- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:18.18-18.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者描绘了巴尔干诸行省、东部边境及科尔基斯等地惨遭蛮族与波斯人频繁蹂躏而尽成荒原的景象,并指斥查士丁尼妄开战端、耽于神学清谈且极度吝啬,致使罗马人与蛮族同遭前所未有的惨烈屠戮。
Σίρμιον δὲ καὶ τὰ ἐκείνῃ χωρία Γήπαιδες κατέχουσιν, ἅπαντα μέντοι συλλήβδην εἰπεῖν ἀνθρώπων παντελῶς ἔρημα.
锡尔米乌姆及其周边地区如今为格皮德人所占据,但总括而言,所有这些地方已彻底沦为荒无人烟之境。
τοὺς μὲν γὰρ ὁ πόλεμος, τοὺς δὲ νόσος τε καὶ λιμὸς διεχρήσαντο, ἃ δὴ τῷ πολέμῳ ἕπεσθαι πέφυκεν.
盖因一部分人遭战争屠戮,另一部分人则死于战争所必然伴随的瘟疫与饥荒。
Ἰλλυριοὺς δὲ καὶ Θρᾴκην ὅλην, εἴη δ’ ἂν ἐκ κόλπου τοῦ Ἰονίου μέχρι ἐς τὰ Βυζαντίων προάστεια, ἐν τοῖς Ἑλλάς τε καὶ Χερρονησιωτῶν ἡ χώρα ἐστὶν, Οὖννοί τε καὶ Σκλαβηνοὶ καὶ Ἄνται σχεδόν τι ἀνὰ πᾶν καταθέοντες ἔτος, ἐξ οὗ Ἰουστινιανὸς παρέλαβε τὴν Ῥωμαίων ἀρχὴν, ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ ἀνθρώπους.1
至于伊利里库姆和整个色雷斯——其范围当从爱奥尼亚湾一直延伸至拜占庭城郊,其中亦包括希腊和切尔索尼苏斯人的土地——自查士丁尼登基接掌罗马帝国以来,匈人、斯拉夫人与安特人几乎每年都大举侵袭,对当地居民施加了无法挽回的荼毒。
πλέον γὰρ ἐν ἑκάστῃ ἐσβολῇ οἶμαι ἢ κατὰ μυριάδας εἴκοσιν εἶναι τῶν τε ἀνῃρημένων καὶ ἠνδραποδισμένων ἐνταῦθα Ῥωμαίων, ὥστε τὴν Σκυθῶν ἐρημίαν ἀμέλει ταύτης πανταχόσε τῆς γῆς ξυμβαίνειν εἶναι.
盖因我认为,在每一次入侵中,当地被杀戮和沦为奴隶的罗马人皆不下二十万之众,以致于在这片土地的四处,委实完全化作了所谓的“斯基泰荒原”。
Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴους Ῥωμαίους ἐκ τῆς Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ εὑρέσθαι.
在战争期间发生于利比亚与欧洲之事,大体便是如此。而萨拉森人在整个这一时期,自埃及直至波斯边界,持续不断地侵扰东部罗马人,对其进行了极其彻底的摧残,以致当地各处地区皆人烟绝迹;我认为,即便有人细加查核,也绝无可能查明以此种方式丧生者的数目。
Πέρσαι τε καὶ Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλλην Ῥωμαίων ἀρχὴν τάς τε πόλεις καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς ἐπισκῆψαι ξυνέπεσεν.
波斯人与霍斯劳四次大举侵入罗马帝国的其他疆土,不仅摧毁了各座城镇,而且对于在被攻陷的城镇及各地所俘获的人民,或予以屠杀,或掳掠随行,凡是他们所蹂躏之处,皆使土地荡然无存居民。
ἐξ οὗ δὲ καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶ Ῥωμαίοις διαφθείρεσθαι μέχρι δεῦρο ξυμβαίνει.
而自他们攻入科尔基斯之地以来,他们自身、拉齐人以及罗马人皆陷入毁灭之中,直至今日。
Οὐ μέντοι οὐδὲ Πέρσαις ἢ Σαρακηνοῖς ἢ Οὔννοις ἢ τῷ Σκλαβηνῶν γένει ἢ τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκ Ῥωμαίων τῆς γῆς ξυνηνέχθη ἀπαλλαγῆναι.
然而,无论波斯人、萨拉森人、匈人、斯拉夫部族,还是其他任何蛮族,亦未能从罗马人的土地上毫发无损地抽身而退。
ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.
盖因在袭击中,尤其是在围城战与阵地交锋中,他们亦屡遭重挫,其伤亡毁灭丝毫不下于罗马人。
οὐ γὰρ Ῥωμαῖοι μόνον, ἀλλὰ καὶ βάρβαροι σχεδόν τι πάντες τῆς Ἰουστινιανοῦ μιαιφονίας ἀπώναντο.2
因为不仅是罗马人,几乎所有的蛮族亦皆尝到了查士丁尼嗜杀成性的恶果。
ἦν μὲν γάρ καὶ Χοσρόης αὐτός τε πονηρὸς τὸ ἦθος καὶ, ὥς μοι ἐν λόγοις εἴρηται τοῖς καθήκουσι, τὰς μὲν αἰτίας αὐτῷ τοῦ πολέμου ὅδε παρείχετο πάσας.
霍斯劳本人固然性情险恶,但正如我在相关著述中所述,向他提供了挑起战争之一切借口的,正是此人。
οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ’ ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς τε οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν ποιούμενος, ἀντί τε σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα, περιέργος δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι.3
盖因他从不屑于使行动顺应时机,反倒万事皆逆时而动:在和平与停战时期,他常怀奸诡之心针对邻国制造战争口实;而在战事临头之际,他又毫无道理地懈怠怯懦,因吝啬贪财而将战备事务筹措得极度迟缓;他不把精力倾注于这些关乎实务的勤勉之上,反而仰观天象、妄测神的本质,既因生性嗜杀并引招天谴而无法舍弃战争,又因微细的吝啬而怠于经办要务,从而无力战胜敌人。
ταύτῃ τε αὐτοῦ βασιλεύοντος ἡ γῆ ξύμπασα ἔμπλεως αἵματος ἀνθρωπείου ἔκ τε Ῥωμαίων καὶ βαρβάρων σχεδόν τι πάντων διαρκῶς γέγονε.
如此一来,在他统治期间,整个大地皆长年充斥着来自罗马人与几乎所有蛮族的凡人鲜血。
- 18.20ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ ἀνθρώπους
动词 ἐργάζομαι 支配双宾格结构:一为所施加之事(内宾格 ἀνήκεστα ἔργα),一为承受之人(宾格 τοὺς ταύτῃ ἀνθρώπους),意为“对当地之人施以无法挽回之恶行”。
- 18.27τῆς Ἰουστινιανοῦ μιαιφονίας ἀπώναντο
动词 ἀπονίναμαι 支配属格,原意为“受惠于……”或“从……中得益”,此处用作反语或辛辣的讽刺,意为“尝到了……的恶果”或“深受其害”。
- 18.29τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι
带冠词不定词的与格(τῷ ... εἶναι 与 τῷ μὴ ... περιεργάζεσθαι)充当表示原因的与格,分别阐明了他何以“因生性嗜杀而无法舍弃战争”(οὔτε τὸν πόλεμον μεθιείς),又何以“因吝啬而怠于经办要务致使无法战胜敌人”(οὔτε περιεῖναι ... οἷός τε ὤν),构成了结构严整的对照。
