← 普罗科皮乌斯

秘史

§2.13-2.25

贝利撒留因私废公与波斯战事的撤军

贝利撒留与弗提乌斯立下重誓密谋擒拿狄奥多西,然而在波斯前线征战的贝利撒留一获悉安东尼娜赶来的消息,便因私情草草撤军,因将私事置于国事之上而饱受罗马人的谴责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

διὸ δὴ ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην1 ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν ἐς τὸν ὄλεθρον φερόντων κινδύνων.

因此,二人相互发下了在基督徒中所存在并被称为最为可怖的一切誓言,决不相互背弃,直至面临致人死命的危险亦绝不相负。

§2.14

ἐν μὲν οὖν τῷ παρόντι τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν ἀξύμφορον εἶναι, ὁπηνίκα δὲ Ἀντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴν Ἔφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇ Ἐφέσῳ γενόμενον Θεοδόσιόν τε καὶ τὰ χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι.2

当时,他们认为立即动手并非良策;但一旦安东尼娜自拜占庭到来,而狄奥多西前往以弗所时,届时弗提乌斯便前往以弗所,不费吹灰之力将狄奥多西及其资财一并擒获。

§2.15

τότε μὲν οὖν αὐτοί τε τὴν ἐσβολὴν παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν, ἀμφί τε Ἰωάννῃ τῷ Καππαδόκῃ ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.

当时,他们率全军攻入波斯领土;而在拜占庭,卡帕多西亚的约翰身上发生的事情,正与我在前著中所阐明的一致。

§2.16

ἔνθα δὴ τοῦτό μοι τῷ δέει σεσιώπηται μόνον, ὅτι γε οὐκ εἰκῆ τόν τε Ἰωάννην καὶ τὴν αὐτοῦ παῖδα ἡ Ἀντωνίνα ἐξηπατήκει, ἀλλ’ ὅρκων αὐτοὺς πλήθει, ὧνπερ οὐδὲν φοβερώτερον ἔν γε Χριστιανοῖς εἶναι δοκεῖ, πιστωσαμένη, μηδεμιᾷ δολερᾷ γνώμῃ ἐς αὐτοὺς χρῆσθαι.

在那里,当时我仅出于恐惧而隐瞒了一事:安东尼娜并非随随便便地欺骗了约翰及其女儿,而是通过向他们立下在基督徒看来最可怕的重重誓言,向他们保证自己决无任何阴谋诡计。

§2.17

ταῦτά τε διαπεπραγμένη καὶ πολλῷ ἔτι μᾶλλον ἐπὶ τῇ τῆς βασιλίδος θαρροῦσα φιλίᾳ Θεοδόσιον μὲν ἐς Ἔφεσον στέλλει, αὐτὴ δὲ μηδὲν ὑποτοπάζουσα ἐναντίωμα ἐπὶ τὴν ἕω κομίζεται.

她办成此事后,越发依仗皇后的情谊,将狄奥多西遣往以弗所,自己则毫不猜疑会有任何阻碍地启程前往东方。

§2.18

ἄρτι δὲ Βελισαρίῳ τὸ Σισαυράνων φρούριον ἑλόντι ὁδῷ ἰοῦσα πρός του ἀγγέλλεται.3 καὶ ὃς τἄλλα πάντα ἐν οὐδενὶ λόγῳ πεποιημένος ὀπίσω ὑπῆγε τὸ στράτευμα.

正当贝利撒留攻破西绍拉农要塞之际,有人向他通报她已在途中。于是他将所有其他事务弃之不顾,率军回撤。

§2.19

ξυνηνέχθη γὰρ, ᾗπέρ μοι τὰ πρότερα δεδιήγηται, καὶ ἕτερα ἄττα ἐν τῷ στρατοπέδῳ γενέσθαι, ἅπερ αὐτὸν ἐς τὴν ἀναχώρησιν ὥρμα. τοῦτο μέντοι πολλῷ ἔτι θᾶσσον ἐνταῦθα ἀνῆγεν.

因为正如我先前所详述的,军营中确实发生了其他一些促使他撤退的事情;然而此事促使他以更快得多的速度回兵于此。

§2.20

ἀλλ’ ὅπερ τοῦδε τοῦ λόγου ἀρχόμενος εἶπον, οὔ μοι ἀκίνδυνον τηνικάδε τοῦ χρόνου ἔδοξεν εἶναι τὰς αἰτίας τῶν πεπραγμένων ἁπάσας εἰπεῖν.

但正如我在此书开篇所言,在当时将所作所为的一切缘由尽数道来,在我看来并非毫无危险。

§2.21

ἔγκλημά τε ἀπ’ αὐτοῦ ἐγένετο Βελισαρίῳ πρὸς πάντων Ῥωμαίων, ὅτι δὴ τῆς πολιτείας τὰ καιριώτατα αὐτὸς περὶ ἐλάσσονος πραγμάτων τῶν κατὰ τὴν οἰκίαν πεποίηται.

