- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:1.26-1.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼娜说服贝利撒留将告发者马其顿尼亚等人交出并残忍处死,又促成了君士坦丁的丧命,随后排挤亲子弗提乌斯以迎回狄奥多西。在狄奥多西逃入修道院出家后,她狂乱哀号并引诱丈夫同悲,最终设法暗中重燃私情。
τὸ εἰς αὐτὸν ἔχθος.1 ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ πολλῷ δὲ ὕστερον ἢ μαγγανεύσασα ἢ θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης2 γένοιτο· καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη.
她对他的怨恨。因为她的性情如蝎子般恶毒,且心怀阴鸷之怒。不久之后,她或施巫术,或尽巧言,使丈夫相信那女人的指控不可信凭;于是他毫不犹豫地召回了狄奥多西,并答应将马其顿尼亚和那些僮仆交给妻子处置。
οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε, τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, ᾧ δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα.
正如人们所说,她先割掉了他们所有人的舌头,随后将他们剁成碎块装入袋中,毫无迟疑地抛入大海。家奴中一个名叫欧根尼乌斯的人协助她完成了全部罪行,正是此人当年也对西尔维里乌斯犯下了那桩亵渎恶行。
καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
不久之后,贝利撒留在妻子的劝诱下也将君士坦丁杀害。因为有关普雷西迪乌斯与短剑的事件恰在那时发生,正如我在前书中已经说明的那样。
μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν ἡ Ἀντωνίνα, ἕως αὐτὸν τοῦ λόγου ἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ’ αὐτοῦ ἔχθος μέγα περιεβάλλετο ὁ Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐν Ῥωμαίοις λογίμων ἁπάντων.
因为在那人即将被赦免之际,安东尼娜决不罢休,直到就他所说的那句话报复了他——即我刚才提及的那句话。贝利撒留因此招致了皇帝以及全体罗马显贵的巨大怨恨。
Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. Θεοδόσιος δὲ οὐκ ἔφη ἐς Ἰταλίαν ἀφίξεσθαι οἷός τε εἶναι, ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶ Ἀντωνίνα, ἢν μὴ Φώτιος ἐκποδὼν γένηται.
这些事情便是如此发展的。然而狄奥多西却声称,除非除掉弗提乌斯,否则他绝不可能前往贝利撒留和安东尼娜当时居住的意大利。
ὁ γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι ἦν, ἤν τις αὐτοῦ παρ’ ὁτῳοῦν δύνηται μᾶλλον, ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν, ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν ἐν οὐδενὶ ἐγίγνετο λόγῳ, ὁ δὲ δυνάμει τε πολλῇ ἐχρῆτο καὶ χρήματα μεγάλα περιεβάλλετο.
因为弗提乌斯生性极易妒忌,只要有人在任何人面前比他更有权势便心生愤懑;但在对待狄奥多西的事情上,他的愤慨确属理所当然,因为他虽为亲子却毫无分量,而对方却大权在握且聚敛了巨额财富。
λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶ Ῥαβέννης ἐς ἑκατὸν κεντηνάρια ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν, ἐπεὶ καὶ μόνῳ κατ’ ἐξουσίαν διαχειρίσαι ταῦτα ξυνέβη.
人们传说他从迦太基和拉文纳两处宫殿中盗得并占有了多达一百肯特纳利亚的财富,因为恰巧只有他有权专断处理这些财物。
ἡ δὲ Ἀντωνίνα ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν, οὐ πρότερον ἀνῆκεν ἐνεδρεύουσά τε τὸν παῖδα καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν μετιοῦσα, ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς Βυζάντιον ὁδῷ ἰέναι, οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα, τὸν δὲ Θεοδόσιον ἐς τὴν Ἰταλίαν παρ’ αὐτὴν ἥκειν.
安东尼娜得知狄奥多西的意图后,便不住地给儿子设下圈套,并以致命的阴谋排挤他,直到她终于设法使儿子因再也无法承受这些暗算而离开当地启程前往拜占庭,并让狄奥多西前往意大利来到自己身边。
οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη χρόνῳ ὕστερον ξὺν ἀμφοῖν ἐς Βυζάντιον ἧκεν.
她在那里极尽享乐,既充分沉溺于情夫的陪伴,又饱尝了丈夫的愚昧,后来带着这两人一同回到了拜占庭。
ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα ἀπαξιοῦσαν.
在那里,内心的罪恶感恐吓着狄奥多西,并折磨着他的心智。因为他认为此事绝无可能完全隐瞒下去,眼见那女人已无法掩盖自己的私情,也不再暗中放荡,而是公然做一个奸妇且毫不介意被冠以奸妇之名。
διὸ δὴ αὖθις ἐς τὴν Ἔφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς τοὺς μοναχοὺς καλουμένους αὑτόν.
因此他再次前往以弗所,按惯例剃发,加入了被称为修道士的行列。
τότε δὴ κατ’ ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς,3 ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον.
这时安东尼娜陷入彻底的疯狂,将服饰与生活方式改换为服丧之态,常常在宅邸中四处号哭,即便在丈夫在场的情况下亦大发哀声痛哭,哀叹自己失去了何等宝贵的人,他是多么忠诚、多么优雅、多么善意、多么能干。
τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν.4 ἔκλαε γοῦν ὁ ταλαίπωρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον.
最终她甚至将丈夫也引诱过来,使他陷入这些哀哭中。这可怜的男子果然呼唤着挚爱的狄奥多西痛哭流涕。
ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον.
后来他甚至面见皇帝,恳求皇帝与皇后,说服他们召回狄奥多西,理由是他对于自己的家庭是且将是必不可少的。
ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν ἐπιτήδευμα.
但狄奥多西断然拒绝离开那里,坚称自己将以最坚定的决心恪守修道士的修行。
ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος, ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ τὴν Ἀντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο.
然而这番话实为伪装,以便贝利撒留一离开拜占庭,他便可秘密回到安东尼娜身边。事实也果然如此。
- 1.26τὸ εἰς αὐτὸν ἔχθος
直接充当前一段落末尾 ὅπως ἔγκοτα ἐνδείξηται(以发泄怨毒)的宾语,该分句跨越了段落边界。
- 1.26τὸ κατηγόρημα τὸ ταύτης
指示代词 ταύτης(属格)指代前文告发奸情的那位女仆马其顿尼亚,带有轻蔑指称告发者的意味,而非安东尼娜自指。
- 1.38οὐκ ἀπολελειμμένου τἀνδρός
属格独立结构,由动词 ἀπολείπω 的完成时中动态/被动态分词加否定词 οὐκ 构成,意为“丈夫未曾离开”,即当着同居丈夫的面公然痛哭哀叹。
- 1.39ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν
直译为“把丈夫引诱进这些哀号中并置于其间”。中间态分词 ἐπαγαγομένη 与 ἐκάθισεν 连用,生动刻画出她巧言诱导、使丈夫也陷入并分担其哀悼状态的情态。
