- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:17.30-17.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉任意强加并废除臣民的婚配,并严惩敢有微词者;她还企图彻底除掉流放中的卡帕多西亚的约翰,对基齐库斯的两名青年施以利诱和酷刑逼取伪证,计谋落空后遂将二人的右手斩断。
ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε πάσχειν. ἀνδράσι γὰρ ξυνιέναι οὐδαμῆ ἐθελούσιαι ἠναγκάζοντο.
而这反过来同样降临在出嫁的女子身上。盖因她们在绝非自愿的情况下被迫与男子结合。
πολλάκις δὲ καὶ τὴν νύμφην ἐκ τῆς παστάδος ἀποβιβάσασα λόγῳ οὐδενὶ ἀνυμέναιον τὸν νυμφίον ἀφῆκε, τοῦτο μόνον ξὺν ἀκροχολίᾳ εἰποῦσα, ὅτι δὴ αὐτὴν ἀπαρέσκοι.
此外,她还常常毫无缘由地将新娘从洞房中带走,仅凭一时暴怒说这门婚事不合己意,便将新郎连婚礼颂歌都未能听闻地遣散回家。
ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ Σατορνῖνον, τὸν Ἑρμογένους τοῦ μαγίστρου γεγονότος. τούτῳ γὰρ τῷ Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ Κύριλλος ὁ πατὴρ κατηγγύησεν Ἑρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος.
她对许多其他人都曾下此毒手,包括身居奏闻官之职的莱昂,以及前任长官赫尔墨格涅斯之子萨图尼努斯。盖因这位萨图尼努斯本有一位已订婚的表妹,乃是出身自由且品行端正的处女,是其父西里尔在赫尔墨格涅斯辞世后为他定下的婚事。
πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα ἤχθη, ἔγημέ τε κωκύων καὶ οἰμώζων ὅσον1 τὴν Χρυσομαλλοῦς παῖδα.
然而,就在他们的洞房已经布置停当之时,她却将新郎关押起来,将他押至另一间洞房;新郎号啕大哭、痛心疾首,被迫娶了克里索玛洛的女儿。
Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν ἑτέρᾳ Χρυσομαλλοῖ καὶ Ἰνδαροῖ ἐν Παλατίῳ τὴν δίαιταν εἶχεν.
这克里索玛洛早年曾是舞女,后又沦为交际花,而当时却与另一位克里索玛洛及因达罗一同在皇宫中起居生活。
ἀντὶ γὰρ τοῦ φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα.
盖因〔她们〕以在这里操持国政取代了男根与剧场中的消遣。
ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα τῶν ἐπιτηδείων ἐξήνεγκεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι.
萨图尼努斯与新娘同衾后,发现她早已失贞,便向一位密友吐露自己所娶并非处子之身。
ὅπερ ἐπεὶ ἐς Θεοδώραν ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς2 ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἶναι.
此事传至狄奥多拉耳中,她便以其摆出与其身份毫不相称的自负傲慢为由,命仆从将其吊起,犹如惩罚去私塾启蒙的学童一般;在他背上重重痛抽了许多鞭之后,严禁他再行多嘴妄言。
Οἷα μέντοι καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ἅπερ αὐτῇ διαπέπρακται τῷ ἀνθρώπῳ χαλεπαινούσῃ, οὐχ ὑπὲρ ὧν ἐς τὴν πολιτείαν ἡμάρτανε (τεκμήριον δέ· τῶν γὰρ ὕστερον δεινότερα ἐς τοὺς ὑπηκόους ἐργασαμένων οὐδένα τοῦτο πεποίηται), ἀλλ’ ὅτι τά τε ἄλλα τῇ γυναικὶ καταντικρὺ ἐτόλμα ἰέναι καὶ αὐτὴν ἐς τὸν βασιλέα διέβαλλεν, ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι παρ’ ὀλίγον ἐλθεῖν.3
至于她对卡帕多西亚的约翰所施加的种种暴行,已在前面的篇幅中叙述。她之所以对那人痛下狠手,并非因为他在国政上的过错(明证便是:对于后来那些对臣民犯下更为可怕罪行的人,她从未施加如此惩处),而是因为他事事公然敢于与她抗衡,并在皇帝面前中伤诽谤她,以致险些使她与丈夫彻底反目成仇。
τῶν γὰρ αἰτιῶν, ὅπερ ὑπεῖπον, ἐνταῦθά μοι μάλιστα τὰς ἀληθεστάτας ἀναγκαῖον εἰπεῖν.