因此,全体罗马人皆指责贝利撒留,斥其将国家之至关重要的事务置于家事之下。

§2.22

ἀρχὴν μὲν γὰρ τῷ τῆς γυναικὸς πάθει ἐχόμενος, ὡς ἀπωτάτω γενέσθαι τῆς γῆς Ῥωμαίων οὐδαμῆ ἤθελεν, ὅπως ἐπειδὰν τάχιστα πύθηται τὴν γυναῖκα ἐκ Βυζαντίου ἥκειν, ἀναστρέψας αὐτίκα δὴ μάλα καταλαβεῖν τε καὶ τίσασθαι οἷός τε εἴη.

盖因他自始便受制于因妻子而生的苦痛,绝不愿离罗马国土过远,以便一旦闻知其妻自拜占庭赶来,便能立刻回兵将其拿获并施加惩戒。

§2.23

διὸ δὴ τοὺς μὲν ἀμφὶ Ἀρέθαν Τίγριν ποταμὸν διαβαίνειν ἐκέλευσεν, οἵ γε οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διαπεπραγμένοι ἐπ’ οἴκου ἀπεκομίσθησαν, αὐτὸς δὲ οὐδὲ ἡμέρας ὁδῷ ἀπολελεῖφθαι ὅρων τῶν Ῥωμαίων ἐν σπουδῇ εἶχε. φρούριον γὰρ τὸ Σισαυράνων διὰ μὲν πόλεως Νισίβιδος ἰόντι πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρὶ τῶν Ῥωμαϊκῶν ὁρίων διέχει, ἑτέρωθι δὲ τούτου δὴ τοῦ μέτρου ξυμβαίνει τὸ μεταξὺ εἶναι.

因此,他命令阿雷塔斯统领的人马渡过底格里斯河,而他们未立寸功便打道回府;他自己则极力确保自身与罗马边界的距离不超过一天的路程。因为西绍拉农要塞对于途经尼西比斯城的人而言,距罗马边界有轻装行者一天以上的行程,但若走另一条路,二者之间的距离恰好就是此数。

§2.25

καίτοι εἰ παντὶ τῷ στρατῷ Τίγριν ποταμὸν διαβῆναι κατ’ ἀρχὰς ἤθελεν, οἶμαι ἂν αὐτὸν ξύμπαντα ληΐσασθαι τὰ ἐπὶ Ἀσσυρίας χωρία, καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν ἀφῖχθαι, καὶ τούς τε Ἀντιοχέων αἰχμαλώτους, ὅσοι τε Ῥωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν4 ἐς τὰ πάτρια ἤθη. ἔπειτα δὲ καὶ Χοσρόῃ αἰτιώτατος γέγονεν ἀδεέστερον ἐπ’ οἴκου ἀποκομίζεσθαι ἐκ τῆς Κολχίδος. ὅντινα δὲ τρόπον τετύχηκε τοῦτο αὐτίκα δηλώσω.

然而,若他在一开始便愿率全军渡过底格里斯河,我想他定能洗劫亚述全境,并在毫无抵抗之下长驱直入泰西封城,且能解救安提阿的战俘以及羁留在那里的其他罗马人,凯旋返回故土;随后,他还成了库斯老得以更无顾忌地自科尔基斯班师回朝的首要祸根。此事究竟如何发生,我随即道来。

语法注4 条
  1. 2.13ἀλλήλοιν ὠμοσάτην

    与主语 ἄμφω 呼应的双数结构。此处使用了第三人称双数过去直陈式 ὠμοσάτην 与双数与格 ἀλλήλοιν,在语法一致中突出了两人之间结下的排他性相互誓约。

  2. 2.14ὁπηνίκα δὲ Ἀντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴν Ἔφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇ Ἐφέσῳ γενόμενον Θεοδόσιόν τε καὶ τὰ χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι

    承接前文非人称动词 ἔδοξε σφίσιν(“他们决意”)的间接引语“宾格加不定式”结构。时间从句分别使用虚拟式 ἀφίκηται 与祈愿式 ἴοι,其结论部分由宾格 Φώτιον 与过去不定式 χειρώσασθαι 构成,表示他们商定的行动方案。

  3. 2.18ἄρτι δὲ Βελισαρίῳ τὸ Σισαυράνων φρούριον ἑλόντι ὁδῷ ἰοῦσα πρός του ἀγγέλλεται

    人称被动结构:被动动词 ἀγγέλλεται 带主格分词 ἰοῦσα(“她被通报已在途中”)。与格短语 Βελισαρίῳ ... ἑλόντι 作关涉与格(表示时间背景与涉及对象),修饰整个主句。

  4. 2.25οἶμαι ἂν αὐτὸν ξύμπαντα ληΐσασθαι τὰ ἐπὶ Ἀσσυρίας χωρία, καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν ἀφῖχθαι, καὶ τούς τε Ἀντιοχέων αἰχμαλώτους, ὅσοι τε Ῥωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν

    反事实条件句(εἰ ... ἤθελεν)的结论在动词 οἶμαι 管辖下转化为不定式结构。助词 ἄν 统摄由 καί 连接的一系列不定式(ληΐσασθαι、ἀφῖχθαι 与 ἐπανήκειν),表达与过去事实相反的潜在推测。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:2.13-2.25