← 普罗科皮乌斯

秘史

§18.1-18.17

查士丁尼的人形恶魔说与利比亚及意大利的荒废

作者论证查士丁尼并非凡人而是人形恶魔,指出其暴政与搜刮导致利比亚和意大利全境惨遭彻底毁灭,并造成了无可估量的人口灭绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ὅτι δὲ οὐκ ἄνθρωπος, ἀλλὰ δαίμων τις, ὥσπερ εἴρηται, ἀνθρωπόμορφος ἦν, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος ὧν εἰς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν.1

至于他并非人类,而是如前所述、乃是化作人形的某种恶魔,任何人只要根据他对人类所施加祸害的严重程度来衡量,便能获得确证。

§18.2

ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμένων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται.

盖因在所行之事的过度巨大之中,行事者的力量亦昭然若揭。

§18.3

τὸ μὲν οὖν μέτρον ἐς τὸ ἀκριβὲς φράσαι τῶν ὑπ’ αὐτοῦ ἀνῃρημένων οὐκ ἄν ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ ἢ τῷ θεῷ δυνατὰ εἴη.2

因此,依我之见,要准确道出被他诛灭之人的数目,对于一切凡人绝无可能,而唯独对神才是可行的。

§18.4

θᾶσσον γὰρ ἄν τις, οἶμαι, τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν ἢ ὅσους ὁ βασιλεὺς οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν ἐπὶ πλεῖστον διαριθμούμενος, ἥνπερ ἔρημον τῶν ἐνοικούντων ξυμπέπτωκεν εἶναι, μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι.

盖因我认为,即便数尽世间所有的沙粒,也比清点这位皇帝所毁灭之人来得更快。若将那片已然沦为居民荡然无存的广袤土地计算在内,我敢断言,已有数万个万万之众丧生。

§18.5

Λιβύη μὲν γὰρ ἐς τοσοῦτον διήκουσα μέτρον οὕτως ἀπόλωλεν ὥστε ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν χαλεπόν3 τε καὶ λόγου ἄξιον εἶναι.

盖因幅员如此辽阔的利比亚已然毁灭至这般地步,以致对于行长路者而言,偶遇一人竟成了极为困难且值得提及之事。

§18.6

καίτοι Βανδίλων μὲν τῶν ὅπλα ἀρχὴν αἰρομένων ἐνταῦθα μυριάδες ὀκτὼ ἐτύγχανον οὖσαι, γυναίων δὲ καὶ παιδαρίων καὶ θεραπόντων αὐτῶν τίς ἂν εἰκάσειε μέτρον;

然而,当地最初拿起武器的汪达尔人便有八万人,但谁又能估量其妇女、幼童和仆从的数目呢?

§18.7

Λιβύων δὲ τῶν ἐν ταῖς πόλεσιν ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν τε γυναιξὶ καὶ γόνῳ διεφθάρθαι ξυνέβη.

至于此前居住在各城镇中、耕种土地、从事海上贸易的利比亚人(我本人曾有幸在多数地方亲眼目睹),凡人之中又有谁能够数清其人数呢?而当地的摩尔人比这些人还要多得多,他们全家上下,连同妇孺后代,皆不幸悉数灭绝。

§18.8

πολλοὺς δὲ αὖ καὶ Ῥωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ Βυζαντίου ἐπισπομένων ἡ γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι, διαρκῶς εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ’4 ὅπως οἱ ἡ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε διοικούμενος κατ’ ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται.

此外,大地亦埋葬了众多罗马士兵以及从拜占庭随他们前来的随从。因此,若有人断言仅在利比亚一地便丧生了五百万人,我认为他绝非充分道出了实情。其原因在于,汪达尔人方一战败,他便根本无意巩固对该地的统治,亦未曾考虑如何借由臣民的归心来确保自身财富的安全,反倒借口毫无根据的篡位嫌疑,毫不迟延地立刻召回贝利撒留,以便从此依仗其专制权力随意处置,吞并并洗劫整个利比亚。

§18.10

Τιμητὰς ἀμέλει τῆς γῆς εὐθὺς ἔπεμπε καὶ φόρους ἐπετίθει πικροτάτους τινὰς οὐ πρότερον ὄντας. καὶ τῶν χωρίων προσεποιεῖτο, εἴ τι ἄριστον ἦν, καὶ Ἀρειανοὺς τῶν ἐν σφίσιν αὐτοῖς μυστηρίων εἶργε.