盖因诚如我此前所言,在此处我尤需阐明最为真实的缘由。
ἡνίκα τε αὐτὸν ἐπ’ Αἰγύπτου καθεῖρξε πεπονθότα ὅσα μοι ἀμφ’ αὐτῷ προδεδήλωται, οὐδ’ ὥς τινα ἔλαβε τῆς τοῦ ἀνθρώπου κολάσεως κόρον, ἀλλὰ ψευδομάρτυρας ἐπ’ ἐκείνῳ διερευνωμένη οὐδέποτε ἀνίει.
当她使他在遭受了我此前所详述的一切折磨后被囚禁于埃及时,她对惩治此人依然毫无餍足之意,反倒一刻不停地四处网罗诬告他的伪证者。
τέτρασι δὲ ἐνιαυτοῖς ὕστερον Πρασίνους εὑρέσθαι δύο τῶν ἐν Κυζίκῳ στασιωτῶν ἴσχυσεν, οἵπερ τῶν τῷ ἐπισκόπῳ ἐπαναστάντων ἐλέγοντο εἶναι.
四年后,她终于从基齐库斯的党派暴民中搜寻到两名绿党分子,他们据传曾是参与暴动反抗主教之人。
καὶ αὐτοὺς θωπείαις τε καὶ λόγοις καὶ ἀπειλαῖς περιῆλθεν, ὥστε ἅτερος μὲν κατορρωδήσας καὶ ταῖς ἐλπίσιν ἐπαρθεὶς τὸ μίασμα τοῦ φόνου ἐς τὸν Ἰωάννην ἀνήνεγκεν.
她以谄媚、劝诱和威逼对其威逼利诱,致使其中一人因恐惧兼之抱有侥幸希冀,遂将杀人的罪责归咎于约翰。
ὁ δὲ δὴ ἕτερος τῆς ἀληθείας ἀπ’ ἐναντίας ἐλθεῖν οὐδαμῆ ἔγνω, καίπερ οὕτως ἐκ τῆς βασάνου καταταθεὶς, ὥστε ὅτι δὴ καὶ τεθνήξεται αὐτίκα μάλα ἐπίδοξος ἦν.
然而另一人即便遭受严刑拷打、被折磨至众人皆料其随时可能毙命的地步,却始终坚决不肯违背事实真相。
διὸ δὴ τὸν μὲν Ἰωάννην τούτῳ δὴ τῷ παραπετάσματι διαχρήσασθαι οὐδεμιᾷ μηχανῇ ἔσχε, τοῖν δὲ νεανίαιν τούτοιν χεῖρας τὰς δεξιὰς ἔτεμε, τοῦ μὲν ὅτι ψευδομαρτυρεῖν οὐδαμῆ ἤθελε, τοῦ δὲ ὅπως μὴ ἐπιφανὴς ἡ ἐπιβουλὴ ἐς τὸ πᾶν γένηται.
因此,她绝无可能借此幌子诛杀约翰,但她却将这两名青年的右手尽数斩断:对其中一人,是因为他决不肯作伪证;对另一人,则是为了防止整个阴谋彻底大白于天下。
τούτων δὲ οὕτως ἐν τῷ δημοσίῳ πρασσομένων τῆς ἀγορᾶς, Ἰουστινιανὸς ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι.4
当这些事情在市集的公开场合大行其道时,查士丁尼却装作对所发生的一切全然一无所知。
- 17.33κωκύων καὶ οἰμώζων ὅσον
中性宾格副词 ὅσον(意为“极其、竭力”)修饰分词短语 κωκύων καὶ οἰμώζων。此处并非引导从句的关系代词,而是表示悲叹程度的副词性用法,意为“极力号哭哀叹”。
- 17.37ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς
阴性复数宾格 πολλὰς 处省略了名词 πληγάς(“鞭打、击打”)。它作为动词 ξαίνουσα(抽打、撕裂)的直接宾语或同族宾格,表示在其背上施加了许多下鞭刑。
- 17.38ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι παρ’ ὀλίγον ἐλθεῖν
由 ὥστε 引导的结果从句接续不定词惯用短语 παρ’ ὀλίγον ἐλθεῖν(“几乎、差一点”),后者再由完成时被动不定词 ἐκπεπολεμῶσθαι(“陷入交恶/反目”)作补语。与格 αὐτῇ 为关系与格,宾格 τὸν ἄνδρα 则为不定词的逻辑主语。
- 17.45Ἰουστινιανὸς ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι
中动相动词 ἐποιεῖτο 搭配不定词 ξυνεῖναι 构成惯用句型,相当于 προσποιέομαι,意为“假装”。否定属格 μηδενὸς(作 ξυνεῖναι 的宾语)与副词短语 τὸ παράπαν 结合,意为“查士丁尼假装对所发生的一切全然不知”。
