← 普罗科皮乌斯

秘史

§18.31-18.45

党争与宗教迫害及天灾瘟疫的肆虐

作者指出党争内讧(尤其是对绿党的镇压)与迫害异端所造成的杀戮不亚于战争,随后列举了归咎于查士丁尼魔性与天谴的诸多灾难,包括河流泛滥、各大城市毁灭性地震以及大瘟疫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.31

Ταῦτα μέντοι κατὰ τὸν πόλεμον πανταχόθι γῆς τῆς Ῥωμαίων ξυλλήβδην εἰπεῖν ὑπὸ τοῦτον τὸν χρόνον ξυνηνέχθη γενέσθαι.

总括而言,在这一时期由于战争而发生在罗马各地土地上的事件,大体便是如此。

§18.32

τὰ δὲ κατὰ στάσιν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ ξυνενεχθέντα διαριθμούμενος οὐκ ἐλάσσω ἀνθρώπων φόνον ταύτῃ ξυμβῆναι ἢ κατὰ τὸν πόλεμον οἴομαι.

然而,若要清点在拜占庭以及各座城市中因党争内讧而发生的事件,我认为由此导致的人员屠戮,绝不亚于战争期间的伤亡。

§18.33

τοῦ γὰρ δικαίου καὶ τῆς ὁμοίας ἐπιστροφῆς ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἥκιστα ὄντων, ἀλλὰ κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν1 μάλιστα ἡσυχίαν οὐδὲ θάτεροι ἦγον, ἀλλ’ οἱ μὲν τῷ ἐλασσοῦσθαι, οἱ δὲ τῷ θαρσεῖν ἐς ἀπόγνωσίν τε καὶ ἀπόνοιαν ἀεὶ ἔβλεπον, καὶ πὴ μὲν ἀθρόοι ἐπ’ ἀλλήλους ἰόντες, πὴ δὲ κατ’ ὀλίγους μαχόμενοι, ἢ καὶ κατ’ ἄνδρα ἕνα τὰς ἐνέδρας, ἂν οὕτω τύχοι, ποιούμενοι ἐς δύο καὶ τριάκοντα ἐνιαυτοὺς οὐδένα ἀνιέντες καιρὸν αὐτοί τε εἰργάζοντο ἀλλήλους ἀνήκεστα ἔργα καὶ πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς ὡς τὰ πολλὰ διεφθείροντο.

盖因正义与对过犯的平等惩处荡然无存,反倒是两个党派中的一方受到皇帝极力的袒护与偏爱,以致双方皆不得安宁:一方因遭受压制,另一方因有恃无恐,皆时刻陷入绝望与孤注一掷的狂悖之中;他们时而聚众互殴,时而三两械斗,甚或在机缘凑巧时一对一设伏暗算,在长达三十二年之久的时间里未曾放过任何时机,彼此施加无可挽回的荼毒,并且大多死于主管民众的官吏之手。

§18.34

ἡ μέντοι τίσις τῶν ἁμαρτανομένων ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τοὺς Πρασίνους ἐγίνετο. ἔτι μὴν καὶ ἡ ἐς τοὺς Σαμαρείτας καὶ τοὺς καλουμένους αἱρετικοὺς κόλασις φόνου ἐνέπλησε τὴν Ῥωμαίων ἀρχήν.

然而,对于过犯的惩罚,绝大部分是落在了绿党身上。此外,对撒玛利亚人和所谓异端分子的迫害惩戒,亦使整个罗马帝国充斥着屠戮与流血。

§18.35

ταῦτα δέ μοι ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι2 ἀπομνημονεύεται τανῦν, ἐπεί μοι ἱκανῶς ὀλίγῳ ἔμπροσθεν δεδιήγηται.

不过,这些事情如今在我笔下仅作纲要式的述及,因我在不久前已作过充分的叙述。

§18.36

Ταῦτα μὲν κατὰ τὸν ἐν σώματι γενόμενον δαίμονα τετύχηκε γενέσθαι ἐς πάντας ἀνθρώπους, ὧνπερ τὰς αἰτίας αὐτὸς ἅτε βασιλεὺς καταστὰς ἔδωκε· καὶ ὅσα μέντοι κατακεκρυμμένῃ δυνάμει καὶ φύσει δαιμονίᾳ διειργάσατο ἀνθρώπους κακὰ, ἐγὼ δηλώσω.

凡此种种,皆是这个化作肉身的恶灵加诸全人类身上的灾祸,其根由正是他自身即位为帝所致;至于他以隐秘之力与魔鬼之性加诸人类的无数灾厄,我亦将予以揭示。

§18.37

τούτου γὰρ Ῥωμαίων διοικουμένου τὰ πράγματα πολλὰ καὶ ἄλλα πάθη ξυνηνέχθη γενέσθαι, ἅπερ οἱ μὲν τῇ τοῦ πονηροῦ δαίμονος τῇδε παρουσίᾳ ἰσχυρίζοντο καὶ μηχανῇ ξυμβῆναι, οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆς Ῥωμαίων ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι3 ταῦτα διαπράξασθαι τῇδε. Ἔδεσσαν μὲν γὰρ Σκιρτὸς ἐπικλύσας ὁ ποταμὸς μυρίων δημιουργὸς τοῖς ἐκείνῃ ἀνθρώποις συμφορῶν γέγονεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται.