他果然立即派遣了土地清查官,征收起此前从未有过的最为严酷的赋税。若有最为优良的田庄,他便据为己有,并将阿里乌派信徒逐出他们自己的宗教仪式。

§18.11

καὶ ταῖς στρατιωτικαῖς συντάξεσιν ὑπερήμερος ἦν, καὶ ἄλλως τοῖς στρατιώταις ἐγεγόνει βαρύς. ἐξ ὧν αἱ στάσεις φυόμεναι τετελευτήκασιν εἰς ὄλεθρον μέγαν.

他还拖欠军饷,在其他各方面亦对士兵们百般刁难。由此滋生出兵变叛乱,并最终酿成滔天大祸。

§18.12

οὐ γὰρ μένειν ἐν τοῖς καθεστῶσί ποτε ἴσχυεν, ἀλλὰ ξυγχεῖν τε καὶ ἀναθολοῦν ἐπεφύκει πάντα.

盖因他绝无安于既成体制的能力,而是天生习于将万事混淆搅浑。

§18.13

Ἰταλία δὲ οὐχ ἧσσον ἢ τριπλασία Λιβύης οὖσα ἔρημος ἀνθρώπων πολλῷ μᾶλλον ἔτι ἢ ἐκείνη πανταχόθι γεγένηται. ὥστε δὴ μέτρου τῶν κἀνταῦθα ἀνῃρημένων ἐγγύθεν ἡ δήλωσις ἔσται. ἡ γὰρ αἰτία τῶν ἐν Ἰταλίᾳ ξυμπεπτωκότων ἤδη μοι ἔμπροσθεν δεδιήγηται. ἅπαντά τε γὰρ ὅσα ἐν Λιβύῃ, κἀνταῦθα αὐτῷ ἡμαρτήθη.

而意大利的面积不少于利比亚的三倍,各地沦为荒无人烟之境甚至远甚于利比亚。因此,对于当地被灭绝之人数量的推断亦将昭然可得。盖因意大利所发生变故的缘由,此前我已然叙述过了。因为凡在利比亚所犯下的罪咎,在此处亦皆被他重演。

§18.15

καὶ τοὺς καλουμένους λογοθέτας προσεπιπέμψας ἀνεχαίτισέ τε καὶ διέφθειρεν εὐθὺς ἅπαντα.

而且,由于他额外派遣了所谓的理财官,立刻使一切陷入瘫痪并归于毁灭。

§18.16

κατέτεινε δὲ ἡ Γότθων ἀρχὴ πρὸ τοῦδε τοῦ πολέμου ἐκ Γάλλων τῆς γῆς ἄχρι τῶν Δακίας ὁρίων, οὗ δὴ πόλις τὸ Σίρμιόν ἐστι. Γαλλίας μὲν οὖν καὶ Βενετίων γῆν τὴν πολλὴν Γερμανοὶ ἔσχον, ἐπειδὴ ἀφίκετο ἐς Ἰταλίαν ὁ Ῥωμαίων στρατός.

这场战争之前,哥特人的疆域从高卢之地一直延伸至达基亚的边界,即锡尔米乌姆城所在之处。当罗马军队抵达意大利时,日耳曼人遂占据了高卢与威尼提亚的大部分土地。

语法注4 条
  1. 18.1ὧν εἰς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν

    先行词并入关系从句并伴随格的吸引(antecedent incorporation and case attraction)。原结构当为 τῷ μεγέθει τῶν κακῶν ἃ εἰς τοὺς ἀνθρώπους ἔδρασεν,先行词 κακῶν 被吸收入关系从句中,关系代词 ὧν 亦从宾格(ἃ)被吸引为属格。

  2. 18.3οὐκ ἄν ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ ἢ τῷ θεῷ δυνατὰ εἴη

    连词 ἤ 在此并非表示比较,而是表除外或例外(相当于 πλήν 或 εἰ μή,意为“除……之外”),全句意为“除神之外,对全人类中的任何人都绝无可能”。主语为不定式短语 τὸ μέτρον ἐς τὸ ἀκριβὲς φράσαι,表语形容词 δυνατά 采用中性复数作非人称用法。

  3. 18.5ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν χαλεπόν

    分词 ἰόντι 作视点与格(dative of reference),意为“对于走长路的人而言”。此处未用充当不定式逻辑主语的宾格,而是采用与格,用以界定非人称表达 χαλεπὸν εἶναι 所关涉的主体视角。

  4. 18.9οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ’

    此处的 οὐχ ὅπως 并非表“不仅不……”的成语结构;οὐχ 否定主句谓语 ἐπιμελές οἱ ἐγίνετο,而 ὅπως κρατύνηται(虚拟语气)引导受 ἐπιμελές ἐγίνετο 支配的谋求性宾语从句,与后文的 οὐδ’ [ὅπως ... εἴη] προὐνόησεν 平行,共同构成 οὐχ ... οὐδέ ... ἀλλά ... 句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:18.1-18.17