- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:2.1-2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留携弗提乌斯出征波斯,留守的安东尼娜为迎回情夫狄奥多西而构陷儿子;弗提乌斯遂向贝利撒留告发其奸情,痛苦不堪的贝利撒留扑倒在继子脚下恳求其协助复仇。
Αὐτίκα γὰρ Βελισάριος μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο, Ἀντωνίνα δὲ αὐτοῦ ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε.
因为贝利撒留随即同弗提乌斯出发去与库斯老交战,而安东尼娜却留在原地,这对于她以前而言绝非寻常之举。
τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι1 καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα φρονῆσαί τι ἀμφ’ αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι ἐπιμελές οἱ ἐγίνετο.
因为为了防止这男人独处时恢复理智,轻视她的巫术,并对她产生应有的清醒认识,她向来尽心随他奔赴大地的每一个角落。
ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰ Ἀντωνίναν ἐσιτητὰ εἴη,2 Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν σπουδῇ ἐποιεῖτο.
但为了让狄奥多西能再次得以出入安东尼娜之处,她便极力设法除掉弗提乌斯。
πείθει τοίνυν τῶν Βελισαρίῳ ἑπομένων τινὰς ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας καιρόν· αὐτή τε γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην διέβαλλέ τε διηνεκὲς καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει.
于是她策动贝利撒留的一些随从不放过任何机会时刻嘲弄他、羞辱他;她自己也几乎每天写信不断诽谤,施展一切手段陷害其子。
οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς διαβόλως ἔγνω τῇ μητρὶ χρῆσθαι, ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα ξὺν Ἀντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας τὸν πάντα λόγον.
这青年受此逼迫,决心与母亲决裂敌对,并将刚从拜占庭赶来、报告狄奥多西正与安东尼娜暗中同居之人立即引见给贝利撒留,命其将整件事情和盘托出。
ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς παρὰ τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ πάσχοντι ὑφ’ ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα “Ὦ παῖ” λέγων “γλυκύτατε, πατέρα μὲν τὸν σὸν ὅστις ποτὲ ἦν οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι καταλιπὼν ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον, οὐ μὴν οὐδέ του τῶν αὐτοῦ ὤνησαι. ἦν γὰρ τὰ ἐς τὴν οὐσίαν οὐ λίαν εὐδαίμων.
贝利撒留得知此事后,勃然大怒,仆倒在弗提乌斯的脚前,恳求他为自己复仇,因为自己在最不该背叛他的人手中遭受了如此大逆不道的折磨。他说道:‘最亲爱的孩子,你的生父究竟是何人你全然不知,因为他抛下还在由乳母抚育的你便离世了,而且你也未从他的财产中得到任何好处,因他在资财方面并不宽裕。
ὑπ’ ἐμοὶ δὲ καίπερ ὄντι πατρωῷ τραφεὶς, τήν τε ἡλικίαν τηλικόσδε εἶ, ὡς σὸν εἶναι ἀμύνειν ἀδικουμένῳ μοι ἐς τὰ μάλιστα, ἔς τε ὑπάτων ἀξίωμα ἥκεις καὶ πλούτου περιβέβλησαι τοσόνδε χρῆμα, ὥστε πατήρ τε καὶ μήτηρ καὶ τὸ ξυγγενὲς ἅπαν ἔγωγε καλοίμην ἂν,3 ὦ γενναῖε, καὶ εἴην δικαίως.
然而你在我这个继父膝下抚育成人,如今已到了理当全力襄助蒙冤受屈的我的年纪,并且你已官居执政官之尊,坐拥如此巨资,以至于我完全可以正当地被称为,并且理应就是你的父母和全体亲族,高贵的年轻人啊!
οὐχ αἵματι γὰρ, ἀλλὰ τοῖς ἔργοις εἰώθασι δῆτα σταθμᾶσθαι τὴν ἐς ἀλλήλους στοργὴν ἄνθρωποι. ὥρα σοι τοίνυν μὴ περιιδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσούτων τὸ πλῆθος, τὴν δὲ μητέρα τὴν σὴν αἶσχος ἀναδουμένην οὕτω δὴ μέγα πρὸς πάντων ἀνθρώπων.
因为世人向来习惯不以血缘、而以作为来衡量彼此间的深情厚谊。因此,如今正是你不可坐视的时候:我不仅家庭破亡,还被剥夺了如此数额的巨资,而你的母亲则在全体世人面前自取了如此奇耻大辱。
ἐνθυμοῦ τε ὡς αἱ τῶν γυναικῶν ἁμαρτάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται, ὡς φύσει τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν.
你且深思,女人的过失不仅落于丈夫之身,更会波及子女,且子女往往因之背负在品性上天然肖似其生母的恶名。
οὑτωσί τε λογίζου περὶ ἐμοῦ, ὡς ἐγὼ τὴν γυναῖκα τὴν ἐμαυτοῦ πάνυ μὲν φιλῶ, καὶ ἤν μοι τίσασθαι τὸν διαφθορέα τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον, περιόντος δὲ Θεοδοσίου ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν οὐκ ἂν δυναίμην.”
你当这样看待我:我深爱我的妻子,倘若我能惩治这毁坏我家庭之人,我决不会对她加诸任何伤害;但只要狄奥多西尚在人世,我便断不能宽恕她的这项罪行。’
Ταῦτα ἀκούσας ὁ Φώτιος ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα, δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε κακὸν, τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων·4 ἄλλα τε γὰρ αὐτὸν πολλὰ καὶ τὸ Μακεδονίας δυσωπεῖν πάθος.
弗提乌斯听毕此言,虽应承在一切事上效劳,但心中却担忧自身由此招致祸害,因他对贝利撒留涉及其妻时那反覆无常的心意并未抱有太大信心;因为除许多其他事情外,马其顿尼亚的悲惨遭遇尤其令他惊惧戒惕。
- 2.2τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι
带有否定词 μή 的属格冠词加不定式结构(τοῦ μὴ ... γενέσθαι καὶ ... φρονῆσαι)表示否定目的或防范,依附于主句谓语 ἐπιμελές οἱ ἐγίνετο,说明她竭力防止发生的情况。
- 2.3ἐσιτητὰ εἴη
动词性形容词 ἐσιτητός 的中性复数形式在此作非人称谓语,在历史时态主动词(ἐποιεῖτο)引导的 ὅπως 目的从句中与希求法 εἴη 连用,并接与格 Θεοδοσίῳ,意为‘使狄奥多西能够出入/造访’。
- 2.7ὥστε πατήρ τε καὶ μήτηρ καὶ τὸ ξυγγενὲς ἅπαν ἔγωγε καλοίμην ἂν
连词 ὥστε 引导的结果从句中采用了 ἄν 加希求法(καλοίμην ἄν ... καὶ εἴην)的潜在语气结构,将结果表述为一种理所应当成立的潜在可能与正当资格,而非单纯的既成客观事实。
- 2.12τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων
冠词化不定式 τὸ θαρσεῖν 用作分词 ἔχων 的直接宾语(‘抱有确信’),其后修饰介词短语 ἐπὶ τῷ ἀβεβαίῳ(‘针对……的反复无常’),而 τά γε ἐς τὴν γυναῖκα 则作为关系对格(‘至少在涉及其妻之事上’)加以限定。