盖因在他治理罗马国政之时,亦相继发生了许多其他的灾祸,对此,有人坚称是由于此恶灵的临在与阴谋所致,亦有人主张乃是神明厌弃其恶行,背离了罗马帝国,从而容留那些招致咒诅的魔鬼在此为非作歹。 斯基尔图斯河泛滥淹没了埃德萨,给当地人民造成了无尽的灾殃,正如我将在后文中所叙述的那样。

§18.39

Νεῖλος δὲ ἀναβὰς μὲν ᾗπερ εἰώθει, χρόνοις δὲ οὐκ ἀποβὰς τοῖς καθήκουσι, δεινά τινας τῶν ᾠκημένων εἰργάσατο ἔργα, ἅπερ μοι καὶ πρότερον δεδιήγηται.

尼罗河虽如常涨水,却未在适宜之时退去,给部分居民带来了惨痛的祸患,这也是我先前曾叙述过的。

§18.40

Κύδνος δὲ Ταρσὸν περιβαλλόμενος σχεδόν τι πᾶσαν ἡμέρας τε αὐτὴν ἐπικλύσας πολλὰς οὐ πρότερον ἀπέστη ἕως αὐτὴν ἀνήκεστα κακὰ ἔδρασε.

基德努斯河几乎环绕了塔尔苏斯全城,淹没数日之久,直到给该城造成无可挽回的灾难之后才退去。

§18.41

σεισμοὶ δὲ Ἀντιόχειάν τε καθεῖλον τὴν τῆς ἑῴας πρώτην καὶ Σελεύκειαν, ἥπερ αὐτῆς ἐκ γειτόνων οἰκεῖται, καὶ τὴν ἐν Κίλιξιν ἐπιφανεστάτην Ἀνάζαρβον.

地震不仅摧毁了东方首屈一指的大城安条克以及毗邻的塞琉西亚,还摧毁了奇里乞亚最为显赫的阿纳扎尔布斯。

§18.42

αἷς τῶν ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη;4 προσθείη δὲ ἄν τις τά τε Ἴβωρα καὶ Ἀμάσειαν, ἣ πρώτη ἐν Πόντῳ ἐτύγχανεν οὖσα, Πολύβοτόν τε τὴν ἐν Φρυγίᾳ καὶ ἣν Πισίδαι Φιλομηδὴν καλοῦσι, Λύχνιδόν τε τὴν ἐν Ἠπειρώταις καὶ Κόρινθον, αἳ δὴ πολυανθρωπόταται ἐκ παλαιοῦ ἦσαν.

与这些城市一同殒命之人,其数目又有谁能清点殆尽?人们还可加上伊博拉,以及适为本都首府的阿马西亚、弗里吉亚的波利博图斯、皮西迪亚人称为菲洛梅德的城镇,还有伊庇鲁斯境内的吕克尼杜斯以及自古以来便人烟极稠密的科林斯。

§18.43

ταύταις γὰρ ἁπαξαπάσαις ὑπὸ τοῦτον τὸν χρόνον σεισμῷ τε καταπεσεῖν καὶ τοῖς ᾠκημένοις σχεδόν τι πᾶσι ξυνδιολωλέναι τετύχηκεν.

盖因在这一时期,所有这些城市皆不幸在地震中倾覆,几乎所有居民亦随之一同毁灭。

§18.44

ἐπιγενόμενος δὲ καὶ ὁ λοιμὸς, οὗ πρόσθεν ἐμνήσθην, τὴν ἡμίσειαν μάλιστα τῶν περιγινομένων ἀνθρώπων ἀπήνεγκε μοῖραν.

此外,我先前所提及的瘟疫接踵而至,掠走了幸存者中大约一半的性命。

§18.45

τοσούτων μὲν ἀνθρώπων ἐγένετο φθόρος, Ἰουστινιανοῦ πρότερον Ῥωμαίοις διοικουμένου τὴν πολιτείαν καὶ ὕστερον τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

在查士丁尼先是为罗马人操持国政、继而大权独揽执掌帝位之时,死于非命者的人数竟至如此之巨。

语法注4 条
  1. 18.33κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν

    属格绝对结构(genitive absolute)。被动完成时分词 κατεσπουδασμένου 的逻辑主语为中性单数 θατέρου(即 τοῦ ἑτέρου,指两派中的一方,即蓝党),后接双数属格 τοῖν μεροῖν(两个党派)作部分属格。τῷ βασιλεῖ 是完成时被动态常带的施事者与格(dative of agent)。

  2. 18.35ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι

    表示限制与限定的不定式绝对用法(absolute infinitive)。短语 ὅσον... εἰρῆσθαι 作状语修饰主动词 ἀπομνημονεύεται,意为“仅在提要/概括的程度上(被述及)”。

  3. 18.37οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆς Ῥωμαίων ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι

    在与前文 οἱ μὲν... ἰσχυρίζοντο(一部分人主张)构成并列对比的 οἱ δέ 之后出现的破格句(anacoluthon)。此处省略了对应的限定动词,直接由引出的对格与不定式结构(accusative and infinitive,主语为 τὸ θεῖον,不定式为 ἐνδεδωκέναι)承担表达内容,依赖所暗含的说话动词。中性分词 μισῆσαν 与 ἀποστραφέν 修饰中性名词 τὸ θεῖον(神明)。

  4. 18.42αἷς τῶν ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη;

    阴性复数与格关系代词 αἷς 先行词为前文提及的三座城市(安条克、塞琉西亚、阿纳扎尔布斯),受完成时分词 ξυναπολωλότων 的前缀 ξυν-(= συν-)支配,表示伴随(“与这些城市一同”)。主句由 ἄν 加希求法 εἴη 构成潜势希求法(potential optative),形成修辞疑问句:“又有谁能清点……?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:18.31-18.45