 τῶν ἐγκλημάτων ... γεγονότων(“罪名从未发生/无中生有”),并列了现在分词 ὑπάγων、不定过去时分词 ἐπενεγκὼν 以及由 ἤ 连接的 γενόμενος(“擅自成为继承人”),构成了长句的主干。
- 19.16τήν τε τοῦ ὀνείρου ὄψιν ... ἐς τοῦτο τῷ ἰδόντι ἀποκεκρίσθαι τετύχηκε
动词 τετύχηκε 作无人称用法(意为“碰巧/结果是……”),统领带不定式的宾格句式:宾格 τήν ... ὄψιν 作不定式 ἀποκεκρίσθαι(“应验/如神谕般得到回应”)的逻辑主语,与格 τῷ ἰδόντι 表示“对那目睹之人而言”。
